11. Πῶς οὖν, ἀναληπτέον γὰρ αὖθις ὅθεν προλέγοντες
12. ἀπελίπομεν, ὅρον ἐπιθήσει τις οὕτω σαφῆ τῷ πέρατι
13. τῆς ἀναβάσεως, ὥσπερ καὶ τῷ τῆς ἀρχῆς; πῶς δὲ ἄλλον ἢ
14. τὰ τῆς ἀκμῆς θεασάμενος γνωρίσματα; λέγει δὲ καὶ ταῦτα ὁ
15. Ἱπποκράτης ἑνὶ μὲν λόγῳ τῷδε· κατὰ τὰς ἀρχὰς καὶ τὰ
16. τέλη πάντα ἤδη ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.
1. ἑτέρῳ δὲ τῷδε· ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα, αὐτίκα
2. καὶ τοὺς ἐσχάτους πόνους ἔχει. πῶς οὖν ἐπιγνῶμεν αὐτό;
3. διὰ τοῦθ’, ὅτι νῦν ἰσχυρότατόν ἐστι νόσημα καὶ τοὺς
4. μεγίστους ἔχει παροξυσμούς. εἰ μὲν γὰρ ἀθρόως μέλλει
5. μεταβάλλειν, ὅπερ δὴ κρίνεσθαι καλέσομεν ἐν τῷ παρόντι,
6. τὴν ἀρχὴν τῆς κρίσεως ἔσχατον ὅρον ἀναβάσεως θετέον·
7. εἰ δὲ κατὰ βραχὺ, τοῖς ἐν ταῖς περιόδοις παροξυσμοῖς δοκιμαστέος.
8. εἰ μὲν γὰρ ἐπὶ τὸ πρωϊαίτερόν τε καὶ πλείονα
9. χρόνον, καὶ μᾶλλον, ὡς αὐτὸς ἔλεγεν, εἴησαν γινόμενοι,
10. δῆλον ὡς ἐπὶ τὴν ἀκμὴν ἀνέρχεται καὶ αὐξάνεται τὸ
11. νόσημα. τῆς δὲ ἐπὶ τοὐναντίον μεταβολῆς αὐτοὺς ἐκδεξαμένης,
12. παύεται καὶ παρακμάζει. συμβαίνει δέ ποτε δύο
13. παροξυσμοὺς γινομένους μεγίστους μὲν τῶν ἄλλων, ἴσους
14. δ’ ἀλλήλοις τὸν τῆς ἀκμῆς περιγράψαι καιρόν· ἐνίοτε δ’
15. ἕνα καὶ τῶν ἔμπροσθεν ἁπάντων καὶ τῶν μετ’ αὐτὸν
16. γενέσθαι μέγιστον. εἰς τρεῖς δὲ παροξυσμοὺς ἐν μὲν τοῖς
17. ὀξέσι οὐ πάνυ τι προέρχεσθαι συμβαίνει τὸν τῆς ἀκμῆς
18. καιρόν· ἐν δὲ τοῖς χρονίοις οὐκ εἰς τοσούτους μόνον,
19. ἀλλὰ καὶ πολὺ πλείονας. οὕτω μὲν διαγινώσκειν χρὴ τοὺς
1. καθόλου καιροὺς, ἢ γινομένους, ἢ γεγονότας ἄρτι, μέλλοντας
2. δ’ ἔσεσθαι καθ’ ἕτερον τρόπον.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.10, ed. Kühn, 1825, vol. 9, p. 585-587. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