3. Ἵνα σαφὴς ᾖ τοῖς ἀκούουσι, ἀνάγκη πρότερον
4. εἰπεῖν τι περί τε διαχωρημάτων καὶ οὔρων, ὡς πρότερον
5. εἴπομεν περὶ τῶν πτυσμάτων. διαχώρημα τοίνυν ἄριστόν
6. ἐστι τὸ μαλθακόν τε καὶ συνεστηκὸς, καὶ τὴν ὥρην,
7. ἥν περ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον
8. τῶν εἰσιόντων. ἐνταῦθα μὲν ἀπό τε συστάσεως αὐτοῦ καὶ
9. ποσότητος καὶ τοῦ καιροῦ τῆς ἐκκρίσεως ποιεῖται τὴν διάγνωσιν,
10. ἐπειδὴ τὴν κάτω κοιλίαν ὑγιαίνουσαν ἐνδείκνυται τὸ
11. τοιοῦτον διαχώρημα. διὰ τοῦτο οὖν ἐπιφέρων ἐρεῖ· τοιαύτης
12. γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. κάτω
13. δὲ κοιλίαν εἴρηκε νῦν ἀντιδιαιρούμενος τῷ θώρακι. διὰ τοῦτο
14. τοίνυν οὐδὲ τῆς χροιᾶς ἐμνημόνευσε τοῦ διαχωρήματος.
15. οὐδὲν γὰρ ὡς πρὸς τὴν τῆς κοιλίας αὐτῆς ἀκριβῆ διάγνωσιν,
16. ὅπως ἔχῃ διαθέσεως, ἡ χροιὰ τῶν διαχωρημάτων ἐνδείκνυται.
17. τοῦ γὰρ πεπέφθαι καλῶς ἱκανὰ τὰ προειρημένα γνωρίσματα
18. τὸ μαλθακόν τε εἶναι καὶ συνεστηκὸς τὸ διαχώρημα, καὶ μήτε
1. προλαμβάνειν τὸν κατὰ φύσιν καιρὸν, μήθ’ ὑστερίζειν. καὶ
2. τὸ πλῆθος ἀνάλογον τοῖς ἐδέσμασιν. ὥσπερ δ’ εἰ ταῦτα εἴη,
3. πάντως πέπτεται, οὕτως οὐκ ἔτι, εἰ μὴ τούτων τι παρείη,
4. πάντως οὐ πέπτεται. δύναται μὲν γὰρ αὐτὴ ἡ γαστὴρ ἐῤῥῶσθαι
5. περὶ τὸ ἑαυτῆς ἔργον, ἤτοι εἰ διά τινα θερμασίαν
6. ἰσχυρὰν παρακειμένων αὐτῇ μορίων, ἐξικμάζεσθαί τε καὶ
7. ξηραίνεσθαι τὸ καλῶς πεφθὲν, ἢ δι’ ἀῤῥωστίαν ἀναδόσεως
8. ὑγρότερον τοῦ δέοντος ὑπιέναι. τὸ μέντοι μαλθακόν τε καὶ
9. συνεστηκὸς ἄντικρυς μὲν ἐνδείκνυται τὴν πεπτικὴν ἐνέργειαν
10. ἐῤῥῶσθαι, συνενδείκνυται δὲ καὶ τὸ τὴν ἀνάδοσιν ἀμέμπτως
11. ἀποτελεῖσθαι. καὶ πρὸς τούτοις ἔτι τὸ μηδὲν φλεγμαίνειν
12. τῶν κατὰ τὴν γαστέρα μορίων. εἰ δέ τῳ δοκεῖ παραλελεῖφθαι
13. τὸ λεῖον, εἶναι γὰρ χρὴ τὸ καλῶς πεπεμμένον εὐθὺς καὶ
14. λεῖον, οὐκ ὀρθῶς οὗτος διαγινώσκει. τὸ γὰρ συνεστηκὸς οὐκ
15. ἐνδέχεται μὴ οὐχὶ καὶ λεῖον ὑπάρχειν. ἡνῶσθαι γὰρ αὐτὸ δεῖ
16. τοῖς μορίοις ἅπασι καὶ οἷον ἓν ὑπάρχειν ἀκριβῶς. εἰ δὲ τὰ
17. μὲν ὁλόκληρά τε καὶ τραχέα καὶ σκληρὰ τῶν μορίων αὐτοῦ
1. φαίνοιτο, τὰ δ’ ὑγρὰ καὶ ὑδατώδη, πῶς ἂν εἴη ταῦτα πρὸς
2. ἄλληλα συνεστηκότα; διαλέλυται γὰρ οὕτω γε ἀπ’ ἀλλήλων,
3. καὶ τὰ μὲν τραχέα τε καὶ σκληρὰ κεχώρισται πάντῃ. τὸ δ’
4. ὑγρὸν, ὡς ἂν ὑδατῶδές τε καὶ λεπτὸν ἔτι μένῃ, οὔθ’ ἑαυτὸ
5. συνδεῖν δύναται τοῖς στερεοῖς οὔτε δι’ ἑαυτοῦ κᾀκείνοις τινὰ
6. κοινωνίαν ἐργάζεσθαι, περιῤῥέον τε αὐτοῖς ἐν κύκλῳ καὶ
7. ᾀποῤῥέον, ἀνώμαλόν τε ἅμα καὶ οὐδαμῶς γε συνεστηκὸς ἐργάζεται
8. τὸ διαχώρημα. τὸ μὲν δὴ τοιοῦτον, λέγω δὴ τὸ μαλθακόν
9. τε καὶ συνεστηκὸς, ὑγιαίνειν μὲν ἐνδείκνυται πάντως
10. τὴν γαστέρα. συνενδείκνυται δὲ, ὡς ἔφην, καὶ τὸ μηδὲν τῶν
11. πέριξ πεπονθέναι καὶ τὸ τὴν ἀνάδοσιν ἀμέμπτως γίνεσθαι.
