Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 22, ed. Kühn, 1825, vol. 9, p. 502-508. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:22

8. Ἡ δὲ διὰ τὸν χιτῶνα τῆς ἀρτηρίας διαφορὰ
9. σφυγμῶν, καθ’ ἣν ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς εὑρίσκονται,
10. κατ’ οὐδέτερον τῆς ἀνωμαλίας φαίνεται. λέγω δὲ οὐδέτερον,
11. τό τε ἐν ἀθροίσματι πολλῶν ἐφεξῆς σφυγμῶν καὶ τὸ καθ’
12. ἕνα μόνον. ὅμως γε μὴν διὰ τὸν χιτῶνα σκληρυνθέντα γίνεταί
13. τις ἀνωμαλία κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας, ὅταν
14. ἥ τε χρεία τῆς γενέσεως τῶν σφυγμῶν ἐπείγῃ καὶ ἡ δύναμις εὔῤῥωστος
15. ᾖ. βιαζομένης μὲν γὰρ αὐτῆς διαστέλλειν τὸν χιτῶνα
16. τῆς ἀρτηρίας ὄντα σκληρὸν, ὁ κλονώδης ἀποτελεῖται σφυγμός.
1. ὁ δ’ αὐτὸς οὗτος γίνεταί ποτε καὶ δίκροτος, ὅταν τὸ φαινόμενον
2. μέρος τῆς ἀρτηρίας, ἅτε μὴ βαρυνόμενον ὑπὸ τῶν ἐπικειμένων
3. σωμάτων, εἰς ὕψος ἀρθῇ πρότερον, ὑπὸ δὲ τῶν
4. ἑκατέρωθεν αὐτοῦ βραδυνόντων περὶ τὴν ὁδὸν ἐκείνων ἀντισπασθῇ
5. πάλιν εἴσω διὰ τὴν σκληρότητα τοῦ χιτῶνος, εἶτ’ αὖθις
6. συνανενεχθῇ. διὸ καὶ μάλιστα φαίνεται γινόμενος ὁ τοιοῦτος
7. σφυγμὸς ἐφ’ ὧν τὸ μῆκος συνῄρηται· μακροῦ δ’ ὄντος
8. αὐτοῦ δίκροτος ὁ σφυγμὸς οὐδέποτε ὤφθη, καθάπερ οὐδ’ ὁ
9. κλονώδης βραχέος. ὁ γάρ τοι κλονώδης ἔοικε τῇ τῶν ἀκοντίων
10. καὶ ῥάβδων φορᾷ, κατὰ τὰ σμικρὰ μόρια τῆς ἀρτηρίας
11. οὕτως κινουμένων. κλονώδης δ’ ὑποπίπτει σφυγμὸς ἤτοι τοῖς
12. τέτταρσι δακτύλοις ἢ πάντως γε τοῖς τρισίν· ὅταν δὲ εἷς ἢ
13. δύο μόνον αἰσθάνωνται δάκτυλοι τῆς κινήσεως, ἡ τῶν ἑκατέρωθεν
14. μερῶν τῆς ἀρτηρίας ἀνωμαλία λανθάνει· πρὸς
15. τούτῳ δὲ καὶ τὸ μηδ’ ἀντισπᾶσθαι τὸ φθάσαν ἀναφέρεσθαι
16. μέρος ὑπὸ τῶν βαρυνόντων συμβαίνει. πάντα γὰρ ὁμοίως
17. ἔκκειται, πάνθ’ ὁμοίως ἠλευθέρωται τοῦ βάρους τῶν ἐπικειμένων σωμάτων.
1. ἅτε οὖν ἐνδεικνύμενος ὁ σφυγμὸς οὗτος καὶ
2. ῥώμην δυνάμεως καὶ πλῆθος θερμασίας, εἰκότως ἐνίοτε κρίσιν
3. ἐσομένην ἀγγέλλει· καὶ ὅσῳ γ’ ἂν μᾶλλον ᾖ κλονώδης,
4. τοσούτῳ μᾶλλον ἔλπιζε τὴν κρίσιν· πότερον δ’ ἀγαθὴν ἢ κακὴν,
5. ἀεὶ γὰρ τούτου μέμνησο, διὰ δὲ τῆς περὶ κρίσεων πραγματείας
6. μαθήσῃ. κυριώτατον δ’ ἐν αὐτοῖς ἐστιν ἡ πέψις τῶν
7. νοσοποιῶν χυμῶν, ἔν γε τοῖς πυρετώδεσι νοσήμασι· καὶ
8. γὰρ καὶ τούτου μέμνησο διαπαντὸς, ὡς εἰς τὰ τῆς ἄνωθεν
9. ἀρχῆς νοσήματα πέψις τῶν κατὰ τὰς φλέβας χυμῶν οὐδὲν
10. μέγα συμβάλλεται. τὸν μὴν ἐπ’ ἐκείνοις κίνδυνον ὅπως χρὴ
11. προγινώσκειν, ἔν τε τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν
12. ἔχεις κἀν τοῖς περὶ κρίσεων εἰρημένοις. ἐκ σφυγμῶν δὲ τοσοῦτον
13. εἰς τὴν ἐκείνων τῶν νοσημάτων διάγνωσίν τε καὶ πρόγνωσιν
14. ὄφελος, ὅσον ἐκ σκληροῦ καὶ μαλακοῦ λαβεῖν ἐστι,
15. καὶ λέλεκταί μοι πρόσθεν ὑπὲρ αὐτῶν· ἔστι δέ τις τῷ κλονώδει
16. σφυγμῷ κατὰ μὲν τὴν ἐν διαφέρουσι μορίοις ἀνωμαλίαν
17. ὁμοιότατος, ἐναντίος δὲ κατὰ τὴν τοῦ χιτῶνος ποιότητα.
