14. Νυνὶ δὲ πάλιν ἀναλαβόντες ἀπ’ ἀρχῆς τὸν
15. λόγον, ἐροῦμεν ὁπόσοι τέ εἰσιν οἱ κατὰ τὴν διαστολὴν τῆς
16. ἀρτηρίας φαινόμενοι σφυγμοὶ, τίς τε καθ’ ἕκαστον αὐτῶν
17. ἐστι διάθεσις ὑφ’ ἧς γίνεται, τίς τε ἡ πρόγνωσις ἐξ ἑκάστης
18. αὐτῶν. ἐπιβάλλειν δέ σε βούλομαι κατὰ τὰς ἀρτηρίας τοὺς
1. δακτύλους ἁπαλοὺς ὄντας, οὔτ’ ἐπιπολῆς ψαύοντας τήν γε
2. πρώτην οὔτε θλίβοντας βιαίως. εἶτ’ ἂν μὲν ἰσχυρῶς αἰσθάνῃ
3. πληττόμενος ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης, ἔτι καὶ
4. μᾶλλον ἐπιθλίβειν· ἐὰν δὲ αὐτὸ πράττοντος ἀναίσθητος ἡ
5. κίνησις γίγνηται, παντάπασιν ἐπιπολῆς ψαύειν. ἰσχυρὰν μὲν
6. γὰρ ἐνδείκνυται τὴν δύναμιν ὁ πρὸς τὴν θλίψιν ἀντιβαίνων
7. σφυγμὸς, ἀσθενῆ δὲ ὁ καταπίπτων τε καὶ νικώμενος. ἐνίους
8. γοῦν εὑρήσεις μεγίστους, ἐπιπολῆς ψαυόντων, μικροὺς δ’, εἰ
9. θλίψαις, φαινομένους· ἐνίοτε δ’ οὐδ’ ὅλως ἔτι σωζομένους,
10. ἀλλ’ ἀπολλυμένους παντάπασιν. ὥστ’ ἐκ τοῦ κατὰ τὴν θλίψιν
11. ποσοῦ τὸ ποσὸν τῆς κατὰ τὴν δύναμιν ἀσθενείας τε καὶ ῥώμης
12. διαγινώσκεσθαί σοι, μέγιστον ἀγαθὸν τῶν ἐν τοῖς σφυγμοῖς
13. ὑπάρχον. ἐὰν γοῦν ποθ’ εὕρῃς ἐπ’ ἀνθρώπου πυρετῶδες
14. νόσημα νοσοῦντος ἅμα τοῖς τῆς πέψεως σημείοις ἰσχυρὰν
15. τὴν δύναμιν, ἀκινδυνότητα τοῦτον ἔχειν ἴσθι, διὰ ταχέων δὲ
16. λύεσθαι τὴν νόσον. ἐὰν δὲ ἰσχυρὰ μὲν ἡ δύναμις ᾖ, τῆς δ’
17. ἐν τοῖς χυμοῖς πέψεως μηδὲν σημεῖον, ἐν χρόνῳ πλέονι νοσήσας
18. σωθήσεται, μεμνημένων ἡμῶν, ἃ καὶ χωρὶς ἀναμνήσεως
1. τῆς ἐμῆς οἱ νοῦν ἔχοντες ἴσασιν, ὡς ἅπαντα τὰ κατὰ
2. τὰς προγνώσεις λέγεται χωρὶς τοῦ τοὺς νοσοῦντας ἁμαρτεῖν,
3. ἤ τινα βλάβην ἔξωθεν γενέσθαι. μεγάλην δὲ ἔφην ἔχειν ἰσχὺν
4. ἐν τοῖς πυρετώδεσι νοσήμασι τὴν ῥώμην τῆς τὰς ἀρτηρίας κινούσης
5. δυνάμεως, ἣν καὶ ζωτικὴν ὀνομάζομεν, ἐπειδὴ πολλάκις,
6. ὅταν ὁ κίνδυνος ᾖ διὰ τὸ νευρῶδες γένος, οὐδὲν μέγα συμβάλλονται
7. τῆς ζωτικῆς δυνάμεως ὁ τόνος· ἀλλ’ ἐπισκεπτόμεθα
8. τηνικαῦθ’ ὅπως ἔχει ῥώμης ἡ ψυχικὴ δύναμις. ἄμεινον μὲν
