6. Νυνὶ δὲ περὶ τοῦ μεγάλου καὶ μικροῦ σφυγμοῦ
7. καὶ τῶν ἄλλων ὅσοι κατὰ τὸ ποσὸν τῆς διαστολῆς
8. νοοῦνταί τε καὶ διαγνώσκονται προσθεὶς ὅσον χρήσιμον,
9. ἐπὶ τὰς αἰτίας αὐτῶν μεταβήσομαι. καὶ γὰρ ἐπὶ τούτων τῶν
10. σφυγμῶν τὸ μέν τι κοινόν ἐστι μέτρον ἐν πλάτει συχνῷ λαμβανόμενον,
11. τὸ δέ τι καθ’ ἕκαστον ἄνθρωπον ἴδιον. ἐν μὲν
12. τῷ κοινῷ σύμμετρος καθ’ ἡντιναοῦν διάστασιν ὁ σφυγμὸς ἔσται,
13. καὶ διαγνωσθήσεται ἐν τῷ τῆς ἀρτηρίας ὄγκῳ παραμετρούμενος·
14. ὀνομάζω δὲ νῦν ὄγκον αὐτὴν τὴν κατὰ κύκλον περιγραφήν.
15. ὁμοίως δὲ τούτῳ καὶ οἱ τῶν συμμέτρων καθ’ ἑκάστην
16. διάστασιν ὑπερέχοντες ἢ ἐλλείποντες· ἰδίᾳ δὲ καθ’ ἕκαστον
17. ἄνθρωπον ἐκ τῆς κατ’ ἐκεῖνον ἁφῆς προεγνωσμένης τε καὶ
18. μνημονευομένης. εἴρηται δὲ καὶ περὶ τῶν τοιούτων σφυγμῶν
1. ἐν τῷ δευτέρῳ τῆς διαγνώσεως αὐτῶν, ἥντινα πραγματείαν
2. οὐδεὶς ἔγραψε πρὸ ἐμοῦ, αὐτὴν καθ’ αὑτὴν ἀποτεμνόμενος
3. ἰδίᾳ καὶ μόνην, ἀλλ’ ὀλίγα που πράγματα κατὰ τὸ πάρεργον
4. αὐτῆς ἄλλος ἄλλο προχειρισάμενος διεφώνησαν ἐν αὐτοῖς.
5. τὸν γοῦν τοῦ παιδὸς σφυγμὸν ὁ μὲν Ἡρόφιλος ἱκανὸν τῷ μεγέθει
6. φησὶν ὑπάρχειν, ὁ δ’ Ἀρχιγένης μικρόν. οὕτω δὴ καὶ
7. τὸν μυρμηκίζοντα ταχὺν εἶναι φησὶν ὁ Ἀρχιγένης, Ἡρόφιλος
8. δὲ οὐ ταχύν. ἐῤῥήθησαν δὲ καὶ αἱ τῶν σφαλμάτων αἰτίαι
9. κατὰ τὴν πραγματείαν ἐκείνην· ὥστε σοι παντὸς μᾶλλόν ἐστι
10. προσεκτέον αὐτῇ τὸν νοῦν, εἰ διαγινώσκειν τε καὶ προγινώσκειν
11. ἐθέλοις διαφορὰς σφυγμῶν ὅσα περὶ ἡμᾶς εἶδες.
12. οὐδὲν γὰρ οὕτως ὃ οὔτε πλείονος εἰς ἄσκησιν δεῖται χρόνου
13. τῶν κατὰ τὴν τέχνην, οὐδὲ μείζονα δύναμιν ἔχει τῆς τῶν
14. σφυγμῶν διαγνώσεως. ὅπου γὰρ Ἀρχιγένης ἐδείχθη σφαλλόμενος
15. οὐ μόνον ἐν τῇ τοῦ τάχους, ἀλλὰ καὶ ἐν τῇ τοῦ μεγέθους
16. διαγνώσει, τίνα δυνήσῃ σχεῖν ἐλπίδα σὺ τῆς ἐπιστήμης
17. αὐτῶν ἄνευ τοῦ λόγῳ μὲν πρῶτον ἐν τοῖς τέτταρσι περὶ
18. διαγνώσεως βιβλίοις, ὕστερον δὲ καὶ τριβῇ τὴν ἐν αὐτοῖς
1. ἀλήθειαν ἐκμαθεῖν; ὡς οὖν οὕτως πράξαντός σου τὰ κεφάλαια
2. τῶν ἐν ἐκείνοις εἰρημένων ὥσπερ ἐπὶ τῶν προειρημένων
3. διαφορῶν, οὕτως καὶ τῶν ἄλλων ἐρῶ. τῆς γάρ τοι διαστολῆς
4. αἰσθητὴν ἐχούσης ἅπασι τὴν κίνησιν, ὅταν μὲν ἐπιπολῆς
5. ψαύσῃς περιλαβὼν ἀβιάστως τὴν ἀρτηρίαν, καὶ μᾶλλον ὅταν
6. ἐκ τῶν κάτω μερῶν, ἡ τοῦ μεγέθους διάγνωσις ἀκριβὴς γίνεται.
