Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 7, ed. Kühn, 1825, vol. 9, p. 447-452. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:7

7. Ἄρξαι δὴ πρῶτον ἀπὸ τοῦ διαγινώσκειν τὴν
8. ποσότητα τῆς διαστολῆς. ὑπάρξει δέ σοι τοῦτο τὴν ἐπιβολὴν
9. τῶν δακτύλων ἐπιπολῆς ποιουμένῳ, καὶ μᾶλλον ἐκ τῶν κατὰ
10. μερῶν τῆς ἀρτηρίας. ἄνωθεν μὲν γὰρ ἐπιβάλλων τὴν ἁφὴν,
11. ἴσως που βαρυνεῖς ἐνίοτε καὶ θλίψεις αὐτὴν, εἰ μὴ πάνυ
12. σφόδρα προσέχεις τὸν νοῦν, ὡς ἀκριβῶς θεωρεῖν τοὺς
13. δακτύλους ἄνευ θλίψεως πάσης. ἡ δ’ ἐκ τῶν κάτω μερῶν
14. ἐπιβολὴ μᾶλλον δύναται στοχάσασθαι, τῷ μηδ’ ὅλως θλίβεσθαι
15. τὴν ἀρτηρίαν. εἰς ὅσον δ’ ἂν αὐτὴν θλίψῃς, εἰς
16. τοσοῦτον κωλύσεις τὸν ὄγκον τῆς διαστολῆς· καὶ μάλισθ’
17. ὅταν ἄτονος ὁ σφυγμὸς ᾖ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν·
1. ὧν ἂν ἐπιθλίψῃς τὴν ἀρτηρίαν τοῖς δακτύλοις, ἀντὶ μεγίστου
2. μικρότατος φανεῖται. ἐὰν δὲ, ὡς εἴρηται, τελέως ἀσθενὴς
3. ἡ ζωτικὴ δύναμις ᾖ, τὸ δ’ ἐναντίον ἐπὶ τῶν εὐτόνων γίνεται
4. σφυγμῶν, οὓς καὶ σφοδροὺς ὀνομάζομεν, ἀντιβαίνει γὰρ ἡ
5. ἀρτηρία θλιβόντων μᾶλλον ἢ μετρίως ἐπιβαλλόντων τοὺς δακτύλους,
6. ἐνδεικνυμένη τῆς κινούσης τὴν ῥώμην αὐτὴν δυνάμεως.
7. ὥσθ’ ὅταν τό τε δέρμα τοῦ κάμνοντος ᾖ σκληρὸν ὅ τε
8. τῆς ἀρτηρίας χιτὼν ὁμοίως διακείμενος, οἱ εὔτονοι σφυγμοὶ
9. τὴν τῶν ἐπιβαλλομένων δακτύλων ἀνατρέπουσι σάρκα μετὰ
10. τοῦ δέρματος, ὥσπερ εἰ καὶ τῶν ἐκτός τι προσενέγκαις σκληρὸν
11. σῶμα μαλακῷ χρωτί· κατ’ αὐτὸ γάρ τοι τοῦτο διακρίνεται
12. τοῦ μαλακοῦ τὸ σκληρὸν, ἐγκαταβαίνοντος τῷ μαλακωτέρῳ
13. τοῦ σκληροτέρου. τὸ δ’ εὔτονον ἁπλῶς ἄνευ τοῦ σκληρὸν
14. εἶναι τὸ μὲν ἀνατρέπειν ἔχει, τὸ δ’ οἷον πιλεῖν καὶ θλᾷν
15. οὐκ ἔχει. νοήσεις δ’ ὀλίγῳ σαφέστερον ἐπ’ ἀνέμου τε βιαίας
16. προσβολῆς καὶ λιθιδίου μετρίας ἐπιθέσεως. ὁ μὲν γὰρ ἄνετος