9. οὖν ἀμφοτέρας ἐῤῥῶσθαι καὶ πρὸς αὐταῖς γε τρίτην τὴν φυσικὴν
10. ὀνομαζομένην, ἧς ἀρχὴ τὸ ἧπάρ ἐστιν· ὥσπερ τῆς μὲν
11. ζωτικῆς ἡ καρδία, τῆς ψυχικῆς δ’ ὁ ἐγκέφαλος. ἐπικρατεῖ δὲ
12. καθ’ ἕκαστον εἶδος νοσήματος εἰς τὸ τῆς προγνώσεως βέβαιον
13. ἡ τῆς οἰκείας δυνάμεως τῶν πεπονθότων μορίων ῥώμη. τοῦ
14. μὲν οὖν ἰσχυροῦ σφυγμοῦ τὸν τόνον, ὁποῖός τις ἐστὶ, θλίβων
15. διαγνώσῃ, συνεμφαινομένου μὲν αὐτῷ καὶ τοῦ μεγέθους
16. τῆς διαστολῆς ἀκριβῶς τε διαγινωσκομένου. βεβαία δὲ καὶ ἡ
17. γνῶσις γίνεται τῶν μεγάλων σφυγμῶν, ἐξ ἐπιπολῆς ψαυόντων·
18. ἴσθι δὲ μέγιστον σφυγμὸν ἐκεῖνον, ὃς ἂν κατὰ πολλὰ
1. μέρη τῆς ἀρτηρίας ψαύῃ, ἤτοι μήκους, πλάτους καὶ βάθους·
2. ὡς καὶ μακρὸν, ὃς ἂν κατὰ τὸ μῆκος ἐπικρατοῖ, καὶ πλατὺν,
3. ὃς ἂν κατὰ τὸ πλάτος, καὶ ὑψηλὸν παραπλησίως, ὅταν κατὰ
4. τὸ ὕψος· εἴρηται δὲ καὶ βάθος. ὥσπερ δ’ ἐν ὅλῳ τῷ πρώτῳ
5. περὶ διαγνώσεως σφυγμῶν ὑπὲρ τοῦ κατὰ τὴν συστολὴν αἰσθητοῦ
6. τε καὶ ἀναισθήτου, οὕτως ἐν τῷ δευτέρῳ περὶ τῆς
7. κατὰ τὸ μέγεθός τε καὶ μικρότητα διαφορᾶς ἐπιδέδεικται, δεικνύντος
8. μου παραβάλλειν χρῆναι τὸ ποσὸν τῆς κατὰ τὸν κύκλον
9. διαστολῆς τῆς ἀρτηρίας, τὸ κατὰ τὸ περιὸν εὑρεῖν, καὶ
10. ζητεῖν εἰς ὅσον ἐξαίρεται (C. ἐξαιρεῖται) μέγεθος ἀρτηρία εὐρυτάτη
11. τῇ στενοτάτῃ (F. add. συμβαλλομένη V. L. collata).
12. κατὰ ταὐτὸν οὖν κἀπὶ τῶν παίδων ἔνιοι τὸν σφυγμὸν εἶναι
13. μικρὸν λέγουσι, οὐ τῇ κατὰ τὴν ἀρτηρίαν εὐρυχωρίᾳ παραβάλλοντες
14. τὴν διαστολὴν, ἀλλὰ τῇ τῶν ἀκμαζόντων· ὡς ἐάν
15. γε λογίσηταί τις, ὁπηλίκη κατὰ κύκλον οὖσα τῶν παίδων ἡ
16. ἀρτηρία τὸν σφυγμὸν πηλίκον ἐργάζεται, γνώσεται ὅτι καλῶς
17. ὁ Ἡρόφιλος ἔφη τὸν σφυγμὸν αὐτῶν ἱκανὸν εἶναι τῷ
18. μεγέθει. δύο μὲν δή σοι ταῦτα γένη σφυγμῶν ἐν τῇ διαστολῇ
1. τῆς ἀρτηρίας ὑποπεσεῖται καθ’ ὃν εἴρηται τρόπον ἐπιβάλλοντι
2. τοὺς δακτύλους, τὸ μὲν ἕτερον ἐν ποσότητι μήκους καὶ
3. πλάτους καὶ βάθους, τὸ δ’ ἕτερον ἐν τῷ τῆς πληγῆς εὐτόνῳ.
