Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.12, ed. Kühn, 1825, vol. 9, p. 594-607. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.12

13. Ἐφεξῆς δὲ περὶ τῶν οὔρων εἴπωμεν. ἄριστον
14. μὲν οὖν κᾀνταῦθα τὸ τοῖς τῶν ὑγιαινόντων ὁμοιότατον.
15. ὅσον δὲ οὐ τοιοῦτον, ἢ ἁπλῶς ἄπεπτόν ἐστιν, ἢ πρὸς
16. τούτῳ καὶ ὀλέθριον. ἄπεπτον δὲ καὶ πεπεμμένον ὀνόματι
17. μὲν ἓν, ὥσπερ οὖν καὶ τῷ γένει· πάμπολυ δὲ ἐν τῷ μᾶλλόν 
1. τε καὶ ἧττον ἀλλήλων διαφέρουσιν. ὅρους οὖν κᾀνταῦθα
2. πειραθῶμεν ἐπιθεῖναι σαφεῖς, οἷς ἅπαν τοὐν μέσῳ διακριθήσεται.
3. τὸ μὲν δὴ κάλλιστα πεπεμμένον ἐν τοῖς ἀκριβῶς
4. ὑγιαίνουσι σκοπεῖσθαι προσήκει. τοιοῦτον δ’ ἐστὶν ὑπόπυῤῥόν
5. τε ἅμα καὶ ὑπόξανθον καὶ πλέον γε ὑπόπυῤῥον ἢ
6. ὑπόξανθον. εὐθὺς δὲ τοῦτο καὶ τάχους ἔχει συμμέτρως. τὸ
7. δή τοι λεπτότερον ἢ παχύτερον αὐτοῦ πέψιν ἐνδεῆ σημαίνει.
8. τὸ μὲν γὰρ οὔπω κεχύμωται, τὸ δ’ ἔτι τετάρακται.
9. μάθοις δ’ ἂν ἐκ τῶν ἀποκρινομένων μὲν λεπτῶν τε καὶ καθαρῶν,
10. μετὰ ταῦτα δ’ ἤτοι μενόντων ἀεὶ λεπτῶν ἢ μετ’
11. ὀλίγον ἀναθολουμένων, ὡς ἀμφότερα μὲν εἶναι ἄπεπτα, διαφέρει
12. δὲ τῷ τὸ μὲν οὐκ ἐγχειρεῖσθαί πω πέττεσθαι, τὸ δ’, ὅτι
13. φυσώδη αὐτῷ πνεύματα ἀναμέμικται ταραχή τις, οἷα καὶ τοῖς
14. νέοις οἴνοις τοῖς ἔτι ζέουσι γίγνεται. οὔσης γὰρ τριττῆς διαφορᾶς
15. τῶν οὔρων τῶν θολερῶν, ἢ γὰρ οὐρηθέντα τοιαῦτα
16. καθίσταται μετ’ ὀλίγον, ἢ μένει παραπλήσια μέχρι παντὸς,
17. ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δ’ ἀναθολοῦται.
