Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 26, ed. Kühn, 1825, vol. 9, p. 519-522. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:26

14. Πάντων μὲν οὖν τῶν ἐν τῷ διαγράμματι
15. σφυγμῶν διέρχεσθαι καθ’ ἕκαστον ἰδίᾳ μακρὸν ἂν εἴη, μέθοδον
16. δ’ ἐπ’ αὐτοῖς ἄμεινον ὑφηγήσασθαι μετὰ γυμνασίας· ὅπερ
17. κἀν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν προγνώσεως ἐποίησα.
18. πρὸ τοῦ δ’ ἐπὶ ταύτην ἐλθεῖν βέλτιόν ἐστιν ἐγνῶσθαί τι
1. περὶ αὐτῶν, ὡς ἐνίοτε βραχυτάτη μὲν ἐπίδοσις ἤτοι γε εἰς
2. πλάτος ἢ εἰς ὕψος ἢ εἰς τἀναντία γίγνεται, πολλὴ δὲ φαίνεται
3. διὰ τὸ παραβάλλειν ἡμᾶς τὸν νῦν φαινόμενον σφυγμὸν τῷ
4. πρόσθεν ὑπάρχοντι. τοῦτο οὖν ὁρᾶται κἀπὶ τῶν κρίσεων
5. συμβαῖνον, ὅταν ἐφ’ ὑψηλῷ φανέντι τῷ σφυγμῷ πολλῶν
6. ἱδρώτων ἐκραγέντων εἰς τὴν ἐναντίαν ἰδέαν ἡ μετάπτωσις
7. γένηται καὶ φαίνηται ταπεινός τε ἅμα καὶ πλατὺς ὁ σφυγμός.
8. διότι καί τισι τῶν ἰατρῶν γέγραπται τὸν πλατὺν σφυγμὸν
9. ὁρᾶσθαι πολλάκις ἐπὶ τῶν ὑπόγυιον κεκριμένων. αὐτὸς γὰρ
10. φαίνεται τοῖς, ὡς εἴρηται, κριθεῖσι πλατύτερος, οὐ μὴν τοσούτῳ
11. γε κατὰ ἀλήθειαν ἐν τούτῳ τῷ καιρῷ γίνεται πλατύτερος
12. ὅσῳ φαίνεται διὰ τὸ πρόσθεν μὲν ηὐξῆσθαι τὸ ὕψος
13. ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἐν δὲ τῷ μετὰ τὴν κρίσιν χρόνῳ
14. μηδὲ τὸ κατὰ φύσιν ἔτι φυλάττεσθαι. διὰ μὲν γὰρ τὴν κένωσιν
15. αἱ περικείμεναι ταῖς ἀρτηρίας χῶραι χαλαραὶ γίνονται,
16. στενοχωροῦσαι πρότερον αὐτάς· καὶ διὰ τοῦτο πλατύτερος
17. ὄντως ὁ σφυγμὸς φαίνεται. φαίνεται δὲ πολὺ πλατύτερος ἢ
18. κατὰ ἀλήθειαν ἐστὶν, εἰς ταπεινότητα μεταπεσόντος τοῦ 
1. ὕψους, διά τε τὸ μηδ’ ὅλως εἰς ὄγκον ἀξιόλογον αἴρεσθαι τὴν
2. διαστολὴν καὶ διὰ τὸ χαλαρόν τε καὶ ῥυσὸν γίνεσθαι τὸ ἐπικείμενον
3. αὐταῖς δέρμα. καθ’ ὃν καιρὸν εἰ περιστρέψας τὸ κῶλον
4. ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ ποιήσαις τὴν ἀρτηρίαν,
5. οὔθ’ οὕτως ἔτι ταπεινὸς ὡς ἔμπροσθεν οὔθ’ οὕτω πλατὺς
6. ὁ σφυγμὸς φαίνεται. καὶ κατὰ τὸν ὕδερον δὲ τὴν ὅλην ἕξιν
7. ἐξοιδίσκοντα καθάπερ (ἐν) νεκροῖς σώμασι, διαφέροντα πολὺ
8. τοῦ τε τυμπανίου καλουμένου καὶ τοῦ ἀσκιτοῦ, πλατεῖς οἱ
9. σφυγμοί· καὶ μάλισθ’ ὅταν τῆς ἀρτηρίας ἁπτώμεθα, κατὰ τὸ
10. ἄνω μέρος, οὐ τὸ κάτω, τοῦ κώλου τεταμένου. ὁρᾶται δὲ
11. τοιοῦτος ἐνίοτε κἀπὶ τῶν κάκιστα διακειμένων ληθαργικῶν.
12. ἐκθηλύνεται γὰρ ἐπὶ τούτοις ἡ τοῦ σώματος ἕξις, ὡς διὰ τὴν
13. πολλὴν ὑγρότητα καὶ μαλακότητα χαλαρὸν καὶ ἀστήρικτον γίνεσθαι,
14. καὶ τὸν νῶτον τῆς ἀρτηρίας μὴ δυνάμενον σχεῖν ἑαυτὸν
15. μηδὲ ὑψηλὸν ἀνέχειν, ὡς ὅτε εἶχε κατὰ φύσιν. ἐπὶ τούτων
16. οὖν, ὡς ἔφην, ἐὰν ἐκ τῶν κάτω μερῶν τοῦ κώλου ψαύῃς,
17. οὐκέτι σοι φανεῖται πλατὺς ὁ σφυγμός. τούτῳ δὲ δεῖ σε
18. προσέχειν ἀκριβῶς καὶ διορίζεσθαι καὶ σκοπεῖσθαι, πῶς ἐσχηματισμένου
1. τοῦ κώλου τὴν ἐπιβολὴν ἐποιήσω τῆς χειρός. ὡς
2. τὰ πολλὰ μὲν γὰρ ἁπτόμεθα τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας,
3. ἐνίοτε δὲ ἤ τινα τῶν κροτάφων ἢ βραχίονα. συνεπινοεῖν δὲ
4. δεῖ τὰ τῶν ὑπαρξάντων πρὸς τὰ παρόντα νῦν παραβάλλειν,
5. καὶ σκοπεῖσθαι μή τι δι’ ἐκεῖνα πλέον μεταβέβληκεν ἢ κατὰ
6. ἀλήθειαν ὁ σφυγμὸς ἀλλοιούμενος φαντάζεται. τούτων οὖν
7. σοι μεμνημένῳ τῶν ἐφεξῆς ποιήσομαι λόγον.

Cliquer un n° de page pour en afficher l’image