4. καὶ καλεῖν γ’ ἔξεστί σοι τὸν ἰσχυρῶς πλήττοντα τὴν ἁφὴν ὅτῳ
5. περ ἂν ἐθέλῃς ὀνόματι. καὶ γὰρ ἰσχυρὸν καὶ σφοδρὸν εὔτονόν
6. τε καὶ ῥωμαλέον ὀνομάζων οὐδὲν βλάψεις τὰ τῆς τέχνης
7. ἔργα. καλοῦμεν δ’ ἡμεῖς αὐτὸν σφοδρὸν τοῖς πρὸ ἡμῶν ἑπόμενοι
8. ὁμοίως σφυγμόν· καὶ ὅτι μάλιστα σύνθετός ἐστιν ἡ τῆς
9. σφοδρότητος νόησις ἐξ ἰσχύος τε καὶ τόνου. ἐπεὶ δὲ τὸ προγινώσκειν
10. ὀρθῶς οὐκ ἐκ τῆς τῶν ὀνομάτων, ἀλλ’ ἐκ τῆς τῶν
11. πραγμάτων ἀκριβοῦς γνώσεως γίνεται, χρήσθω μὲν ἕκαστος ὡς
12. ἂν βούληται τοῖς ὀνόμασι, σπουδαζέτω δὲ τὴν τῶν πραγμάτων
13. ἐπιστήμην. ὥσπερ δὲ ὁ σφοδρὸς σφυγμὸς ἀεὶ ῥώμην ἐνδείκνυται
14. δυνάμεως, οὕτως ὁ σκληρὸς ἤτοι τετάσθαι τὴν ἀρτηρίαν
15. ἢ σκληρὰν γεγονέναι, εἰ μὴ ἄρα καὶ τὸ τεταμένον σῶμα
16. φαίη τις ἐξ αὐτοῦ τετάσθαι γεγονέναι σκληρόν· οὕτως γὰρ ὁ
17. σκληρὸς ἀεὶ δηλώσει τὴν κατάστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας
18. ποιότητα. φαίνεται δ’ οὖν ὁ τοιοῦτος σφυγμὸς ἐπὶ φλεγμοναῖς
1. ἢ ἐμφράξεσιν ἢ πληρώσεσιν ἢ τάσεσι τῶν νευρωδῶν μορίων,
2. ἢ ἐπὶ σκίῤῥοις οὐ μόνον τῶν νευρωδῶν, ἀλλὰ καὶ τῶν ἄλλων,
3. ἐὰν ᾖ κύρια. καὶ γὰρ ἧπαρ καὶ γαστὴρ καὶ σπλὴν καὶ μήτρα
4. τοιοῦτον ἐργάζονται τὸν σφυγμὸν, ὅταν σκιῤῥωθῶσι. γίνεται
5. δὲ καὶ διὰ ψύξιν ἰσχυρὰν καὶ ξηρότητα, καὶ ὅταν γέ σοι
6. κατὰ πρώτην εἴσοδον ὁ σφυγμὸς φανῇ τὸ μαλακὸν οὐκ ἔχων
7. τῆς προσβολῆς τοιοῦτον ὁποῖον ἐν τῷ κατὰ φύσιν ἔχει, τῶν
8. εἰρημένων τι παθῶν ἐννόει κατὰ τὸν ἄνθρωπον εἶναι. διακρινεῖς
9. δὲ τί ποτ’ ἐστὶν ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν
10. προηγησαμένων αἰτίων, οἷον εἰ ψυχρὸν πόμα παρὰ τὸ ἔθος,
11. ἢ ἐν ὕδατι ψυχρῷ διατριβὴ πολυχρόνιος, ἢ ἐν ἀέρι τοιούτῳ,
12. καὶ μάλιστα μὴ προηραιωμένου τοῦ σώματος. ἀλλὰ καὶ δοῦλόν
13. τις πλήξας τῇ χειρὶ, καὶ θλάσας τοῦ μέσου δακτύλου
14. τὸν κατὰ τὸ πρῶτον ἄρθρον τένοντα, κατὰ συντυχίαν ἑτέρων
15. αἰτίων ἐπύρεξεν. εὑρὼν δ’ ἐγὼ τὸν σφυγμὸν αὐτοῦ σαφῶς
16. ἐνδεικνύμενον τετάσθαι τὴν ἀρτηρίαν, ἰδὼν δὲ καὶ τὴν
17. χεῖρα περιβεβλημένην ἐρίῳ, τί ποτ’ ἐστὶ κατ’ αὐτὴν ἠρόμην.
