15. Νυνὶ δὲ προσθῶμεν τοὺς κατὰ μίαν διαστολὴν
16. σφυγμοὺς, ἐν διαφέρουσι δὲ μορίοις τῆς ἀρτηρίας τὴν
17. ἀνωμαλίαν ἔχοντας. ὧν εἰσι καὶ οἱ μύουροι καλούμενοι, κατὰ
1. μὲν τὸ πλησιέστερον τῆς καρδίας μέρος εἰς ὄγκον ἐξῃρμένην
2. τὴν διαστολὴν ποιούμενοι, κατὰ δὲ τὰ πόῤῥω μεμειωμένην·
3. ὥστε τριῶν ἐπιβεβλημένων αὐτῇ δακτύλων, ὅσῳ τοῦ πρώτου
4. δακτύλου κατὰ τὸν δεύτερον ἡ κίνησις ἐλάττων φαίνεται
5. καὶ πλάτει και βάθει, τοσούτῳ τοῦδε κατὰ τὸν τρίτον, ἐκλυομένου
6. δηλονότι τοῦ τόνου τῆς κινούσης τὴν ἀρτηρίαν δυνάμεως,
7. ἣν ἡ καρδία χορηγεῖ ἁπάσαις αὐταῖς. ἐνίοτε δὲ παραπλησίως
8. μὲν ὑποπίπτει τοῖς ἐπιβεβλημένοις δακτύλοις ὁ σφυγμὸς,
9. ἀλλ’ ἡ δευτέρα κίνησις τῆς πρώτης ἀμυδροτέρα φαίνεται,
10. καὶ μετ’ αὐτὴν ἡ τρίτη πάλιν ἀμυδροτέρα τῆς δευτέρας, εἶθ’
11. ἑξῆς ἡ τετάρτη καὶ πέμπτη, καὶ πᾶσαι κατὰ τὸ ἑξῆς ἀφαιροῦσι
12. μέχρις ἂν εἰς ἀκινησίαν ἀφίκωνται τελείαν ὡς πρὸς τὴν
13. ἡμετέραν αἴσθησιν. εἶτ’ ἀράντων τοὺς δακτύλους, καὶ βραχὺ
14. διαλειπόντων ἐπιτιθέντων τε πάλιν, αἴσθησις γίνεται κινήσεως.
15. ἐνίοτε δὲ καὶ χωρὶς τῆς ἄρσεως αὐτῶν ἐπανέρχεται πάλιν
16. ἡ κίνησις, ὡς αἰσθητὴν γίγνεσθαι. συμβαίνει δὲ καὶ τὰ
17. τοιαῦτα περὶ τοὺς σφυγμοὺς διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως,
18. μὴ φερούσης αὐτῆς τὴν ἐπιβολὴν τῶν δακτύλων, ἀλλ’ ὡς
1. ὑπὸ φορτίου νικωμένης τε καὶ καταπιπτούσης. διὸ καὶ μετριώτατα
2. προσήκει ψαύειν τηνικαῦτα, μᾶλλον ἐκ τῶν κάτω
3. μερῶν τῆς ἀρτηρίας ἐπιβάλλων τοὺς δακτύλους, περιστρέφοντος
4. τὴν χεῖρα τοῦ κάμνοντος. εἰ δ’ αὖ πάλιν ἐπιπολῆς ἀκριβῶς
5. ψαύοις, κατὰ θάτερον τρόπον οὐκ αἰσθήσῃ τῆς κινήσεως
6. διὰ τὴν σμικρότητα τῆς διαστολῆς. ἀκριβῶς οὖν σε χρὴ τηνικαῦτα
7. τῷ ποσῷ τῆς διαστολῆς, ὅ κατὰ τὴν ἐπιβολὴν τῶν
8. δακτύλων ἐποιήσω· καὶ οὕτως ἐν μέρει ποτὲ μὲν ἀνιέναι καὶ
9. κουφίζειν βραχὺ, ποτὲ δὲ θλίβειν, τῆς διαγνώσεως τῶν τοιούτων
10. σφυγμῶν κατορθουμένης ἐν ἀκριβεῖ συμμετρίᾳ τῆς τῶν
11. δακτύλων ἐπιβολῆς, διὰ τὸ τὴν μὲν ἐπιπολῆς ψαῦσιν οὐδέπω
12. διαγινώσκειν τὴν διαστολὴν τῆς ἀρτηρίας, ὅταν ἐπὶ βραχὺ γίγνηται,
13. τὴν δὲ ταύτης βιαιοτέραν ἀφανίζειν τε καὶ τελέως
14. ἀπολλύναι τὴν διάγνωσιν τῆς κινήσεως. ἔνιοί γε μὴν τῶν
15. τοιούτων σφυγμῶν, ὅταν ἀπόλλυνται μειωθείσης κατὰ βραχὺ
16. τῆς διαστολῆς, αὖθις ἐπανέρχονται, καὶ καλοῦμεν αὐτοὺς
17. μυούρους παλινδρομοῦντας. ἂν μὲν οὖν εἰς ἐσχάτην βραχύτητα
18. κινήσεως ἀφικόμενοι πάλιν αὐξήσωσιν αὐτὴν, αὐτὸ
1. τοῦτο νῦν εἰρημένον ἔχουσιν ὄνομα, μύουροι παλινδρομοῦντες.
