Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 3, ed. Kühn, 1825, vol. 9, p. 435-441. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:3

5. Ἔστι δὴ τοῦ προκειμένου πράγματος οὐσία
6. κοίλου καὶ προμήκους σώματος αἰσθητὴ διαστολή τε καὶ συστολή.
7. τὸ μὲν οὖν κοῖλον σῶμα τοῦτο καλεῖται πρὸς τῶν
8. ἰατρῶν ἀρτηρία, τὴν δ’ εἰρημένην αὐτοῦ κίνησιν ὀνομάζουσι
9. σφυγμὸν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι. καὶ
10. εἰ μὴ τοῦτο καλεῖν ἐθέλοι τις σφυγμὸν, οὐδὲν ἂν εἴη πρὸς
11. ἡμᾶς· οὐ γὰρ ὑπὲρ ὀνομάτων ἀμφισβητήσοντες ἥκομεν, ἀλλ’
12. ὅπως ἄν τις ἐκ τῆς τῶν ἀρτηριῶν αἰσθητῆς κινήσεως προγινώσκοι
13. τὰ μέλλοντα. εἴτ’ οὖν σφυγμὸν εἴτε παλμὸν εἴθ’
14. ὁτιοῦν ἄλλο καλεῖν ἐθέλει τις τὴν κίνησιν αὐτῶν, οὐ διοίσει,
15. τῆς προγνώσεως ἐξ αὐτῆς γινομένης ὀρθῶς, ἐφ’ ἣν ἐσπεύδομεν
16. ἐξαρχῆς. τίνα τοίνυν ἐστὶ τὰ τῇ κινήσει τῶν ἀρτηριῶν
17. ἐξ ἀνάγκης ὑπάρχοντα, πρῶτον ἐπισκέψασθαι δεήσει· 
1. κἄπειθ’ ἑξῆς εἴ τι τῶν ἄλλων προσέρχεται τῶν οὐκ ἐξ ἀνάγκης.
2. ὑπάρχει δὴ τῇ κινήσει τῶν ἀρτηριῶν κατὰ τὸν ἴδιον αὐτῆς
3. λόγον δύο τὰ πρῶτα, διάστημά τε καθ’ ὃ φέρεται τὸ κινούμενον
4. καὶ χρόνος ἐν ᾧ κινεῖται. τὸ μὲν οὖν διάστημα τῆς
5. κινήσεως ἐπειδὴ κατά τε τὸ μῆκος καὶ πλάτος καὶ βάθος τῆς
6. ἀρτηρίας γίνεται, τρεῖς ποιήσει τὰς ἁπλᾶς τε καὶ πρώτας διαφοράς·
7. μίαν μὲν κατὰ τὸ μῆκος, ἑτέραν δὲ κατὰ τὸ πλάτος,
8. καὶ τρίτην κατὰ τὸ βάθος ἢ ὕψος· ἑκατέρως γὰρ ὀνομάζεται.
9. ἐὰν μὲν οὖν τοῦ κατὰ φύσιν ὁ νῦν φαινόμενος σφυγμὸς εἰς
10. ὕψος ἀνίῃ πλεῖον, ὑψηλὸς κληθήσεται· καθάπερ γε κἂν εἰς
11. πλάτος ἐκτείνηται μᾶλλον τοῦ κατὰ φύσιν, πλατύς· οὕτω δὲ
12. καὶ ἐὰν κατὰ μῆκος πλεῖον τοῦ κατὰ φύσιν ὑποπίπτῃ τοῖς
13. ἁπτομένοις, μακρός. εὔδηλοι δὲ καὶ οἱ ἐναντίοι τούτοις ὁ
14. ταπεινὸς καὶ στενὸς καὶ βραχύς. ὁ δὲ καθ’ ἑκάστην τῶν
15. τριῶν καταστάσεων κατὰ φύσιν ἔχων σφυγμὸς σύμμετρος ὀνομασθήσεται
16. καὶ κατ’ ἐκείνην τὴν διάστασιν. ἀνάγκη τοίνυν
1. εἶναι τὰς πάσας διαφορὰς τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσι τὰς
2. ὑπογεγραμμένας.