1. ὁ δὲ οὐδὲν ἔφη πρᾶγμα κατά γε τοῦθ’ ὑπάρχειν αὐτῷ· πληγεὶς
2. γὰρ ἐκ τοῦ πατάξαι τινὰ, κηρώτιον ἐπιτεθεικέναι σύνηθες
3. αὐτῷ. ἐγὼ μὲν οὖν οὐδεμίαν ἑτέραν αἰτίαν εὑρίσκων τῆς
4. κατὰ τὸν σφυγμὸν τάσεως, ἐκέλευον ὑπαλλάξαι τὴν θεραπείαν
5. τοῦ δακτύλου, καὶ χρῆσθαι τῇ πρὸς τὰ τοιαῦτα πάθη
6. τῶν νεύρων ἀγωγῇ. καταφρονήσας δέ μου τῆς συμβουλῆς ὁ
7. ἄνθρωπος ἐσπάσθη διὰ τῆς ἐπιούσης νυκτός. καὶ πλευριτικοῖς
8. τε καὶ φρενιτικοῖς καὶ ὅσοις αἱ φρένες φλεγμαίνουσι
9. σκληρὸς ὁ σφυγμὸς φαίνεται, τετάσθαι τὴν ἀρτηρίαν ἐνδεικνύμενος.
10. ὥσθ’ ὅταν ἀμφίβολος ᾖ τῶν παθῶν τούτων ἡ διάγνωσις
11. ἔτ’ ἀρχομένων, οὐ σμικρὰν ἕξεις μοῖραν ἐπὶ διάγνωσιν
12. αὐτῶν ἐκ τῶν τοιούτων σφυγμῶν. εἰ δὲ πρὸς ἤδη νοσοῦντα
13. χρονίως παραγένοιο νῦν πρῶτον εἰσαχθεὶς, ἐὰν ὁ σφυγμὸς
14. αὐτοῦ φαίνοιτό σοι σκληρὸς, ἐπισκέπτου σκιῤῥουμένην ἤδη
15. φλεγμονὴν σπληνός. ἐνδείξεται δ’ αὐτὴν καὶ ἡ χροιὰ τοῦ
16. προσώπου, καθάπερ γε κἂν ἧπαρ ᾖ τι τοιοῦτον πεπονθὸς,
17. ἴδιον γὰρ ἐφ’ ἑκατέρων τῶν σπλάγχνων γίνεται τὸ χρῶμα,
18. τῷ τετριμμένῳ σαφῶς ἐνδεικνύμενον, ὃ πρότερον πέπονθεν.
1. ἀλλ’ οὐ νῦν ὁ περὶ τούτου λόγος· ὅσα γὰρ ἐκ σφυγμοῦ εἰς
2. πρόγνωσίν ἐστι χρήσιμα, ταῦτα νῦν ἡμῖν πρόκειται διελθεῖν.