1. μοχθηρὸν μὲν τὸ τρίτον μέρος τῶν εἰρημένων, ἐπιεικὲς δὲ τὸ
2. πρῶτον, ἐν μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ δεύτερον. τὸ μὲν γὰρ
3. εὐθὺς καθιστάμενον ὀλίγον ἔτι τῆς ἀνωμάλου ταραχῆς ἀπολείπεσθαι
4. δηλοῖ, τὸ δ’ ἀεὶ διαμένον ὅμοιον ἀκμάζειν ἔτι
5. τὸν ἐν τοῖς αἵμασι σάλον ἐνδείκνυται, τὸ δ’ ἔξω ταραττόμενον
6. ἄρχεσθαι πέττεσθαι μέλλει, ὥστ’ εὐλόγως κάκιστον μὲν
7. τοῦτο. καὶ γὰρ καὶ χρόνου παμπόλλου δεῖται, καὶ δυνάμεως
8. ἰσχυρᾶς εἰς τὴν πέψιν. τὸ δ’ οὐρούμενον μὲν θολερὸν, εὐθὺς
9. δ’ ὑπόστασιν ἔχον χρηστὴν, οὐκ εἰς μακρὰν πεφθήσεσθαι δηλοῖ
10. τὸ νόσημα, καὶ διὰ τοῦτο ἐπιεικέστερον. ἐν τῷ μέσῳ δ’
11. ἀμφοῖν ἐστι τὸ λοιπὸν καὶ τρίτον. ἅτε γὰρ ἀκμαζούσης ταραχῆς
12. ἔκγονον ὑπάρχον, ὅσον ἀπολείπεται κακίᾳ τοῦ μέλλουσαν
13. ἔτι τὴν ταραχὴν ἐνδεικνυμένου, τοσοῦτον πλεονεκτεῖ
14. τοῦ παυομένην ἤδη κεκτημένου. τὸ τοίνυν ἐσχάτως ἄπεπτον
15. ὑπὲρ ἅπαντα ταῦτ’ ἐστίν. εἴη δ’ ἂν ὑδατῶδες ἀκριβῶς
16. τὸ τοιοῦτον, οὔτ’ ἤδη πεττόμενον, ὡς τὸ θολερὸν, οὔτε
17. μέλλον, ὡς τὸ μετ’ ὀλίγον ἀναθολούμενον, ἀλλ’ οἷον ἀπεγνωσμένης
1. τῆς πέψεως σύμπτωμα. τὸ τοιοῦτον τοῦ φλεβώδους
2. γένους ὑπάρχει πάθος, οἷον ἀκριβῶς ἀπεψία γαστρός.
3. ὅταν δὲ καὶ ταχέως διεξέρχηται τοῦτο, καλεῖται μὲν
4. ὑπό τινων ὕδερος εἰς ἀμίδα τὸ πάθημα, διαβήτην δ’ ἔνιοι
5. προσαγορεύουσι ἄλλος δέ τις παλαιὸς ἀνὴρ εἰς οὖρα διάῤῥοιαν
6. ὠνόμαζε. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέρωθι σκοπείσθω·
7. τὸ δ’ οὖν πάθημα τοιοῦτόν ἐστιν οἷον ἐν τῇ περὶ
8. γαστέρα λειεντερίᾳ νέκρωσις, ὡς ἂν εἴποι τις, ἀμφοτέρων τῶν
9. δυνάμεων, ἀλλοιωτικῆς τε καὶ καθεκτικῆς ὑπάρχον. ἀλλὰ
10. τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριστον· ἐφεξῆς δ’ αὐτῷ τὸ
11. ὑδατῶδες, ὅσον μὲν ἐπὶ τῷ μὴ πεπέφθαι παραπλήσιον. τῷ
12. δὲ μηδὲν ἄλλο συνενδείκνυσθαι κακὸν καὶ ὀλέθριον ἧττον.
13. ἐκεῖνο μὲν γὰρ οὐ τῆς ἀλλοιωτικῆς μόνον δυνάμεως, ἀλλὰ καὶ
14. τῆς καθεκτικῆς ἀῤῥωστίαν ἐσχάτην δηλοῖ, τουτὶ δὲ τῆς ἑτέρας
15. μόνης, τῆς ἀλλοιωτικῆς. ὅσῳ δ’ ἂν πλείους οὑτινοσοῦν γένους
16. ὀργάνων ἐνέργειαί τε καὶ δυνάμεις ἐμποδισθῶσιν, ἢ καὶ
17. παντάπασιν ἀπόλωνται, τοσούτῳ χεῖρόν ἐστι τὸ νόσημα.