1. σκληρὸς μὲν γὰρ ὁ κλονώδης, οὐ σκληρὸς δ’ ἐκεῖνός ἐστιν,
2. ἀλλ’ ἔτι καὶ τοῦ κατὰ φύσιν αὐτοῦ μαλακώτερος. ὀνομάζομεν
3. δὲ αὐτὸν κυματώδη, διότι κύμασιν ἐοικυῖαν ἔχει τὴν ἀνωμαλίαν.
4. φαίνεται δὲ ἐνίοτε μὲν εὔτονος μετρίως, ἐνίοτε δὲ τῶν
5. εὐτόνων τε καὶ ἀσθενῶν μεταξύ. εἴρηται δὲ ὅτι τὸν εὔτονον
6. σφυγμὸν σφοδρὸν ὀνομάζομεν, τοῖς ἔμπροσθεν ἑπόμενοι,
7. ὥσπερ καὶ τὸν ἄτονον ἀμυδρόν. οὗτος οὖν ὁ σφυγμὸς ὁ κυματώδης
8. ἱδρῶτα τὸ ἐπίπαν ἀγγέλλει, καὶ τοσούτῳ μᾶλλον,
9. ὅσῳ περ ἂν ᾖ μαλακώτερος μὲν, οὐκ ἄτονος δέ. παρεμπίπτοντος
10. δ’ αὐτῷ τοῦ ὑψηλοῦ, βεβαιότατον ἕξεις ἱδρῶτος
11. σημεῖον. ἀεὶ γὰρ οὗτος σημαίνει τινὰ ἔκκρισιν, μετὰ μὲν τοῦ
12. κυματώδους ἢ ἁπλῶς μεγάλου, οὐ μὴν σκληροῦ, κρισίμων
13. ἱδρώτων· μετὰ δὲ τοῦ κλονώδους ἢ ἁπλῶς σκληροῦ καταμηνίων
14. μᾶλλον ἢ αἱμοῤῥαγίας ἐκ ῥινῶν, ἢ δι’ αἱμοῤῥοΐδος, ἢ
15. γαστρὸς ἐκταραχθείσης. ἥτις δὲ τῶν ἐκκρίσεων ἔσται μᾶλλον,
16. ἐκ τῶν γεγραμμένων ἐν τοῖς περὶ κρίσεων διορίζου. ὅταν δὲ
17. ὁ κυματώδης οὗτος σφυγμὸς ἀμυδρὸς ᾖ, σκωληκίζων γίνεται, 
1. τὴν ὀνομασίαν εἰληφὼς ταύτην ἀπὸ τῆς κατὰ τὴν... ὁμοιότητος
2. τῆς πρὸς σκώληκα. τρεῖς γὰρ τούτους σφυγμοὺς οἱ πρὸ
3. ἡμῶν παρωνόμασαν ζώοις, δορκαδίζοντα, σκωληκίζοντα καὶ
4. μυρμηκίζοντα, διὰ τὸ τῆς κινήσεως ὅμοιον οὕτω θέμενοι τὰς
5. προσηγορίας. ἀλλὰ περὶ μὲν τοῦ δορκαδίζοντος ἐν τῇ τελευτῇ
6. τοῦ λόγου δεδήλωται· περὶ δὲ τοῦ σκωληκίζοντος ἄρτι λελέξεται,
7. διότι μικρότερος μέν ἐστι τοῦ κυματώδους, ἀμυδρὸς δὲ
8. ἀεὶ, καὶ διὰ τοῦτο μεταπίπτει ῥᾳδίως εἰς τὸν μυρμηκίζοντα,
9. τελειοτάτην ἀῤῥωστίαν δυνάμεως ἐνδεικνύμενον, ὥσπερ γε καὶ
10. ὁ κατὰ τὸ πρότερον μόριον τῆς ἀρτηρίας τὴν κίνησιν ἔχων
11. προτέραν, φαινομένην ὡς θηριδίου διέρποντος. ἀλλὰ τούτῳ
12. γ’ οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα τίθεται. γίνεται δ’ οὖν καὶ
13. αὐτὸς ἀσθενούσης τῆς δυνάμεως, καὶ εἰ μὴ φθάσει ῥωσθῆναι,
14. μεταπίπτει ῥαδίως εἰς τὸν μυρμηκίζοντα, πάντων σφυγμῶν
15. ἀμυδρότατον καὶ μικρὸν ὄντα, καὶ τοῦτο καὶ χείριστον, ὡς
16. ἀῤῥωστίαν δυνάμεως οἰκείαν ἐνδεικνύμενον, οὐ διὰ πλῆθος
17. βαρῦνον ἢ θλίψιν ἢ ἔμφραξιν. ἔστω δέ σοι μέγιστον γνώρισμα