2. ἐὰν δὲ εἰς ἀκινησίαν πάντη τελευτήσαντες ἐνταῦθα
3. στῶσι, μηκέτι αἰσθητὴν κίνησιν ποιησάμενοι, τοὺς τοιούτους
4. ἐκλείποντας ὀνομάζομεν· ἐὰν δὲ καὶ μετὰ τὴν ἀκινησίαν αὖθις
5. ἄρξονται κινεῖσθαι πάλιν, καὶ αὐτοὺς ὀνομάζομεν ἐκλείποντας
6. παλινδρομοῦντας. εὔδηλον δ’ ὅτι πάντες οἱ τοιοῦτοι σφυγμοὶ
7. γίνονται δι’ ἀῤῥωστίαν δυνάμεως, ἐνίοτε μὲν αὐτῆς μόνης
8. κατὰ τὸν ἴδιον ἀῤῥωστούσης, ἐνίοτε δὲ καὶ διά τι πλῆθος ἢ
9. θλίψιν ἢ ἔμφραξιν τῶν πλησίον τῆς καρδίας ἀρτηριῶν, ὡς
10. μικτὴν ἀποτελεῖσθαι διάθεσιν. καὶ εἰ μὴ παντάπασιν ὁ σφυγμὸς
11. ἐπ’ αὐτῶν ἀμυδρός τε καὶ μικρὸς ἐγένετο, σαφῶς ἂν ἐφαίνετο
12. κατὰ μίαν διαστολῆς ἀνωμαλίαν· νῦν δὲ οὐ φαίνεται διὰ
13. τὴν ταπεινότητα τῆς κινήσεως, ἣν ποιεῖται κατὰ τὴν διαστολὴν
14. ἡ ἀρτηρία. διὸ καὶ πυκνοὶ τοὐπίπαν εἰσὶν οἱ τοιοῦτοι
15. σφυγμοὶ κατ’ ἐκεῖνο τὸ γένος τῆς πυκνότητος, ὃ τοῖς ἀναίσθητον
16. ἔχουσι τὴν συστολὴν φαίνεται. διττῶς γὰρ ἔφαμεν
17. γίνεσθαί τε καὶ λέγεσθαι πυκνὸν τὸν σφυγμὸν, ἤτοι τῆς συστολῆς
18. τῶν πρώτων μερῶν αἰσθανομένων ἡμῶν ἢ μηδ’ ὅλως
1. αἰσθητῆς οὔσης αὐτῆς. ἐὰν οὖν αἰσθανώμεθα τῶν πρώτων
2. τῆς συστολῆς, ὁ μεταξὺ χρόνος τοῦ τε τῆς διαστολῆς πέρατος
3. καὶ τῆς ἀρχῆς τῆς συστολῆς, ἀραιὸν ἢ πυκνὸν ἐργάζεται τὸν
4. σφυγμόν. ἐπεὶ δὲ καὶ χρόνου τὶ καὶ μεγέθους διαστολῆς ἔχειν
5. χρὴ τὴν ἀρτηρίαν εἰς αἴσθησιν τῶν πρώτων τῆς διαστολῆς,
6. ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἀμυδρῶν τε καὶ μικρῶν σφυγμῶν
7. ἄγεσθαί ποθ’ ἡμᾶς αὐτούς· ὥστ’ ἐπὶ τούτων ὁ τῆς ἐντὸς
8. ἠρεμίας χρόνος ἀδιάγνωστος ἔσται. καὶ διὰ τοῦθ’ ὅλος ὁ συγκείμενος
9. ἔκ τε τούτου καὶ τοῦ τῆς συστολῆς καὶ τῆς μετ’ αὐτὴν
10. ἡσυχίας καὶ τῶν πρώτων τῆς αἰσθητῆς συστολῆς ἀναίσθητος
11. γινόμενος, ἤτοι πυκνὸν ἢ ἀραιὸν ἐργάζεται τὸν σφυγμόν.