3. ἐὰν οὖν ἴδῃς οὐ προτεθεαμένος τὸν ἄῤῥωστον ἐν πυρετώδει
4. νοσήματι καθεστῶτα, χωρὶς τοῦ πεπονθέναι τὴν ἄνωθεν ἀρχὴν,
5. ἐπανελθόντος δὲ ὁ σφυγμὸς φαίνηται σκληρὸς, ἢ ὕδωρ
6. ψυχρὸν οὗτος ἔπιεν ἢ ὀπώραν ψύχουσαν ἐν τῷ μεταξὺ χωρισθέντος
7. σου προσηνέγκατο. ταυτὶ μὲν οὖν ἴσθι γενόμενα.
8. σφοδρὸν δὲ ὅταν εὑρίσκῃς ὁμαλόν τε καὶ μέγαν σφυγμὸν, ἅμα
9. τῷ κατὰ φύσιν ἔχειν τὸν χιτῶνα τῆς ἀρτηρίας, μέγιστον τοῦτο
10. σημεῖον εἰς σωτηρίαν τοῦ κάμνοντος ἔστω. τὸ γάρ τοι τοῦ
11. τάχους ἢ τῆς βραδυτῆτος ἐπὶ τῶν οὕτως ἐχόντων οὐδὲν μέγα
12. νῦν ἐνδείξεται πρὸς σωτηρίαν ἢ θάνατον· ἀλλὰ τὸ μὲν τάχος
13. ἐπὶ θερμασίᾳ μείζονι γιγνόμενον εὕρῃς, τὴν βραδυτῆτα δὲ
14. ἐπὶ ψύξει. ταυτὶ μὲν οὖν ἐν πυρετώδει νοσήματι κατὰ τὸν
15. εἰρημένον σφυγμὸν οὐχ οἷόν τε γενέσθαι. τὸ τάχος δὲ συνεχέστατα
16. γίνεται, καὶ τὰ πολλὰ δὲ ἐν τοῖς ἀκινδυνοτάτοις πυρετοῖς,
17. ὧν εἰσὶ καὶ οἱ γνήσιοι τριταῖοι. μεγάλοι γάρ εἰσιν ἐπ’
1. αὐτῶν οἱ σφυγμοὶ καὶ ταχεῖς κατὰ τὴν ἀκμὴν τῶν παροξυσμῶν,
2. γίνεται δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας. εἴρηται δὲ ἐν τοῖς
3. περὶ διαγνώσεως σφυγμῶν κατὰ τὸ τρίτον καὶ τοῦ δευτέρου
4. τὰ πρῶτα περὶ τῆς τοῦ τάχους διαγνώσεως, ἐπιδεικνύντος
5. μου σφαλλομένους τοὺς ἄνευ τοῦ συνεπιβλέπειν τὸ μέγεθος
6. τῆς διαστολῆς ἐκ τοῦ χρόνου μόνου τῆς κινήσεως ἀποφαινομένους
7. τι περὶ βραδυτῆτος ἢ τάχους σφυγμῶν· οὐ γὰρ ἁπλῶς
8. ὁ ἐν ἐλάττονι χρόνῳ διαστελλομένης τῆς ἀρτηρίας γινόμενος
9. σφυγμὸς ὠκύτερός ἐστι τοῦ πλέονι χρόνῳ διαστελλομένης ἀποτελουμένου·
10. δυνατὸν γὰρ ἐν βραχυτάτῃ διαστολῇ, καίτοι μὴ
11. ταχέως κινουμένης τῆς ἀρτηρίας, ὀλιγοχρόνιον γενέσθαι τὸν
12. σφυγμόν· ὥσπερ αὖ πάλιν ἐν μεγίστῃ μὲν, ἀλλὰ κινουμένης
13. ταχέως, πολυχρόνιον. ἄμεινον οὖν ἔφην εἶναι τῷ ῥοίζῳ τῆς
14. κινήσεως προσέχειν, οὐ ποσότητι χρόνου τῆς ὅλης διαστολῆς.