μῆκος πλάτος βάθος
α΄ μακρὸς πλατὺς ὑψηλὸς μέγας
β΄ μακρὸς πλατὺς σύμμετρος
γ΄ μακρὸς πλατὺς ταπεινὸς
δ΄ μακρὸς σύμμετρος ὑψηλὸς
ε΄ μακρὸς σύμμετρος σύμμετρος
ϛ΄ μακρὸς σύμμετρος ταπεινὸς
ζ΄ μακρὸς στενὸς ὑψηλὸς
η΄ μακρὸς στενὸς σύμμετρος
θ΄ μακρὸς στενὸς ταπεινὸς
ι΄ σύμμετρος πλατὺς ὑψηλὸς
ια΄ σύμμετρος πλατὺς σύμμετρος
ιβ΄ σύμμετρος πλατὺς ταπεινὸς
μῆκος πλάτος βάθος
ιγ΄ σύμμετρος σύμμετρος ὑψηλὸς
ιδ΄ σύμμετρος σύμμετρος σύμμετρος
ιε΄ σύμμετρος σύμμετρος ταπεινὸς
ιϛ΄ σύμμετρος στενὸς ὑψηλὸς
ιζ΄ σύμμετρος στενὸς σύμμετρος
ιη΄ σύμμετρος στενὸς ταπεινὸς
ιθ΄ βραχὺς πλατὺς ὑψηλὸς
κ΄ βραχὺς πλατὺς σύμμετρος
κα΄ βραχὺς πλατὺς ταπεινὸς
κβ΄ βραχὺς σύμμετρος ὑψηλὸς
κγ΄ βραχὺς σύμμετρος σύμμετρος
κδ΄ βραχὺς σύμμετρος ταπεινὸς
κε΄ βραχὺς στενὸς ὑψηλὸς
κϛ΄ βραχὺς στενὸς σύμμετρος
κζ΄ βραχὺς στενὸς ταπεινὸς μικρός.

1. οὕτω δὴ τούτων ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ὄντων κατὰ τὸ
2. ποσὸν ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων, δύο μὲν
3. ἐξ αὐτῶν ἔχουσιν ὀνόματα πρὸς ἁπάντων ὁμολογούμενα τῶν
4. ἰατρῶν, ὅ τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ὁ ἔσχατος·
5. ὁ μὲν γὰρ μέγας, ὁ δὲ μικρὸς καλεῖται· τὸ δὲ ἄλλο πᾶν πλῆθος
6. οὐκ ἔχει. οὐδὲ γὰρ οἱ ἰσχνοὶ καὶ ἁδροὶ λεγόμενοι σφυγμοὶ
7. ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦσιν, ἀλλὰ κατὰ
8. πολλῶν ἅμα γενικῶς κατηγοροῦνται. ἐφ’ ὧν γὰρ ἂν ἡ κατὰ
9. τὸ μῆκος διάστασις πλεονεκτῇ τῶν λοιπῶν δυοῖν, τούτους
10. πάντας ἰσχνοὺς καλοῦσιν· ἐφ’ ὧν δ’ ἂν αἱ λοιπαὶ δύο, τούτους
11. ἅπαντας ἔμπαλιν ἐκείνοις ἁδρούς. ὥστε καὶ τὸν ε΄ ἐν τῷ
12. διαγράμματι καὶ τὸν στ΄, ἔτι τε πρὸς αὐτοῖς τὸν η΄ καὶ τὸν θ΄
13. καὶ τὸν ιη΄ ἰσχνοὺς καλεῖσθαι· ἔμπαλιν δὲ τούτοις ἁδροὺς
14. τόν τε δέκατον ἐν τῷ διαγράμματι καὶ τὸν ιθ΄ καὶ τὸν κ΄,
15. καὶ προσέτι τὸν κβ΄ καὶ κγ΄· ὥστε γενικώτερα ταῦτα τὰ
16. ὀνόματα καὶ πλειόνων κοινά. καλοῦσι δὲ τοὺς αὐτοὺς