12. ἀλλὰ περὶ μὲν τοῦ διὰ τὴν ποσότητα τῆς ἐκτὸς ἠρεμίας
13. ἀραιοῦ καὶ πυκνοῦ κατὰ τὸ πρὸ τούτου δεδήλωται γράμμα·
14. περὶ δὲ τοῦ νῦν εἰρημένου πυκνοῦ καὶ ἀραιοῦ λέγειν ἤδη καιρὸς,
15. ἀναμνησθέντων ἡμῶν πρότερον τῶν δεδειγμένων ἐν τῇ
16. περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ. τὴν γὰρ ὡς
17. ἂν εἴποι τις αἰτίαν συνεκτικὴν πυκνότητος σφυγμῶν ἐδείκνυμεν
18. εἶναι τὸ τῆς διαστολῆς ἐλλιπές· ἐπειδή περ, ὅταν μὲν ᾖ
1. χρεία τῆς ἐνεργείας, ταύτης πληρωθείσης σύμμετρον ἡσυχάζει
2. χρόνον ἡ ἀρτηρία, μὴ πληρωθείσης δὲ τῆς χρείας διὰ τὸ τῆς
3. διαστολῆς ἐλλιπὲς ἀναγκάζεται τῆς δευτέρας κινήσεως πρωϊαίτερον
4. ἄρχεσθαι. ἐπεὶ τοίνυν ἐν τοῖς μικροῖς πάνυ σφυγμοῖς
5. ἀπλήρωτος ἡ χρεία γίνεται τῆς διαστολῆς, ὅσον ἐνδεῖ, τοῦθ’ ἡ
6. φύσις ἐκπληροῦν ἀναγκαζομένη τῆς δευτέρας κινήσεως ἄρχεται
7. πρωϊαίτερον. εἰς ὅσον δὲ ὁ μεταξὺ χρόνος τῶν διαστολῶν
8. γίνεται βραχύτερος, εἰς τοσοῦτο πυκνότερος ὁ σφυγμὸς φαίνεται.
9. ἐλλιπὴς δὲ τῆς διαστολῆς ἡ χρεία γίνεται κατὰ τοὺς
10. μικροὺς σφυγμοὺς διὰ τὴν μικρότητα. καὶ τοῦτ’ ἐξ ἀνάγκης
11. ἕπεται διαπαντός· οὐχ ὥσπερ ἐπὶ τῶν μεγάλων ἔστιν ὅτε.
12. πλῆθος γὰρ ἐπὶ τούτων εἶναι χρὴ θερμασίας ἢ δαπάνην
13. ψυχικοῦ πνεύματος, ἵνα ὁ σφυγμὸς γένηται πυκνός. ᾧ λόγῳ
14. πάλιν, ἐφ’ ὧν αἰσθητὴ τῆς ἀρτηρίας ἐστὶν ἡ συστολὴ, βραχὺς
15. μεταξὺ χρόνος γίνεται τοῦ τε τῆς ἀποχωρήσεως αἰσθητοῦ
16. πέρατος καὶ τῆς ἀρχῆς τῆς διαστολῆς. οὗτος μὲν οὖν ὁ χρόνος
17. συναναιρεῖται σπευδούσης τῆς φύσεως ἐπὶ τὴν διαστολὴν,
18. ἔνθα χρεία τῆς ἀρτηρίας ἐστὶν ἐπισπᾶσθαι πλέονα τὸν ἔξωθεν
1. ἀέρα· καὶ γίνεται τοῦθ’, ὡς ἔφην, διὰ πλῆθος θερμασίας ἢ
2. δαπάνην πνεύματος. ὁ δ’ ἕτερος χρόνος ὁ τῆς ἐκτὸς ἠρεμίας
3. βραχύνεται κατ’ ἐκείνας τὰς διαθέσεις, ἐν αἷς ἡ φύσις ἐπείγεται
4. λιγνυώδη τε καὶ καπνώδη περιττώματα κατὰ τὰς ἀρτηρίας
5. ἠθροισμένα κενῶσαι. καὶ διὰ τοῦτ’ ἐν τῷ πρὸ τούτου γράμματι
6. βεβαιότατον ἔφην εἶναι σημεῖον εἰσβολῆς παροξυσμῶν
7. πυρεκτικῶν ἐπὶ σήψει χυμῶν γιγνομένων ὀλιγοχρόνιον μὲν
8. εἶναι τὴν ἐκτὸς ἡσυχίαν, ταχυτέραν δὲ τὴν κίνησιν τῆς
9. συστολῆς.
⟨
(Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]
Synopsis librorum suorum sedecim de pulsibus
Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).
Synopsis librorum suorum de pulsibus, 23, ed. Kühn, 1825, vol. 9, p. 508-514. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:23
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