Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 25, ed. Kühn, 1825, vol. 9, p. 515-519. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:25

5. Καί πως πάλιν ὁ λόγος ἤδη πρὸς τὸ μικρῷ
6. πρόσθεν ἀναβληθὲν ἥκει περὶ τῶν ἐν τῷ διαγράμματι ζ΄ καὶ κ΄
7. σφυγμῶν, ὧν ἡ γένεσις ὡς ἐπὶ στοιχείοις ἐστὶ τοῖς ἐννέα
8. σφυγμοῖς, τρισὶ μὲν τοῖς κατὰ τὸ μῆκος τῆς ἀρτηρίας θεωρουμένοις,
9. τρισὶ δὲ κατὰ τὸ πλάτος, καὶ τρισὶν ἄλλοις τοῖς
10. κατὰ τὸ βάθος. ἐκ γὰρ τῆς τούτων πρὸς ἀλλήλους ἐπιμιξίας
11. ἅπασαι συζυγίαι γίνονται τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσιν· ὧν
12. μία μὲν κατὰ τὸ μῆκος, περὶ ἧς ἀρξάμεθα λέγειν ἄρτι, δεικνύντες
13. αὐτὴν φαίνεσθαι διά τε τὴν ἐν πάχει καὶ λεπτότητι
14. διαφορὰν τοῦ σώματος, ἀῤῥωστίαν τε καὶ ῥώμην δυνάμεως,
15. ἐκ τούτου δὲ πρὸς τοῖσδε θερμασίαν πολλήν· εἰ δὲ εἰς δύο
16. κεφάλαια τὸν λόγον ἀναγαγεῖν ἐθέλεις, διά τε τὴν κατὰ κύκλον
17. τῆς ἀρτηρίας γινομένην ἧττον ἢ μᾶλλον διαστολὴν καὶ 
1. διὰ λεπτότητα καὶ πάχος τοῦ σώματος. ὅσον μὲν γὰρ ἐπ’
2. αὐτῇ τοῦ πράγματος τῇ φύσει πάντων οἱ σφυγμοὶ γίνονται
3. κατὰ τὸ μῆκος ἴσοι, πλὴν εἴ ποτ’ ἤδη τῶν ἀποθνησκόντων
4. ἀπέψυκται τὰ κῶλα· φαίνονται δ’ οὐκ ἴσοι διὰ τὸ τῶν ἐπικειμένων
5. σωμάτων ταῖς ἀρτηρίας ἄνισον. τῶν γοῦν ἐκτετηκότων
6. ἐν χρονίοις νοσήμασιν ἡ κατὰ ῥάχιν ἀρτηρία φαίνεται
7. σφύζουσα, τῆς χειρὸς ἐπιβαλλομένης τῷ καθ’ ὑπογάστριον
8. δέρματι· καὶ μᾶλλόν γε τοῖς ἰσχνοῖς φύσει συμβαίνει τοῦτο,
9. καὶ πολὺ μᾶλλον, ὅταν πυρέξωσιν ἢ οἶνον πίωσιν, ὡς ἂν
10. εἰς μέγεθος αὐτοῖς ἐξαιρομένης τῆς διαστολῆς. ἔμπαλιν δὲ
11. τοῖς παχέσι, κἂν ἰσχυροὶ τὴν δύναμιν ὦσι καὶ ὑπέρθερμοι,
12. βραχὺς ὁ σφυγμὸς γίνεται κατὰ τὸ ἀρτηρίας μῆκος. ὥσθ’ ἡ
13. μὲν ἰσχνότης τοῦ σώματος εἰς τὸ μῆκος τοῦ σφυγμοῦ συντελεῖ
14. τῶν ἄλλων ἁπάντων μάλιστα, δευτέρα δ’ ἐπ’ αὐτῇ ῥώμη δυνάμεώς
15. ἐστι καὶ τρίτη θερμασία. τὰ δ’ ἐναντία τῶνδε τὸν
16. ἐναντίον ποιεῖ σφυγμὸν, ὃν ἔφην καλεῖσθαι βραχύν. ὁ δὲ στενὸς
17. σφυγμὸς γίνεται διὰ στενοχωρίαν τῶν περικειμένων χωρίων
1. τῆς ἀρτηρίας, ἀῤῥωστίαν τε δυνάμεως καὶ ψύξιν ὀργάνου τε
2. σκληρότητα καὶ δέρματος ῥυσότητα καὶ πάχος. ὁ δὲ ὑψηλὸς
3. τὰ ἐναντία, ῥώμην δυνάμεως, θερμασίαν πολλὴν, ὀργάνου
4. μαλακότητα, δέρματος λεπτότητα καὶ τάσιν. εὔδηλον δ’ ἐκ
5. τῶν εἰρημένων ὅτι τοῦ τεσσαρεσκαιδεκάτου κατὰ τὸ διάγραμμα
6. σφυγμοῦ, τοῦ καὶ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ
7. βάθος ἔχοντος σύμμετρον, ἤτοι πάντα κατὰ φύσιν ἐστὶν, ἢ
8. καί τις ἐξ ὑπεναντίων μίξις εἰς μέσην κατάστασιν ἄγει τὴν
