Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 6, ed. Kühn, 1825, vol. 9, p. 445-447. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:6

1. Νυνὶ δὲ τὰς ὑπολοίπους διαφορὰς τῶν
2. σφυγμῶν ἐπέξειμι· πρώτην μὲν τὴν τοῦ ῥυθμοῦ, κοινωνοῦσαν
3. κατά τι τῇ τῶν μουσικῶν θεωρίᾳ· δευτέραν δὲ τὴν τῆς
4. ὁμαλότητός τε καὶ ἀνωμαλίας· καὶ τρίτην τὴν τῆς ἀταξίας τε
5. καὶ τάξεως. ἡ μὲν οὖν τοῦ ῥυθμοῦ θεωρία παραβαλλομένων
6. ἀλλήλοις τῶν χρόνων γίνεται τοῦ τε τῆς διαστολῆς καὶ συστολῆς·
7. ἡ δὲ τῆς ἀνωμαλίας, διαφθειρομένης κατά τι τῆς
8. ἐφεξῆς ἰσότητος ἄλλοτε κατ’ ἄλλο γένος τῶν σφυγμῶν ἢ καὶ
9. δύο ἢ καὶ πλείω. ἐπεὶ δ’ ἐνίοτε διαφθείρεται μὲν ἡ ἐφεξῆς
10. ἰσότης, καὶ διὰ τοῦτ’ ἀνώμαλος ἡ κίνησις φαίνεται, καθάπερ
11. ἐπὶ τῶν πλανήτων ἀστέρων, εὑρίσκεται μέντοι τις ἐν περιόδοις
12. ἰσότης, ὥσπερ ἐπ’ αὐτῶν ἐκείνων, καὶ διὰ τοῦτο τετάχθαι
13. μὲν ὥσπερ τὴν τῶν πλανήτων κίνησιν, οὕτω καὶ (τὴν)
14. τῶν κατὰ περιόδους ἴσων σφυγμῶν ἐροῦμεν, ἄτακτον δὲ
15. ὑπάρχειν, ὁπόταν μηδὲ τὴν κατὰ περίοδον ἰσότητα τηρῇ δι’
16. ἴσου πλήθους σφυγμῶν γινομένην. οἷον εἰ μετὰ τρεῖς μεγάλους
17. σφυγμοὺς ὁ τέταρτος φαίνοιτο μικρὸς, καὶ τοῦτο ἐφεξῆς 
1. ἀεὶ, τεταγμένον μὲν ἐρεῖς εἶναι τὸν τοιοῦτον σφυγμὸν, ἀνώμαλον
2. μέντοι· διεφθαρμένης γὰρ τῆς ἰσότητος τάξις τις σώζεται,
3. ἐν οἷς δ’ ἂν σφυγμοῖς μηδ’ αὐτὴ διασώζηται, τούτους
4. οὐ μόνον ἀνωμάλους, ἀλλὰ καὶ ἀτάκτους ὀνομάζομεν. ὅτι
5. μὲν οὖν ἡμεῖς ὀρθῶς κεχρήμεθα τοῖς τῶν σφυγμῶν ὀνόμασι,
6. διασώζοντες ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτοις τὸ τῶν
7. Ἑλλήνων ἔθος, ἐν τῷ β΄ καὶ γ περὶ τῆς διαφορᾶς αὐτῶν
8. ἐπιδέδεικται· συγχωροῦμέν γε μὴν ὡς ἂν ἐθέλοι τις ὀνομάζειν,
9. φυλαττομένης τῶν πραγμάτων τῆς διαφορᾶς ἑρμηνευομένης
10. τε λόγῳ χάριν τοῦ διηρθρωμένην τε καὶ σαφῆ γίνεσθαι
11. τὴν διδασκαλίαν. εἴρηνται δὲ ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς
12. τῶν σφυγμῶν καὶ αἱ κατὰ μίαν κίνησιν ἀνωμαλίαι, τινὲς
13. μὲν συνεχοῦς μενούσης αὐτῆς γιγνόμεναι, τινὲς δὲ ἡσυχίᾳ διακοπτομένης,
14. ὑπὲρ ὧν καὶ μετὰ ταῦτα ῥηθήσεται. νυνὶ δ’
15. ἐπὶ τὸν τῆς συστολῆς ἀφίξομαι λόγον, τῶν ἀναγκαιοτάτων
16. ὄντα πρὸς τὰς προγνώσεις· ἐπειδὴ καὶ ἡ περὶ τοῦ πυκνοῦ καὶ
17. ἀραιοῦ σφυγμοῦ διδασκαλία μετὰ τῆς περὶ τῶν ῥυθμῶν ὑπαλλάττεται
18. καὶ συμμεταβάλλεται. τούτων πολλῶν οὖν εἰρημένων
1. ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν, ἐξ αὐτῶν ἐνταῦθα
2. λεχθήσεται τὰ χρησιμώτατα· δι’ ὧν ἀσκηθείς τις ἔργῳ μαθήσεται
3. τὴν δύναμιν τῆς διδασκαλίας, ὅταν αὐτὸς μὲν προγινώσκῃ
4. τὰ κατὰ τοὺς κάμνοντας ἐσόμενα, τῶν δ’ ἄλλων ἰατρῶν
5. ἕκαστος ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας ἡγεῖται γίγνεσθαι
6. τὴν πρόγνωσιν αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image