15. ὁ μὲν οὖν ταχὺς ἐπὶ πλήθει γίνεται θερμασίας, ἐῤῥωμένης
16. δηλονότι τῆς δυνάμεως, ὁ δὲ βραδὺς ἐπὶ ψύξει· καὶ ὅταν γε
17. βραδὺς ἅμα καὶ σμικρὸς καὶ ἄτονος ὁ σφυγμὸς ᾖ, πλησίον
18. ἥκουσι θανάτου· μέμνησο δ’ ἐν πᾶσι τοῖς οὕτω λεγομένοις
1. τῆς κατὰ τὰς ἡλικίας διαφορᾶς· οὐ γὰρ μόνον φλεβοπαλία
2. παιδικὴ γέροντι κακὸν, ἀλλὰ γεροντικὴ παιδί. δέκα γοῦν χρόνων
3. τῶν πρώτων, ὡς Ἡρόφιλος ἐμέτρει τοὺς σφυγμοὺς, εἰ
4. παιδίῳ γεννηθείη ποτὲ τὸ μεταξὺ δύο πληγῶν διάστημα, ψύξεως
5. ἐσχάτης καὶ διὰ τοῦτο καὶ νεκρώσεώς ἐστι σημεῖον· ὡσπερεὶ
6. γέροντι πάλιν παιδίων σφυγμὸς, ἐν ᾧ τῆς διαστολῆς ὁ
7. χρόνος ἴσος ἐστὶ τῷ τῆς συστολῆς, ἐκπεπυρῶσθαι σημαίνει
8. τὴν φύσιν. ἀλλὰ τοῦτο μὲν οὐδ’ εἶδον ποτὲ, παιδίῳ δὲ πολλάκις
9. ὁ τοιοῦτος ὤφθη σφυγμός. ὅ γε μὴν τοῦ γέροντος ὅταν
10. οὕτω γένηται ταχὺς, ὡς τὸν μεταξὺ τῶν δυοῖν πληγῶν χρόνον
11. διπλάσιον εἶναι τοῦ τῆς πληγῆς, ἔστι μὲν οὖν καὶ τοῦτο σπάνιον,
12. ἀλλ’ οὐ προσωτέρω γ’ ἔτι προέρχεται· φθάνει γὰρ ἀποθνήσκειν.
13. εἰς τοῦτο δ’ ἀφικνούμενος, εἰς τὸν ἴδιον μὲν ἔρχεται
14. τῆς τοῦ κάμνοντος ἡλικίας σφυγμὸν, ἐφεξῆς δὲ ἐπὶ τὸν
15. ἀραιότερον. ἔνθα τις καὶ ἀπάτη γίνεται τοῖς ἀγυμνάστοις
16. περὶ τοὺς σφυγμούς. ὅταν ὑπὸ θερμασίας παμπόλλης εἰς τάχος
17. ἄμετρον ὡς πρὸς τὴν ἡλικίαν ὁ σφυγμὸς ἀφίκηται,
1. ξηρανθείσης ἐν τῇ τοιαύτῃ διαθέσει τῆς καρδίας εἰς τοσοῦτον
2. ὡς καὶ θανατώδη δυσκρασίαν ἔχειν, ἀναγκαῖόν ἐστι τὴν θερμασίαν
3. ταύτην ἐναποσβεσθῆναι τῇ κατὰ φύσιν· εἰκότως οὖν
4. ἐν τούτῳ τῷ καιρῷ βραδύτερος ὁ σφυγμὸς γίνεται, καί τις, ὡς
5. ἔφην, δόξει πρὸς τὸ κατὰ φύσιν αὐτὸν ἐπανέρχεσθαι, καίτοι
6. γε ὁδοιποροῦντα πρὸς νεκρώδη ψύξιν, οὐ γεροντικὴν κρᾶσιν.