1. πρὸς διορισμὸν δυνάμεως ὑπὸ θλίψεως ἢ ἐμφράξεως ἢ πλήθους
2. ἀδυνατούσης ἐξαίρειν εἰς μέγεθος τὴν ἀρτηρίαν ἡ κατὰ
3. τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν διαφορά. διὰ μὲν γὰρ τὸν
4. ἴδιον λόγον ἀῤῥωστούσης αὐτῆς, ὁμαλὸς ὁ σφυγμὸς διαμένων
5. κατὰ πάσας ἐφεξῆς τὰς διαστολάς· ὑπ’ ἄλλης δ’ αἰτίας ἐμποδιζόμενος
6. κινεῖσθαι τὴν κατὰ φύσιν κίνησιν, κίνησις ἀνώμαλος
7. γίνεται. ὅ γε μὴν σκωληκίζων καὶ πολὺ μᾶλλον ὁ μυρμηκίζων
8. οὐδ’ ὤφθησάν ποτε τὴν συστηματικὴν ἀνωμαλίαν ἀνώμαλοι
9. δι’ οἰκείαν ἀῤῥωστίαν δυνάμεως γινόμενοι. καθάπερ γε καὶ ὁ
10. φαντασίαν ἐκπέμπων θηριδίου διέρποντος· ὁποῖον ἐχρῆν διαφαίνεσθαι
11. τὸν σφυγμὸν, εἰ τὸ παρὰ καρδίας ἐπιπεμπόμενον
12. πνεῦμα, διὰ τῶν ἀρτηριῶν φερόμενον, αἴτιον ἐγίγνετο τῆς
13. διαστολῆς. ἐδείχθη δὲ ὅτι δυνάμεως, οὐχ ὕλης πνευματικῆς,
14. ἀπὸ τῆς καρδίας διάδοσις γίνεται τῶν χιτώνων τῶν ἀρτηριῶν·
15. καὶ ταύτης ἅπασαι μεταλαμβάνουσαι παραπλησίως τῇ καρδίᾳ
16. διαστέλλουσιν ἑαυτὰς, ἕλκουσαι πανταχόθεν ὅθεν ἂν δύνωνται
17. τὸ πληρῶσον αὐτῶν τὴν διαστολήν. ὡς δὲ Ἐρασίστρατος
18. ἔλεγεν, ὁ σφυγμὸς γίνεται φορᾷ τοῦ παρὰ καρδίας ἐπιπεμπομένου
1. πνεύματος διὰ τῶν ἐν ταῖς ἀρτηρίαις κοιλοτήτων.
2. ὄντων δὲ ζ΄ καὶ κ΄ σφυγμῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς, εἷς ἐξ
3. αὐτῶν, ὃς ἂν ἐλάχιστος ᾖ, μυρμηκίζων ὀνομάζεται. συμβέβηκε
4. δ’, ὡς ἔφην, αὐτῷ καὶ ἀμυδροτάτῳ πάντων εἶναι σφυγμῶν, καὶ
5. δι’ αὐτό γε τοῦτο καὶ μικροτάτῳ· καὶ διότι μικρότατός ἐστι,
6. διὰ τοῦτο καὶ πυκνότατος γίνεται. τῆς γὰρ δυνάμεως ἀῤῥωστούσης
7. ἐσχάτως, ἐλαχίστη κατὰ τὰς τρεῖς διαστάσεις ἡ διαστολὴ
8. γίνεται, συναιρουμένου τοῦ μήκους καὶ πλάτους καὶ
9. βάθους αὐτῆς εἰς ἐλάχιστον. εἴρηται δὲ ἡ αἰτία δι’ ἣν ἐν τοῖς
10. μικροῖς σφυγμοῖς τοὐπίπαν ἕπεται πυκνότης, ὡς διὰ τὸ κατά
11. τε τὴν δύναμιν καὶ τὴν χρείαν τῶν ὀργάνων ἐλλιπές. ὥσπερ
12. δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγη ἡ διαφορὰ κατὰ τὸν
13. μικρὸν γίνεται σφυγμὸν, οὕτως καὶ κατὰ τοὺς ἄλλους ἕξ
14. καὶ κ΄, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image