18. διὰ ταῦτ’ ἄρα χείριστον μὲν ἡ εἰς οὖρα διάῤῥοια, διττὴ γὰρ
1. ἡ κακία. μοχθηρὸν δ’ ἱκανῶς καὶ τὸ λεπτὸν οὕτως καὶ
2. λευκὸν, οἷόν περ καὶ τὸ ὕδωρ. ἁπλῆ μὲν ἡ διάθεσις, ἀλλ’
3. ἔσχατον ἀῤῥωστίας γνώρισμα. τούτῳ δ’ ἐγγύς ἐστιν ἕτερον
4. οὖρον, ἐν πολλαῖς τῶν νόσων φαινόμενον, ὡς οἴνου δοκεῖν
5. ἱκανῶς λευκοῦ καὶ λεπτοῦ μεμιγμένην ἔχειν ἰδέαν. ἡ γένεσις δ’
6. αὐτοῦ ἐκ τοῦ προειρημένου λεπτοῦ καὶ ὑδατώδους οὔρου
7. βραχὺν ἰχῶρα λεπτὸν ἐκ τῆς πυῤῥᾶς χολῆς ὑποδεξαμένου. καὶ
8. γὰρ εἰ κᾀκτὸς εἰς ὕδωρ καθαρὸν ἐμβάλοις ὠχρᾶς ὀλίγον, ἢ
9. αὐτῆς τῆς χολῆς, τοιοῦτόν σοι φανεῖται. τουτὶ μὲν οὖν ἐγγυτάτω
10. τοῦ παντελοῦς ἀπέπτου, τὸ δ’ ὕπωχρον ἐφεξῆς τούτῳ.
11. τὸ δ’ ὠχρὸν, εἴη μὲν ἂν ἤδη τοῦτο καὶ ὑπόπυῤῥον. εἰ γὰρ
12. εἰς ὕδωρ ἐμβάλλοις, ἢ πυῤῥοῦ χρώματος ὀλίγον, ἢ ὠχροῦ
13. πλέον, ὅμοιόν σοι φανεῖται. πέπτεται δ’ ἤδη τοῦτο, τῆς
14. χρόας γε ἕνεκα. χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι
15. τοῦ ὑδατώδους, εἰ μέλλοι πεπέφθαι καλῶς, ὅσον
16. καὶ τῷ χρώματι. τὸ δ’ ἄριστον ἁπάντων τῶν οὔρων ὑπόπυῤῥόν
17. ἐστιν καὶ ὑπόξανθον, ὡς εἴρηται καὶ πρόσθεν, οἷον
18. εἰ κᾀκτὸς ἐργάσασθαι θελήσοις, αἵματος ὀῤῥῷ καὶ χολῆς
1. πυῤῥᾶς ἐπιθολώσας ὕδωρ. λόγῳ δ’ εἰπεῖν οὐκ ἐγχωρεῖ τὸ
2. ποσὸν τῆς μίξεως, ἀλλ’ ἢ παρ’ ἄλλου χρὴ μαθεῖν, περὶ
3. ἀρίστου οὔρου, ἢ αὐτὸν ἐκ τῆς πείρας διδαχθῆναι τοῦ κατὰ
4. φύσιν οὔρου τὴν ἰδέαν, ἐπ’ αὐτῶν τῶν ὑγιαινόντων ἐξετάζοντα.
5. πεττομένου γὰρ ἔτι τοῦ αἵματος, ὅσον ἂν οὐρηθῇ,
6. λείαν καὶ ὁμαλὴν καὶ λευκὴν ὑπόστασιν καὶ πολλὴν ποιεῖται.