12. πάντως γὰρ ἂν ὑγρὸν ἦν, ἐλλιπῶς αὐτῆς ἐπιτελουμένης. εἰ
13. δὲ καὶ τὸν καιρὸν φυλάττει τῆς ἐκκρίσεως, καθ’ ὃν ὑγιαίνοντος
14. ἐγένετο, δῆλον ὡς οὔτε βραδυπεψίαν οὔτε τῆς καθεκτικῆς
15. ἢ ἀποκριτικῆς δυνάμεως ἐνδείκνυταί τι σφάλμα. τὸ μὲν δὴ
16. ὀψιαίτερον ἢ χρὴ διαχωρεῖν, ἢ τὴν πέψιν αὐτὴν, ἢ τὴν διὰ τῶν
17. ἐντέρων φορὰν ἐνδείκνυται βραδυτέραν· τὸ δὲ πρωϊαίτερον τὴν
18. ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως, οὐ γὰρ δὴ ῥώμην γε τῆς
1. ἀλλοιωτικῆς. οὐ γὰρ ἐνδέχεται τὸν νοσοῦντα, καὶ μάλιστα
2. ὀξέως, ῥωμαλεωτέραν ἔχειν τοῦ κατὰ φύσιν τὴν κοιλίαν, ἀλλ’
3. ἀγαπητὸν, εἰ μὴ πολλῷ τινι τοῦ κατὰ φύσιν ἀπολείποιτο.
4. τὸ μέντοι σὺν δήξει τινὶ ταχέως διεξερχόμενον ἐρεθισμῷ δηλονότι
5. τὸ τοιοῦτον ἔπαθεν, οὔτε δ’ ἰσχὺν οὔτε ἀῤῥωστίαν
6. ὅλως ἐνδείκνυται δυνάμεως. ἀλλὰ τό γε χωρὶς δήξεως, ἤ τινος
7. ἄλλου συμπτώματος ἐν τῷ προσήκοντι καιρῷ κενούμενον,
8. ἐῤῥῶσθαι τὰς τρεῖς τῆς κοιλίας ἐνδείκνυται δυνάμεις,
9. τὴν ἀλλοιωτικὴν, τὴν καθεκτικὴν καὶ τὴν ἀποκριτικὴν,
10. ὅτι δὲ τέσσαρες αἱ πᾶσι φυσικαὶ δυνάμεις ἐν ἑκάστῳ
11. τῶν τοῦ σώματος ἡμῶν μορίων εἰσὶν ἑτέρωθι δέδεικται.
12. καὶ νῦν οὐ χρὴ τῶν οὕτω τι παρεμπιπτόντων ἀπόδειξιν μαθεῖν.