17. ἀνατρέπει ἡμᾶς καὶ δένδρα πολλάκις οὐ σμικρά· λιθίδιον δὲ
1. ἐπιτεθὲν τῷ δέρματι πιλεῖν μὲν αὐτὸ καὶ θλίβειν πέφυκεν,
2. ἀνατρέπειν δὲ τὸ κῶλον ὅλον οὐ δύναται. τὸ μὲν ἀνατρεπόμενον
3. ἄνευ τοῦ θλίβεσθαι τὴν χώραν ἐν ᾗ πρόσθεν ἦν καταλείπει,
4. τὸ δ’ ὑπὸ σκληροτέρου πιλούμενον εἶκον εἰς ἑαυτὸ
5. δέχεται τὸ σκληρὸν ἄνευ τοῦ καταλείπειν ἣν εἶχεν ἔμπροσθεν
6. ἕδραν. οὕτως οὖν κἀπὶ τῆς ἀρτηρίας διάκρινε τὸν σκληρὸν
7. σφυγμὸν τοῦ σφοδροῦ. τὸν μὲν γὰρ σκληρὸν ὡς λίθον ἢ ξύλον
8. αἰσθήσῃ προσπίπτοντα, νικώμενον ὑπὸ τῆς ἐπερείσεως,
9. ἐὰν μὴ καὶ σφοδρὸς ᾖ· τὸν σφοδρὸν δ’ ἔμπαλιν ἐπερείσεως,
10. ἐὰν μὴ καὶ σφοδρὸς ᾖ· τὸν σφοδρὸν δ’ ἔμπαλιν εὐτονώτερον,
11. ἐὰν ἐπερείσῃς, φαινόμενον. ὅταν οὖν τούτους διακρῖναι
12. ἀσκηθῇς, ἐπὶ τὴν τῆς συστολῆς διάγνωσιν ἧκε, προασκήσας
13. ἑαυτὸν πρῶτον ἐπὶ σφυγμῶν ὅσοι μεγάλοι τέ εἰσι καὶ
14. σφοδροὶ καὶ σκληροί. τούτους γὰρ ἔξεστί σοι μετρίως θλίβοντι
15. τὴν αἴσθησιν ἴσχειν τὸ πρῶτον τῆς συστολῆς. ὅσον οὖν
16. εἴκοντος τοῦ σοῦ δέρματος ἀνετρέπετο, καὶ οἷον ἐκοιλαίνετο
17. προσπιπτούσης τῆς ἀρτηρίας, τοῦτ’ ἀποχωρούσης ἕπεται μέχρι
18. τῆς κατὰ φύσιν ἕδρας τε καὶ καταστάσεως. ὥστε αἰσθήσῃ
1. τοσούτῳ χρόνῳ τῆς συστολῆς ἐν ὅσῳ τοῦτο γίνεται· τὸ δ’
2. ἄλλο πᾶν ἀδιάγνωστον αὐτῆς ἔσται σοι. μετὰ δὲ τὸ προγυμνάσασθαι
3. κατὰ τοὺς τοιούτους σφυγμοὺς ἐπὶ τοὺς μεγάλους
4. ἅμα καὶ σφοδροὺς μετάβαινε, κἂν ὦσι μὴ σκληροί· κἄπειτα
5. ἐπὶ τοὺς σφοδροὺς, κἂν ὦσι μὴ μεγάλοι. μαλακὴν δ’ ἔχειν
6. σε χρὴ τὴν ἁφὴν εὐαίσθητόν τε φύσει. καὶ γὰρ ἀνατρέπεται
7. θᾶττον ὑπὸ τῆς ἀρτηρίας ἐμπιπτούσης βιαίως ἡ τοιαύτη, καὶ
8. τῶν ἐν αὐτῇ παθημάτων αἰσθάνεται μᾶλλον. εἴρηται δ’ ἐπὶ
9. πλεῖστον ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως,
10. ὅπως ἂν μάλιστα περὶ τὴν τῆς συστολῆς διάγνωσιν ἀσκηθείης.
