13. Ἄλλο δ’ οὐδὲν οὔτ’ ἐπινοῆσαι δυνατὸν οὔτε
14. τῇ πείρᾳ γνῶναι γινόμενον ἡμῖν αἰσθητὸν πάθος ἐκ τῶν κινουμένων
15. σωμάτων· ὥστ’ ἐν τοῖς εἰρημένοις τέτταρσι γένεσι
16. περιγράφεσθαι τὰς κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἁπάσας
17. διαφορὰς τῶν σφυγμῶν. τὸ γὰρ ἐγκεχυμένον αὐταῖς οὔθ’
1. ὁπόσον ἐστὶν οὔθ’ ὁποῖον αἰσθήσει διαγνῶναι δυνατὸν, ἢ
2. πάντως ἂν ἐπέπαυτο περὶ τοῦ κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας
3. ἡ ζήτησις, εἴ γε ἦν οἷόν τε μὴ μόνον ὅτι μετὰ πνεύματος
4. αἷμα περιέχουσιν εἰπεῖν, ἀλλὰ καὶ ὁποῖόν τι, πότερον ὀῤῥῶδες
5. καὶ λεπτὸν, ἢ παχὺ καὶ γλίσχρον, ἢ μέσον τούτων, ὅπερ
6. ἐστὶ τὸ κατὰ φύσιν αἷμα. καί τοι τινὲς ἐπηγγείλαντο καὶ τὴν
7. τούτου διάγνωσιν αἰσθητὴν εἶναι, καθάπερ γε καὶ τὴν τοῦ
8. πνεύματος, ὁποῖόν τι κατὰ τὴν δύναμίν ἐστι περιεχόμενον ἐν
9. ταῖς ἀρτηρίαις. ἔνιοι δ’ ἔτι τούτων ἀλλοκώτερα γράφουσιν,
10. ἐπεισάγοντές τινα τοῖς εἰρημένοις σφυγμοῖς, ὃν αὐτοὶ προσαγορεύουσι
11. πλήρη, καὶ τούτου τοῦ γένους τρεῖς ποιοῦσι διαφορὰς,
12. ὀνομάζουσι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν·
13. ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. τούτοις
14. οὖν εἴπερ ἐλέγχειν βούλοιο, διχῆ διαιρήσεις τὸν πρὸς αὐτοὺς
15. λόγον· εἰς πρῶτον μὲν τὸ σημαινόμενον ἐκ τῆς πληρότητος,
16. ἐφεξῆς δ’ αὐτῷ τὸ τῆς διαγνώσεως. ἐν ἑκατέρῳ γὰρ
17. ἐδείχθησαν οὐ μικρὰ σφαλλόμενοι· περὶ μὲν τὸ σημαινόμενον
1. οὐκ ἐν τούτῳ τῷ γένει μόνον τῶν σφυγμῶν, ἀλλὰ κἀν τοῖς
2. ἄλλοις κατὰ τὸ δεύτερον καὶ τρίτον περὶ τῆς διαφορᾶς τῶν
3. σφυγμῶν· περὶ δὲ τὴν διάγνωσιν ὅσα μὲν ἐν τῇ πληρότητι
4. σφάλλονται, κατὰ τὸ δ΄ εἴρηται γράμμα τῆς τῶν σφυγμῶν
5. διαγνώσεως, τὰ δὲ ἄλλα πάντα διὰ τῶν ἔμπροσθεν. νυνὶ δ’
6. ἐπειδὴ τὸ χρήσιμον εἰς τὴν τέχνην διδάσκω μόνον, ἄνευ τοῦ
7. πρὸς τοὺς ἐσφαλμένους τι κατ’ αὐτὴν ἐλέγχου· τούτου γὰρ,
8. ὡς ἔφην, ἐν ταῖς ἐπιτομαῖς καὶ συνόψεσι στοχαζόμεθα· μεταβῆναι
9. καιρὸς ἐπὶ τὰς ἄλλας τῶν σφυγμῶν διαφορὰς, ὅσαι
10. χρήσιμοι.
⟨
(Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]
Synopsis librorum suorum sedecim de pulsibus
Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).
Synopsis librorum suorum de pulsibus, 4, ed. Kühn, 1825, vol. 9, p. 441-443. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