7. τελειωθείσης δὲ τῆς πέψεως, ἐπιτείνεται μὲν αὐτῷ τὰ τοῦ
8. χρώματος, ἔλαττον δ’ ὑφίσταται, κᾂν εἰ πλείονα χρόνον ἐπὶ
9. τούτοις ἄσιτον φυλάττοις τὸν ἄνθρωπον, ὄψει πυῤῥότερον
10. ἀεὶ καὶ μᾶλλον αὐτὸ γινόμενον. ἐδείκνυτο γὰρ δὴ κᾀν τοῖς
11. τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι, ὅσον ἀμετρότερον ἐθερμάνθη
12. τῆς τροφῆς καὶ μάλιστα εἰ πῖον εἴη καὶ γλυκὺ, χολὴ
13. πικρὰ γινόμενον. ἐπεὶ δὲ καὶ ξανθὴν ὀνομάζουσι καὶ πυῤῥὰν
14. καὶ ὠχρὰν τὴν τοιαύτην χολὴν, καὶ μεστὰ πάντα ἐστὶ τὰ
15. τῶν ἰατρῶν βιβλία, τῶν μὲν οὕτως, τῶν δ’ ἐκείνως καλούντων,
16. τινῶν δὲ καὶ ἀδιαφόρως, ἄμεινον ἐν τῷδε πάλιν
17. ἐπιστῆσαι τὸν λόγον, ἵν’ ἕπηταί τις ἀκριβέστερον τοῖς λεγομένοις.
18. ἐγγυτάτω τὴν φύσιν ἐστὶν τὸ πυῤῥὸν χρῶμα τῷ ξανθῷ, 
1. διαφέρει δ’ ἀλλήλων τῷ τὸ μὲν λευκότερον εἶναι, τὸ
2. δὲ στιλπνότερον. καὶ γὰρ οὖν καὶ ἡ πικρὰ χολὴ ποτὲ μὲν
3. πυῤῥὰ φαίνεται μᾶλλον, ποτὲ δὲ ξανθὴ, πολλάκις δ’ ἄν σοι
4. καὶ ὠχρὰ δόξειεν εἶναι, λευκοτέρα μὲν καὶ θολωδεστέρα γινομένη,
5. πυῤῥά· στίλβουσα δὲ καὶ καθαρωτέρα, ξανθή. τὸ
6. γὰρ οἷον πυρῶδες ἐλλάμπον αὐτῇ ξανθότερον ἀπεργάζεται.
7. ὅσον δ’ ἐστὶ τὸ πυῤῥὸν τοῦ ξανθοῦ λευκότερον, τοσοῦτον
8. ἐκείνου τὸ ὠχρόν. ὅσον δ’ αὖ πάλιν ἧττον λευκόν ἐστιν τὸ
9. ξανθὸν τοῦ πυῤῥοῦ, τοσοῦτον τοῦ ξανθοῦ τὸ ἐρυθρόν.
10. ὅθεν καὶ ἡ τοῦ αἵματος χρόα ποτὲ μὲν ξανθοτέρα, ποτὲ δ’
11. ἐρυθροτέρα φαίνεται. διὸ καὶ τοῦτο ποτὲ μὲν ἐρυθρὸν ὀνομάζουσι,
12. ποτὲ δὲ ξανθόν. οὐδέποτε μέντοι τὸ ξανθότατον
13. αἷμα τὴν αὐτὴν ἔχει χρόαν τῇ ξανθοτάτῃ χολῇ, ἀλλ’ ἔστιν
14. ἐκείνη μὲν ξανθοτέρα, τὸ δὲ αἷμα πάντως ἐρυθρότερον. τὸ
15. γὰρ ἀκριβῶς ξανθὸν αἷμα μέσον ἀκριβοῦς αἵματος καὶ χολῆς
16. ἐστιν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων, ὥστε ἑκατέρου αὐτῷ
17. τῶν χυμῶν προσιόντος μηδέποτε μὲν ἀκριβῶς γίνεσθαι ξανθὸν,
18. ἑαυτοῦ μέντοι ξανθότερον. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ
1. συγκεχύσθαι τὰς προσηγορίας. ὅσον δ’ εἰς τὴν χρείαν διαφέρει,
2. ῥᾷστον ἐξευρεῖν, ὅτι τῶν κατὰ φύσιν οὔρων ὅρος ὁ τῆς
3. ἀκριβοῦς τοῦ αἵματος πέψεως πρῶτος καιρός ἐστιν ἐν τοῖς
4. ὑγιαίνουσιν ἄριστα σώμασι. ὁ δὴ τοῦτο θεασάμενος, εἶθ’