7. ὅ γε μὴν διορισμὸς τῶν τε πρὸς τὸ κατὰ φύσιν ἐπανερχομένων
8. σφυγμῶν καὶ τῶν ἐπὶ θάνατον ἰόντων οὐ χαλεπός. ἀμυδρότερος
9. γὰρ τοῦ ἔμπροσθεν ἀεὶ καὶ μᾶλλον τῶν ὀλεθρίως ἐχόντων
10. ἀποτελεῖται σφυγμός. καὶ τούτῳ μάλιστα πρόσεχε τῷ
11. γνωρίσματι κατὰ τὰς ἀμφιβόλους ἁπάσας διαθέσεις, μὴ τρεῖς
12. ἢ τέτταρας μόνας διαστολὰς τῆς ἀρτηρίας σκοπούμενος, ἀλλ’
13. ὅταν ἐν τοσαύταις ἀμυδρὸς ᾖ, περιμένων ἑτέρας. ὁρᾶται γὰρ
14. ἔσθ’ ὅτε ὁ πέμπτος ἢ ὁ στ΄ ἐπ’ αὐταῖς εὔτονος· ὅπερ ὅταν
15. εὑρήσεις, γίνωσκε τὴν δύναμιν οὐ κατὰ τὸν ἑαυτῆς λόγον ἀῤῥωστοῦσαν,
16. ἀλλ’ ὑπὸ πλήθους ἢ ἐμφράξεως ἢ θλίψεως ἤ τινος
17. ὅλως στενοχωρίας ἢ βάρους κωλυομένην εὐῤῥώστως κινεῖσθαι,
1. παραπλησίως τοῖς ἰσχυροῖς ἀνθρώποις, ἐπειδὰν ἤτοι
2. γ’ ἐμποδίζωνται διὰ δεσμῶν ἢ ὑπὸ μεγεθῶν φορτίου βαρύνωνται.
3. καὶ ὅταν γε τὴν μίαν ἐκείνην διαστολὴν εὔτονόν τε
4. καὶ ὑψηλὴν ποιῆται, γίγνωσκε τηνικαῦτα πρὸς τὴν τῶν λυπούντων
5. ἔκκρισιν ἐπεγειρομένην τὴν φύσιν. ἐὰν μὲν οὖν
6. ἱκανῶς ἰσχυρὸς ὁ ε΄ ἢ στ΄ παρεμπίπτῃ σφυγμὸς ἅμα τοῖς διὰ
7. τῶν οὔρων φαινομένοις τῆς πέψεως σημείοις, ἐγχωρεῖ σωθῆναι
8. τὸν ἄνθρωπον· ἐὰν δὲ χωρὶς πέψεως ἐπὶ τὴν ἔκκρισιν ἡ
9. φύσις ἐξορμήσῃ, τεθνήξεται κρινόμενος. ἐν περιπνευμονίαις δὲ
10. μάλιστα τοιοῦτοι φαίνονται σφυγμοί· λέγω δ’ οὐ τὴν κατὰ
11. σφοδρότητα καὶ ἀμυδρότητα μόνην ἀνωμαλίαν, ἀλλὰ καὶ τὴν
12. κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα. καὶ
13. χρὴ διδόναι πλέον ὀξιμέλιτος αὐτοῖς, ὀξυτέρου τὴν κρᾶσιν,
14. ἅμα τοῖς ἄλλοις ὅσα χωρὶς τοῦ τὸν πυρετὸν ἐξάπτειν τέμνει
15. τάχος χυμῶν. ὑπὸ τοιούτων γὰρ αἱ πλησίον τῆς καρδίας
16. ἀρτηρίαι φραττόμεναι τοὺς ἀνωμάλους ἐργάζονται σφυγμοὺς,
17. οὐ μόνον τὴν συστατικὴν ἀνωμαλίαν, ἀλλὰ καὶ κατὰ μίαν
1. διαστολήν· ὑπὲρ ἧς εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ
2. νῦν ἀναμνήσομεν ὑμᾶς αὐτούς. ὡς περὶ τῶν ἐν εἰσβολαῖς
3. πυρεκτικῶν παροξυσμῶν καὶ ἀναβάσεσι συνεδρευόντων σφυγμῶν
4. ὄντος ἡμῖν τοῦ λόγου, καὶ τῶν ἀνωμαλιῶν ἐμνημονεύσαμεν,
5. ὅσαι γίνονται πολλάκις ἐν τοῖς τοιούτοις καιροῖς κατὰ
6. μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα καὶ σφοδρότητα
7. καὶ ἀμυδρότητα.
⟨
(Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]
Synopsis librorum suorum sedecim de pulsibus
Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).
Synopsis librorum suorum de pulsibus, 21, ed. Kühn, 1825, vol. 9, p. 490-502. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:21
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