7. πότερα δὲ σφοδρῶς ἢ ἀμυδρῶς καὶ ὁμαλῶς ἤ ἀνωμάλως
8. ἐκινήθη, γνῶναι βεβαίως τε καὶ ἀκριβῶς ἀδύνατόν ἐστι κατὰ
9. τὴν εἰρημένην ἐπιβολὴν τῆς ἁφῆς. ἀλλὰ χρὴ θλίβειν ἠρέμα
10. τὴν ἀρτηρίαν· οὕτως γὰρ αἰσθήσῃ πλείονι χρόνῳ τῆς διαστολῆς
11. ἤπερ ὅτε ἀβιάστως ἐπέβαλες αὐτῇ τοὺς δακτύλους. οὐ
12. μὴν οὐδὲ τοῦ τάχους οὐδὲ τῆς βραδυτῆτος ἡ διάγνωσις ἐναργῶς
13. φαίνεται χωρὶς τοῦ κἂν ἐπιβραχὺ θλῖψαι τὸ κατὰ τὰς
14. ἀρτηρίας ἐπικείμενον δέρμα. πράξαντι δὲ οὕτως ἐνίοτε μὲν
15. ἰσοταχῶς, ἐνίοτε δὲ ἀνωμάλως σοι φανεῖται κινουμένη, καὶ
16. ποτὲ μὲν τὰ πρῶτα τῆς κινήσεως ἢ τὰ μέσα βραδύτερα ποιουμένη,
17. ποτὲ δ’ ἔμπαλιν. οὕτως δὲ καὶ ὠκυτέρως ποτὲ μὲν τὰ
1. τελευταῖα, ποτὲ δὲ τὰ πρὸ αὐτῶν, ἢ τὰ πάντων πρῶτα·
2. καὶ δὴ καὶ σφοδρότερα καὶ ἀμυδρότερα κατὰ τὸν αὐτὸν λόγον.
3. καὶ τοίνυν καὶ διακοπτομένην ἡσυχίᾳ τὴν ἄνοδον αἰσθήσῃ τῆς
4. ἀρτηρίας, ὡς δοκεῖν ἵστασθαι, καὶ τὴν δευτέραν δὲ προσβολὴν
5. ἐπὶ τῇ στάσει ποτὲ μὲν ἰσχυροτέραν ἤ θάττω, ποτὲ δὲ
6. ἀσθενεστέραν ἤ βραδυτέραν τῆς προτέρας. πολλῶν δὲ οὐσῶν
7. κἀν τούτῳ γένει τῶν κατὰ μέρος διαφορῶν, ἁπάσας ἔχεις
8. ἐν τῷ πρώτῳ τῆς περὶ σφυγμῶν πραγματείας γεγραμμένας.
9. ἀλλὰ κἀνταῦθά σοι τὸ χρήσιμον ἅμα τοῖς ἐξ αὐτῶν δηλουμένοις
10. εἰπεῖν πειράσομαι διὰ βραχυτάτων ἐν τοῖς ἑξῆς λόγοις.
11. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα νῦν παραλέλειπται περιεργότερον
12. ἐζητημένα τοῖς ἰατροῖς, ἐν τῷ προγνωστικῷ μέρει
13. τῆς πραγματείας ἀκούσῃ. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν,
14. ὡς ὅστις ἀναγινώσκει τὸ βιβλίον τοῦτο πρὸ τῆς μεγάλης
15. πραγματείας, ἐγχωρεῖ μὲν αὐτῷ πρὸς τὰ τῆς τέχνης
16. ἔργα μήτε τοῦ πρώτου μέρους αὐτῆς τοῦ περὶ τῆς διαφορᾶς
17. τῶν σφυγμῶν δεηθῆναι μήτε τούτου περὶ τῶν αἰτιῶν·
1. ἕξει γὰρ αὐτῶν κἀνταῦθα περιεχομένην τὴν δύναμιν. ἡ μέντοι
2. διαγνωστικὴ καὶ ἡ προγνωστικὴ πραγματεία χρησιμώταται
3. πρὸς τὰ τῆς τέχνης ἔργα εἰσὶ κατὰ διέξοδον, οὐκ ἐπιτομὴν,
4. ἀναγινωσκόμενα. καλῶς οὖν ποιήσεις μὴ θαῤῥήσας μόνῃ ταύτῃ
5. τῇ διδασκαλίᾳ, πρὸς ἀνάμνησιν πρόχειρον οὔσῃ χρησίμῃ τοῖς
6. ἐπιμελῶς μεμαθηκόσι τὰ κατὰ διέξοδον ἐν ἐκείναις γεγραμμένα.