17. τούτους σφυγμοὺς καὶ ἑτέρως, λεπτὸν μὲν τὸν ἰσχνὸν,
18. παχὺν δὲ τὸν ἁδρόν· ἀλλ’ οὐδὲ τοῦ συμμέτρου κατὰ τὰς
1. τρεῖς διαστάσεις, ὅσπερ μόνος ἐστὶ τῶν κατὰ φύσιν ἐν τοῖς
2. ἑπτὰ καὶ εἴκοσιν, ἔχομεν ἴδιον ὄνομα, λόγῳ δὲ καὶ τοῦτον
3. δηλοῦμεν, ἤτοι σύμμετρον εἶναι λέγοντες ἐν ταῖς τρισὶ διαστάσεσιν,
4. ἢ μέσον μεγάλου τε καὶ μικροῦ, ἢ κατὰ φύσιν ἐν τῷ
5. ποσῷ τῆς διαστολῆς, ἢ σύμμετρον ἐν τῷ ποσῷ τῆς διαστολῆς,
6. ἢ ὅπως οὖν ἄλλως μάλιστα σαφὲς ἐλπίσωμεν ἔσεσθαι τὸ
7. λεγόμενον. τὰς δὲ κατὰ τὸν χρόνον τῆς διαστολῆς οὐχὶ ἑπτὰ
8. καὶ εἴκοσιν, οὐδ’ ὅλως πολλὰς, ἀλλ’ ὅσαι παρ’ ἑκάστης τῶν
9. κατὰ μίαν διάστασιν γενικῶς τε νοουμένων εἰσὶ διαφοραὶ, τοσαύτας
10. εὑρήσεις. ὥσπερ γὰρ ἐπ’ ἐκείνων κατὰ μῆκος μὲν ὅ τε
11. σύμμετρος ἦν καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς, κατὰ πλάτος δ’ ὅ
12. τε σύμμετρος καὶ ὁ πλατὺς καὶ ὁ στενὸς, κατὰ βάθος δ’ ὅ τε
13. σύμμετρος καὶ ὁ ὑψηλὸς καὶ ὁ ταπεινὸς, οὕτως ἐπὶ τοῦ χρόνου
14. τῆς διαστολῆς ὅ τε σύμμετρος ἐν τούτῳ τῷ γένει καὶ ὁ
15. ταχὺς καὶ ὁ βραχύς. ἄλλο δ’ ἐπὶ τοῖς γενομένοις ἐστὶ γένος
16. διαφορᾶς σφυγμῶν τὸ κατὰ τὸν τόνον, ἐν ᾧ πάλιν εὔτονοί 
1. τε καὶ ἄτονοι γίνονται σφυγμοὶ, καί τις ἀμφοῖν τρίτος ὁ μέσος,
2. οὐκ ἔθ’ ὅμοιος τοῖς ἔμπροσθεν εἰρημένοις κατὰ φύσιν τε
3. καὶ σύμμετρος. ὁ γὰρ εὔτονος ἐν τούτῳ τῷ γένει κατὰ φύσιν
4. ἐστὶν, αὐξανόμενος δὲ ἐπὶ τροφῇ καὶ οἴνου πόσει καὶ θυμῷ
5. τοῦ κατὰ φύσιν ἐξίσταται. αὐτὸν δὲ τοῦτον τὸν σφυγμὸν καὶ
6. σφοδρὸν ὀνομάζομεν, ἑπόμενοι τῇ συνηθείᾳ τῶν ἰατρῶν· ἐπεί
7. τοι συνηθέστερον ἴσμεν ἅπασι τοῖς Ἕλλησι λεγόμενον ἐπὶ τοῦ
8. ταχέος καὶ εὐτόνου τὸν σφοδρόν. τέταρτον γένος διαφορᾶς
9. σφυγμῶν ὲν τῇ διαστολῇ τῆς ἀρτηρίας γίνεται κατ’ αὐτὸ τὸ
10. σῶμα τοῦ ἀγγείου, σκληρότερον ἢ μαλακώτερον φαινόμενον
11. τοῦ κατὰ φύσιν. ἔσονται τοίνυν κἀνταῦθα τρεῖς διαφοραὶ
12. σφυγμῶν, σύμμετρός τε καὶ σκληρὸς καὶ μαλακός.

Cliquer un n° de page pour en afficher l’image