9. διαστολήν. ἐγχωρεῖ γὰρ τῷ κάμνοντι τοσοῦτον τὴν δύναμιν
10. ἀσθενεστέραν εἶναι κατά τινα καιρὸν ὅσον καὶ τὴν τοῦ σώματος
11. ἕξιν ἰσχνοτέραν, ὥσθ’ ὅσον εἰς βραχύτητα διὰ τὴν
12. ἀῤῥωστίαν τῆς δυνάμεως ἧκεν ὁ σφυγμὸς, τοσοῦτον ἐκ τῆς
13. ἰσχνότητος προστίθεσθαι. δυνατὸν δὲ καὶ διὰ πλῆθος θερμασίας
14. ὅσον τούτοις ἐκλέλοιπεν ἀναπληροῦσθαι, πάλιν δ’
15. αὖ κατὰ τἀναντία τῆς δυνάμεως εὐῤῥωστοτέρας γενομένης,
16. ὅσον εἰς τὸ μῆκος ἂν ἐπέδωκεν ὁ σφυγμὸς, τοσοῦτον καὶ πολυσαρκίαν
17. ἀφαιρεῖσθαι. δυνατὸν δὲ καὶ τὸν εἰς μῆκος ηὐξημένον
18. ὅσον ἐπὶ τοῖς ἄλλοις αἰτίοις βραχύτερον γενέσθαι
1. διὰ ψύξιν. ὑπολογιστέον δέ τι καὶ τῇ τοῦ χιτῶνος σκληρότητι
2. κατὰ τὰς τοιαύτας ἐπισκέψεις. ἀλλ’ ἐὰν ὅσον ἐπὶ τοῦτο κατὰ
3. φύσιν ἔχῃ, καὶ μήτε εἰς εὐσαρκίαν ἢ ἰσχνότητα φαίνηται μεταβολὴ
4. γεγονυῖα, μήτε εἰς ἀμυδρότητα καὶ σφοδρότητα τροπή
5. τις, ἀλλ’ ἐν τούτοις ἔχῃ κατὰ φύσιν, ἐὰν σύμμετρος φαίνηται
6. καὶ μῆκος καὶ βάθος καὶ πλάτος, ἐνδείξεταί σοι μήτε θερμασίαν
7. εἶναι πλείονα κατὰ τὸ σῶμα μήτε δαπάνην πνεύματος
8. ψυχικοῦ. ταυτὶ μὲν οὖν κἀξ αὐτοῦ τοῦ μηδεμίαν ἐνέργειαν
9. ἰσχυρὰν ἐνεργηκέναι τὸν κάμνοντα διαγνῶναι ῥᾷστόν ἐστιν·
10. ἐν γὰρ ταῖς προαιρετικαῖς κινήσεσι δαπανᾶται τὸ πνεῦμα·
11. τὴν δὲ τῷ βάθει τοῦ σώματος αὐξανομένην θερμασίαν, ἐὰν
12. τἄλλα πάντα συμμέτρως ἔχῃ, διὰ τοῦ σφυγμοῦ μόνου προγνῶναι
13. δυνατόν ἐστιν. ἡ γὰρ τῆς ἀναπνοῆς μεταβολὴ οὐ σαφὴς
14. γίνεται κατὰ τὰς τοιαύτας διαθέσεις, ἐν αἷς ὀλίγον πλέον
15. ἤθροισται τῆς κατὰ φύσιν θερμασίας ἐν τῇ καρδίᾳ, τῶν ἄλλων
16. ὡσαύτως ἐχόντων. ἀλλὰ προσέχειν ἐνταῦθα χρὴ τῷ μεγέθει
17. καὶ τῷ τάχει τοῦ σφυγμοῦ. πρῶτον μὲν γὰρ εἰς μέγεθος
1. ἐπιδίδωσιν, ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας ἤτοι μαλακώτερος ᾖ
2. τοῦ κατὰ φύσιν ἢ σύμμετρος· ἔπειτα δὲ εἰς τάχος, αὐξανομένης
3. τῆς θερμασίας. ὅταν δὲ ὑπὸ σκληρότητος ὁ χιτὼν
4. τῆς ἀρτηρίας εἰς μέγεθος ἀξιόλογον ἀδυνατῇ διαναστῆναι,
5. τηνικαῦτα καὶ ἡ εἰς τάχος ἐπίδοσις τοῦ σφυγμοῦ γίνεται
6. πρωϊαίτερον. ἡ γάρ τοι χρεία τῆς τῶν σφυγμῶν γενέσεως
7. αὐξανομένη, μέχρι μὲν ἂν ἱκανὸν αὐτῇ τὸ μέγεθος τῆς διαστολῆς
8. ᾖ, οὐδὲν ὅλως αἰσθητὸν εἰς τάχος ἀλλοιοῖ τὴν κίνησιν,
9. ἢ παντάπασιν ὀλίγον· ὅταν δὲ μείζονος μὲν ἡ χρεία δέηται
10. διαστολῆς, μὴ δύνηται δὲ ὁ χιτὼν τῆς ἀρτηρίας ἐκτείνεσθαι
11. διὰ σκληρότητα, τηνικαῦτα τῷ τάχει πολλὴ προσθήκη γίνεται.
12. καὶ ὅταν δὲ μηδὲ τοῦτο ἐξαρκῇ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται,
13. διαμενούσης γε δηλονότι τῆς δυνάμεως εὐῤῥώστου.

Cliquer un n° de page pour en afficher l’image