11. ἐὰν δὲ μηδέποτε πείσῃς σεαυτὸν ἀκριβῶς αἰσθέσθαι τῶν πρώτων
12. τῆς συστολῆς, ἀλλ’ ἀδιάγνωστος τελείως σοι φαίνηται,
13. σκληρὸν ἢ δυσαισθήτων ἔχοντι τὸ δέρμα, γίγνωσκε μὲν ὡς εἰς
14. πολλὰς προγνώσεις ἐκ τούτου βλαβησόμενος, ἃς ἀκούσῃ τοῦ
15. λόγου προϊόντος. ὅμως οὖν ἐγώ σοί τινα ποριοῦμαι παραμυθίαν
16. εἰς τὴν ἐπὶ τῶν ἔργων χρείαν. ὅλον γάρ σε δεήσει τὸν
17. χρόνον ἐκεῖνον, ἐν ᾧ μηδεμιᾶς αἰσθάνῃ κινήσεως, ἐπὶ τῇ
18. μνήμῃ παραθέσθαι, πηλίκος τίς ἐστι καθ’ ἑκάστην ἡλικίαν. 
1. οὔσης δ’ οὖ σμικρᾶς διαφορᾶς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους
2. ἐν τῇ ποσότητι τοῦ χρόνου τῆς ἡσυχίας, ἀξιῶ σε τῶν συνήθων,
3. οὓς προσδοκᾷς ποτε νοσοῦντας ἐπισκέπτεσθαι, πολλάκις
4. ὑγιαινόντων ἧφθαι κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ μηδεμίαν
5. ἔξωθεν ἔχει τὸ σῶμα κίνησιν ἐκ περιπάτων ἤ δρόμων
6. ἢ λουτροῦ ἢ πάλης ἢ ἐδωδῆς ἢ πόσεως ἢ ἀγωνίας ἢ θυμοῦ
7. τινος ἤ φόβου, παραθέμενόν τε τῇ μνήμῃ τὴν ποσότητα
8. τοῦ τῆς ἠρεμίας χρόνου, παραβάλλειν αὐτῷ τὸν ἑκάστοτε φαινόμενον·
9. εἶτ’ εἰ μὲν πλείων εἴη, καλεῖν ἀραιὸν τὸν σφυγμόν·
10. εἰ δ’ ἐλάττων, πυκνόν· εἰ δ’ ἴσος τῷ κατὰ φύσιν, σύμμετρον.
11. ὥσπερ δὲ τοῦ χρόνου τῆς συστολῆς οὐκ ἐνὸν αἰσθέσθαι
12. παντὸς, οὕτως οὐδὲ τῆς διαστολῆς· ἐπιδέδεικται δὲ καὶ τοῦτο
13. κατὰ τὸ πρῶτον τῆς διαγνώσεως τῶν σφυγμῶν. ἀλλὰ τόν γε
14. ταχὺν καὶ βραδὺν σφυγμὸν ἔνεστι διαγνῶναι κἀκ τοῦ φαινομένου
15. τῆς διαστολῆς. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ διὰ τοῦ
16. δευτέρου μὲν ἐν ἀρχῇ τῆς διαγνώσεως τῶν σφυγμῶν, καὶ
17. διὰ τοῦ τρίτου δ’ ἐπιπλεῖστον, ἐν ᾧ καὶ τὴν τῶν ῥυθμῶν
18. διδασκαλίαν ἐδείκνυον ἄχρηστον· ἀρκεῖν γὰρ ἡμῖν εἰς τὰς
1. προγνώσεις τὸ τάχος μόνον ἢ τὴν βραδυτῆτα διαγνῶναι τῶν
2. κινήσεων τῆς ἀρτηρίας· ὥσπερ γε καὶ τῶν ἡσυχιῶν τὸν χρόνον
3. ὁπηλίκος τίς ἐστι καθ’ ὃν ἀραιὸς καὶ πυκνὸς ὁ σφυγμὸς γίνεται·
4. μαθήσῃ δὲ τοῦτον διὰ τῶν ἑξῆς, ἔνθα περὶ τῆς τῶν
5. σφυγμῶν προγνώσεως ὁ λόγος ἔσται μοι.

Cliquer un n° de page pour en afficher l’image