13. ἰδίᾳ γὰρ ὑπὲρ ἑκάστου γέγραπται. λοιπὸν οὖν ὑπὲρ
14. τοῦ χρῆναι πρὸς λόγον τῶν εἰσιόντων εἶναι τὰ κενούμενα,
15. διελθεῖν ἀπολείπεται. τὸ τοίνυν μαλθακόν τε καὶ συνεστηκὸς
16. καὶ κατὰ τὴν τῶν ὑγιαινόντων ὥραν ἐκκρινόμενον, εἰ μὴ
17. διασώζοι τὴν τῶν ἐδηδεσμένων ἀναλογίαν, ἴσχεταί πού τι
1. μέρος αὐτοῦ κατὰ τὸ τυφλὸν ἔντερον, ἢ τὸ κῶλον, ἢ κᾀν ταῖς
2. ἄλλαις ἕλιξι ταῖς λεπταῖς. οὐκ ἀγαθὸν δὲ τοῦτο καὶ ὡς
3. σημεῖον καὶ ὡς αἴτιον. ὡς σημεῖον μὲν, ὅτι τὴν ἀποκριτικήν
4. τε καὶ προωστικὴν ὀνομαζομένην δύναμιν ἄῤῥωστον εἶναί φησιν·
5. ὡς αἴτιον δὲ, ὅτι μένει τινὰ τῶν περιττωμάτων ἔνδον
6. ἃ ἐχρῆν ἐκκρίνεσθαι μᾶλλον. ὥστε τὸ μὲν ἅμα ταῦτ’ ἔχον
7. ἅπαντα τὰ προειρημένα γνωρίσματα διαχώρημα βεβαίως ἐνδείκνυται
8. τὴν κάτω κοιλίαν ὑγιαίνειν· εἰ δέ πῃ τινος αὐτῶν
9. ἀπολείποιτο, ποτὲ μὲν αὐτῆς τῆς γαστρὸς ἐνδείξεταί τινα
10. διάθεσιν, ἐνίοτε δὲ βεβλάφθαι τὴν ἀνάδοσιν, ἢ καί τι τῶν
11. πέριξ ὀργάνων οὐχ ὑγιαίνειν, ἢ καί τι σύμπτωμα κρατεῖν,
12. ὡς ἐπὶ τῆς δήξεως ἐλέγετο. ποῖον οὖν τι τὸ κατὰ φύσιν ἔχον
13. ἀκριβῶς ἐστι διαχώρημα, τὸ μηδὲν μήτ’ ἐν τῇ γαστρὶ μήτ’
14. ἐν τοῖς πέριξ ὀργάνοις ἐνδεικνύμενον σφάλμα· τοιοῦτον δ’ ἂν
15. εἴη τὸ πρὸς τὸ τὰ προειρημένα διαφυλάττειν ἅπαντα, δύο
16. ταῦτ’ ἔτι προσειληφὸς, ἅπερ αὐτὸς Ἱπποκράτης ἐφεξῆς ἐδίδαξε
17. γράφων ὡδί· ὑπόπυῤῥον δ’ ἔστω καὶ μὴ λίην δυσῶδες.
1. εἰ γὰρ ἤτοι πυῤῥὸν ἀκράτως, ἢ μηδόλως ὑπόπυῤῥον, ἀλλὰ
2. καὶ κατὰ τὴν τῶν ἐδηδεσμένων εἴη χροιὰν, ἤτοι πλέον εἰς τὴν
3. γαστέρα συῤῥεῖν ὠχρᾶς χολῆς, ἢ μηδόλως ὑπιέναι δηλώσει.
4. τούτων δὲ τὸ μὲν πρότερον, εἰ μὲν κατ’ ἀρχὰς γίγνοιτο, χολωδεστέραν
5. ἐνδείκνυται τὴν νόσον· εἰ δ’ ἐν τοῖς τῆς παρακμῆς
6. χρόνοις, ἐκκαθαίρεσθαι χρηστῶς τὸ σῶμα. περὶ μὲν δὴ τούτων
7. ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον διορισθήσεται· τὸ δὲ ἄπεπτον
8. διαχώρημα τὸ λεπτὸν καὶ τραχὺ καὶ ἀχύμωτόν ἐστι,
9. καὶ τὴν τῶν ἐδηδεσμένων διαφυλάττον ποιότητα. τρίτον δ’
10. ἐπὶ τούτοις ἐστὶ γένος διαχωρημάτων τὸ μηκέτι ἐκ τῆς τῶν
11. σιτίων διαθέσεως, ἀλλ’ ἐκ τῶν συῤῥεόντων εἰς τὴν γαστέρα
12. περιττωμάτων ἐκ παντὸς τοῦ σώματος ἐνδείκνυσθαί τι δυνάμενον,
13. οἷόν περ καὶ τὸ πυῤῥὸν ἀκράτως, ὡς ὀλίγον ἔμπροσθεν
14. ἐλέγομεν. ἀλλὰ τοῦτο μὲν ὅταν ὁ τῆς πικρᾶς χολῆς χυμὸς
15. ἄκρατός τε καὶ πολὺς εἰς τὴν γαστέρα συῤῥέῃ, γίγνεται·
16. τὸ χλωρὸν δὲ τῆς ἰώδους χολῆς ἐστι γνώρισμα, καθάπερ
17. γε τὸ μέλαν ἤτοι τῆς μελαίνης, ἤ τινος αἵματος αὐτόθι
18. κατοπτηθέντος. εἰ δ’ οἷον πελιδνόν τε φαίνοιτο κατὰ τὴν
1. διαχώρησιν, οὐδενὸς ἐδηδεσμένου τοιούτου, ψύξιν τινὰ καὶ
2. νέκρωσιν οὐκ ἀγεννῆ τῶν ἐντὸς ὑποδείκνυσιν, ὥσπερ εἰ καὶ
3. λιπαρὸν, οὐδενὸς ἐδηδεσμένου λιπαροῦ, συντήξεώς ἐστι γνώρισμα.