5. οἷον κανόνα τινὰ τῶν ἄλλων οὔρων ἑαυτῷ ποιησάμενος, ἐξευρήσει
6. ῥᾳδίως τὰς ἀλλοιούσας αὐτὸ διαθέσεις. εἰ μὲν γὰρ τὴν
7. χρόαν ἀκριβῶς ἐπιφυλάττει, ὑπόστασίν τε καὶ λευκὴν καὶ
8. λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιεῖται, πέψεως μὲν ἂν εἴη γε
9. καὶ οὕτως ἀκριβοῦς γνώρισμα. πλέονα δὲ τὸν ὠμὸν ὀνομαζόμενον
10. χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. διὰ τοῦτο καὶ τοῖς
11. παιδίοις σχεδὸν ἅπασι καὶ τῶν τελείων τοῖς ἀργῶς διαιτωμένοις,
12. ἢ ἄλλως ἐμπιπλαμένοις ἱκανὴν ὑπόστασιν ἴσχει τὰ
13. οὖρα. πλεῖον γὰρ ἐν τούτοις ἅπασι τὸ ἀκατέργαστόν τε καὶ
14. ὠμὸν, τοῖς μὲν διὰ τὴν ἀργίαν, τοῖς δὲ διὰ τὴν πλησμονὴν,
15. τοῖς παιδίοις δὲ καὶ διὰ τὴν πλησμονὴν, ἀδδηφάγοι γὰρ μᾶλλον,
16. ἀλλὰ καὶ διότι μία τῆς γαστρὸς ἐνέργεια δυοῖν ἑτέραις
1. ἐνεργείαις ἱκανῶς ἐξαρκεῖν ἀδύνατος, αὐξήσει τε ἅμα καὶ
2. θρέψει. πρὶν οὖν ἀκριβῶς ἐν αὐτῇ πεφθῆναι τὴν τροφὴν,
3. ἕλκει τὸ σῶμα. κᾀντεῦθεν πλεῖστον τὸν ὠμὸν ἀθροίζει χυμόν.
4. διὰ τοῦτο καὶ τοῖς ἐξ ἀργίας τε καὶ πλησμονῆς πυρέττουσιν,
5. ἢν σώζεσθαι μέλλουσι, ἐξ ἀνάγκης ὑφίσταται πλεῖστον. ἔμπαλιν
6. δὲ τοῖς ἐξ ἐνδείας καὶ πόνου πυῤῥὰ μὲν καὶ χολώδη τὰ
7. οὖρα, λύεται γὰρ ἡ νοῦσος καὶ πρὶν ὑποστῆναι πολλάκις.
8. ἀρκεῖ γὰρ ἐπὶ τούτων καὶ νεφέλη καὶ ἐναιώρημα χρηστόν.
9. τοιοῦτον δ’ ἐστὶ τὸ λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. καὶ γὰρ
10. οὖν αὐτῶν τῶν ὑγιαινόντων τοῖς πονοῦσι πλέον καὶ ἧττον
11. προσφερομένοις σιτία χολωδέστερα τὰ οὖρα. διόπερ οὐδὲ
12. ἁπλῶς ὁ Ἱπποκράτης ἔψεξε τὸ πυῤῥὸν, ἀλλ’ ὅταν ἅμα τῷ
13. τοιοῦτον εἶναι καὶ λεπτὸν ὑπάρχῃ. λέγει γ’ οὖν ᾧδε· ἔστ’
14. ἂν δὲ πυῤῥὸν εἴη τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ
15. νόσημα εἶναι. δῆλον δὲ καὶ ὡς οὐδὲ ὑφίσταταί τι τοῖς τοιούτοις
16. οὔροις. οὐ γὰρ ἐγχωρεῖ τὸ λεπτὸν ἱκανῶς, οὐδὲ εἰ πάμπολυν
17. χρόνον ἀτρεμοῦν ἀποκέοιτο, λαβεῖν τινα διάκρισιν,
18. ὥστε τὸ μὲν ἐμφερόμενον αὐτῷ παχύτερον ὑποστῆναι, τὸ
1. λεπτότερον δὲ ἐπιπολάσαι. μόνου γὰρ τοῦ παχύτητά τινα
2. κεκτημένου τὸ τοιοῦτον πάθημα. οὐ μὴν οὐδὲ εἰ συμμέτρως
3. εἴη παχὺ, καί τινα βραχεῖαν ὑπόστασιν ἔχον, τοῦτο πέπεπται.
4. εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πεταλώδεις, ἢ πιτυρώδεις
5. ἢ μελαίνας ἢ χλωρὰς ἢ πελιδνὰς ἢ δυσώδεις ὑποστάσεις ἔχοι,
6. πρὸς τῷ καὶ πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλως ὀλέθριον
7. ὑπάρχει. αἱ μὲν γὰρ κριμνώδεις δυοῖν εἰσι διαθέσεων
8. γνωρίσματα, συντήξεως ἁδρομεροῦς καὶ θερμασίας καυσώδους,
9. ἐκφρυγούσης τὸ αἷμα. αἱ δὲ πεταλώδεις αὐτῶν τῶν
10. ἀγγείων εἰσὶ, τὰ ἐπιπολῆς μόρια, πάντως δήπου ἀναλυομένων
11. τε καὶ συντηκομένων, ὡσαύτως δὲ καὶ αἱ πιτυρώδεις,
12. πλὴν ὅσον ἁδρόταται μὲν αὗται καὶ σμικρόταται. πλατύτεραι
13. δὲ καὶ λεπτότεραι τούτων αἱ πεταλώδεις, μέλαιναι
14. δ’ ὑποστάσεις ἢ θερμασίαν ἄκρατον καὶ πυρώδη σημαίνουσιν,
15. ἢ νέκρωσιν ἐκ καταψύξεως ἰσχυρᾶς. οὕτω γὰρ δὴ φαίνεται
16. καὶ τἀκτὸς ἡμῶν μόρια μελαινόμενα, τὰ μὲν ὑπερθερμανθέντα,
17. καθάπερ τοῖς εἱληθεροῦσι, τὰ δ’ ἐσχάτως
1. ψυχθέντα, καὶ οἷον νεκρωθέντα, καθάπερ τοῖς τε πρεσβυτέροις
2. καὶ τοῖς ἄλλοις ὁπωσοῦν ἰσχυρῶς ψυχθεῖσι. καὶ γὰρ
3. οὖν καὶ αὐτῶν ὅλων τῶν οὔρων ἡ μέλαινα χρόα, καὶ προσέτι
4. τῶν ἐναιωρουμένων αὐτοῖς, ἢ ἐποχουμένων νεφελῶν, εἰς τὰς
5. αὐτὰς αἰτίας ἀνάγεται, θερμασίαν, ἢ νέκρωσιν ἐκ καταψύξεως
6. ἰσχυρᾶς. κάκιστον μὲν δὴ σύμπαν τὸ οὖρον μελανθὲν,
7. ὥστε οὐδένα οἶδα σωθέντα τῶν τοιοῦτον οὐρησάντων,
8. ἧττον δ’ ὀλέθριον ἡ ὑπόστασις αὐτοῦ μόνη μελανθεῖσα.
9. ταύτης δ’ ἐστὶν ἧττον ἐναιώρημα μέλαν, ἔτι δ’ ἧττον ἡ
10. νεφέλη. τὸ δ’ αὖ χλωρὸν χρῶμα κατὰ τὴν ἐπὶ τὸ μέλαν
11. ὁδὸν γίνεται, καὶ ἔστιν ὥσπερ οἷον προοίμιον τοῦ μέλανος.