7. περὶ δὲ τῆς τοῦ τάχους διαγνώσεως τοῦ σφυγμοῦ, ἐν ᾗ τὸν
8. Ἀρχιγένην σφαλλόμενον ἐδείξαμεν, οὐχ οἷόν τε βεβαίαν διάγνωσιν
9. λαβεῖν λαβεῖν ἄνευ τοῦ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν
10. ἀναγνῶναι μὴ κατὰ τὸ πάρεργον, ἐν οἷς δείκνυται μὴ ψιλῷ
11. καὶ μόνῳ χρῆναι τῷ χρόνῳ τῆς κινήσεως διακρῖναι τὸ τάχος
12. ἀπὸ τῆς βραδυτῆτος, ἀλλὰ καὶ τὸ τῆς ἀνόδου ποσὸν ἐπισκοπεῖν.
13. ὡς ἐάν γε μόνῳ τῷ χρόνῳ προσέχῃς τὸν νοῦν, τὸν
14. μυρμηκίζοντα καλούμενον σφυγμὸν ταχὺν εἶναι δόξεις, οὐκ
15. ὄντα ταχὺν, ἀλλ’ ὀλιγοχρόνιον, ὡς ἅτε μικροτάτην ἔχοντα
16. διαστολήν. οὐ γὰρ ἐνδέχεται πολλῷ χρόνῳ διεξέρχεσθαι
17. βραχὺ διάστημα, κἂν βραδὺ τὸ κινούμενον ᾖ· χελώνη γοῦν
18. ἐν ἐλάττονι χρόνῳ διεξέρχεται πῆχυν ἢ παρασάγγνη ἵππος,
1.
2. ἀλλ’ ὁ τῆς φορᾶς ῥοῖζος οὐκ ἴσος τῶν ζώων ἀμφοτέρων.
3. ἐθισθῆναι δ’ οὖν σε χρὴ ταύτῃ διαγινώσκειν καὶ βραδυτῆτα
4. χρόνου. περὶ μὲν οὖν τούτου, καθάπερ ἔφην, ἔν τε τῷ
5. τρίτῳ περὶ διαγνώσεως ἐπιπλεῖστον· εἴρηται καὶ κατὰ τὰ
6. πρῶτα τοῦ δευτέρου· περὶ δὲ τῆς συστολῆς ἐν τῷ πρώτῳ
7. τελεώτατα γέγραπται, δεικνύντος μου κατὰ τοὺς ἀμυδροὺς
8. σφυγμοὺς ἀδιάγνωστον αὐτὴν εἶναι, καὶ μάλισθ’ ὅταν ὁ χιτὼν
9. τῆς ἀρτηρίας ᾖ μαλακός· ἐπὶ δὲ τῶν σφοδρῶν σφυγμῶν διαγινώσκεσθαι
10. κἀπὶ τῶν μέσων κατὰ σφοδρότητα καὶ μέγεθος.
11. περὶ δὲ μαλακότητος τῆς ἀρτηρίας οὐδὲν χρὴ προσδιορίζεσθαι
12. κατὰ τοὺς σφοδροὺς σφυγμούς. οὐδέποτε γὰρ ὁ αὐτὸς σφυγμὸς
13. ἅμα σφοδρός τέ ἐστι καὶ μαλακὸς, ἀλλ’ ἤτοι σκληρὸς ἢ
14. σύμμετρός τε καὶ κατὰ φύσιν ἐν τούτῳ τῷ γένει. κατὰ τοὺς
15. σφοδροὺς οὖν σφυγμοὺς θλίβων ἀτρέμα τὴν ἀρτηρίαν αἰσθήσῃ,
16. πότερον εὐθέως ἀποχωρεῖ πρὸς τὴν συστολὴν βραχυχρόνιον
17. ποιοῦσα τὴν ἐκτὸς ἠρεμίαν, ἢ πλέονι χρόνῳ τῆς κατὰ
18. φύσιν ἡσυχάζει· καὶ πότερον ἡ κίνησις αὐτῆς συστελλομένη
19. ὠκυτέρα τῆς κατὰ φύσιν κινήσεως ἐστὶν ἢ βραδυτέρα.
1. μέγιστα γὰρ ἐκ τῆς τοιαύτης διαγνώσεως εἰς τὸ προγινώσκειν
2. ὠφεληθήσῃ, ὃ ἔχεις ἐν τέτταρσι βιβλίοις.
⟨
(Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]
Synopsis librorum suorum sedecim de pulsibus
Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).
Synopsis librorum suorum de pulsibus, 8, ed. Kühn, 1825, vol. 9, p. 452-458. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