4. καὶ μὲν δὴ καὶ τὸ γλίσχρον, εἰ μὴ καὶ τοῦτο κατὰ
5. τὴν τοῦ σιτίου φύσιν εἴη τοιοῦτον, συντήξεώς ἐστι σημεῖον.
6. ἀλλὰ τὸ μὲν λιπαρὸν πιμελῆς τηκομένης γίνεται, τὸ δ’ αὖ
7. γλίσχρον αὐτῶν τῶν στερεῶν τοῦ ζώου μορίων, ὥστε χεῖρον
8. μακρῷ. καὶ μὲν δὴ καὶ τὸ λίαν δυσῶδες εἰ μὴ καὶ τοῦτ’ εἴη
9. κατὰ τὸ σιτίον, οὐ μικρὰν ἐνδείκνυται σῆψιν. ἁπλῶς δ’ εἰπεῖν
10. ἐπὶ πάντων εἰ μὴ κατὰ τὸ σιτίον ἡ ποιότης εἴη τῶν διαχωρημάτων,
11. οὕτως ἤδη σκοπεῖσθαι τὴν διάθεσιν, ὥστε κᾂν μὴ
12. λέγηταί που τοῦτο, προσυπακούειν αὐτὸ χρή. καὶ πάντα γε
13. τὰ ὑφ’ Ἱπποκράτους εἰρημένα διὰ τοῦ προγνωστικοῦ, ὡς εἴρηται,
14. δῆλον, διοριζομένων ἡμῶν ἀεὶ τὸ δι’ ἄλλο τι
15. καὶ οὐ διὰ τὸ νόσημα γεγονός. λοιπὸν δ’ ἂν εἴη περί τε τοῦ
16. τρύζοντος εἰπεῖν καὶ ἀφρώδους καὶ ποικίλου. τὸ μὲν δὴ τρύζον
17. ὠνόμασται μὲν ἀπὸ τοῦ γιγνομένου ψόφου κατὰ τὴν
18. διαχώρησιν, ἐνδείκνυται δὲ τὸ μὲν ἐκκρινόμενον αὐτὸ σὺν
1. ὑγρότητι λεπτῇ φυσῶδες εἶναι, τὰ δ’ ὄργανα συνῆχθαί τε
2. καὶ οἷον ἐσφίχθαι καὶ στενοχωρεῖσθαι· τὸ δ’ ἀφρῶδες, ὥσπερ
3. οὖν κᾀπὶ τῶν ἐκτὸς, ἤτοι ζέοντός τινος, ἢ φυσώδους πνεύματος
4. ὑγρῷ μαχομένου γίγνεται. τὸ μὲν δὴ πρότερον ἀμέτρου
5. θερμασίας συντηκούσης τὸ σῶμα, τὸ δὲ δεύτερον ἀνωμάλου
6. ταραχῆς ἐστιν ἔκγονον. τὰ δὲ ποικίλα ποικίλαις ἔχεσθαι
7. τὸ σῶμα διαθέσεσιν ἐνδείκνυται. διὰ τοῦτο οὖν καὶ
8. χρόνια καὶ κακοήθη. αἱ πολλαὶ γὰρ διαθέσεις καὶ χρόνου
9. πλείονος εἰς πέψιν δέονται καὶ τὸν κίνδυνον ἐπιφέρουσιν
10. ὁμότιμον τῷ πλήθει. καὶ γὰρ πέττεται ῥᾷον ἁπλῆ διάθεσις
11. καὶ ἧττον κινδυνώδης ἐστὶ τῆς πολυειδοῦς. οὕτω μὲν δὴ καὶ
12. περὶ τῶν διαχωρημάτων δεῖ γινώσκειν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.11, ed. Kühn, 1825, vol. 9, p. 587-594. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