12. εἰ γὰρ κακόηθες εἴη τὸ νόσημα, καὶ τοῖς ἐμέτοις καὶ τοῖς
13. διαχωρήμασι καὶ τοῖς οὔροις τοῖς χλωροῖς, ἐφεξῆς ἐπιφαίνεται
14. τὰ μέλανα. πελιδνὸν δὲ χρῶμα μόνης ψύξεως ἔκγονον,
15. ἡ δ’ αὖ δυσώδης ὀσμὴ σήψεως ἴδιον. εἰ δ’ οἷον ἔλαιον οὐροῖτο,
16. συντήξεως γνώρισμα. τὰ μὲν δὴ τοιαῦτα τῶν οὔρων
17. μοχθηρά· τὰ δ’ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις 
1. λευκὰς καὶ λείας καὶ ὁμαλὰς, ἢ νεφέλας τινὰς ὁμοίως, ἢ
2. ἐναιωρήματα ποιούμενα, πάντων οὔρων ἐστὶ τὰ χρηστότατα,
3. μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη, δεύτερα δὲ ὧν
4. ἐναιωρήματα, τρίτα δὲ ὧν αἱ νεφέλαι. ταῦτα μὲν οὖν τὰ
5. τῆς πέψεώς ἐστι γνωρίσματα, τὰ δ’ ἄλλα σύμπαντα τὰ μὲν
6. ἀπεψίας, τὰ δ’ ὀλέθρου. τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λεπτὸν
7. καὶ τὸ θολερὸν ἀπεψίας, τὸ δ’ αὖ κριμνῶδες καὶ τὸ πεταλῶδες
8. καὶ τὸ πιτυρῶδες καὶ τὸ μέλαν καὶ τὸ χλωρὸν καὶ τὸ
9. πελιδνὸν καὶ τὸ ἐλαιῶδες καὶ τὸ δυσῶδες ὀλέθρου, τὸ δ’
10. ὑπόπυῤῥόν τε καὶ ὑπόξανθον ἔτι καὶ λεπτὸν, ᾗ μὲν λεπτὸν,
11. ἄπεπτον, ᾗ δὲ τῇ χρόᾳ τοιοῦτον, ἤδη πέπεπται. μέσον δ’
12. ἐστὶ τῶν ἀκριβῶς ἀπέπτων τε καὶ πεπεμμένων, ὥσπερ δὴ καὶ
13. οἷς λευκὰ μὲν ἐναιωρήματα καὶ λεῖα, διεσπασμένα δὲ καὶ μὴ
14. συνεχῆ. τοῦτο μὲν δεῖ κᾀν ταῖς ὑποστάσεσι θεωρεῖν, εἰ μὴ
15. λευκαὶ καὶ λεῖαι μόνον, ἀλλὰ καὶ εἰ παντοίως ὁμαλαὶ, τῷ τε
16. μὴ διεσπάσθαι κατά τι καὶ τῷ διὰ παντὸς γίνεσθαι τοῦ χρόνου
17. τοιαῦται. εἰ γὰρ ἐναλλὰξ οὐροῖτο καθαρὰ τοῖς ὑφισταμένοις,
1. ἡμιπέπτου νοσήματος γνωρίσματα. περί τε οὖν τούτων
2. ἁπάντων ὁ θαυμάσιος Ἱπποκράτης πρῶτος ὧν ἴσμεν
3. ἀπεφήνατο κάλλιστα, καὶ ὡς τοῖς μὲν ἀνδράσι καὶ ταῖς γυναιξὶ
4. τὰ μέλανα τῶν οὔρων εἴη κάκιστα, τοῖς δ’ αὖ παιδίοις
5. τὰ ὑδατώδεα. τοῖς μὲν γὰρ παιδίοις συνηθέστερα τὰ
6. παχύτερα, τοῖς δ’ αὖ τελείοις τὰ πυῤῥότερα. τὸ δ’ ἐναντίον
7. ἀεὶ τοῖς οἰκείοις ὀλέθριον. ἀλλὰ καὶ περὶ τῶν
8. ὑπερύθρων οὔρων, εὐθὺς δὲ καὶ τὴν ὑπόστασιν ὑπέρυθρόν
9. τε καὶ λείαν ἐχόντων, ὀρθῶς εἶπεν ὡς σωτήρια μὲν ἱκανῶς
10. ἐστι, χρονιώτερα δὲ τῶν ἀρτίως ὀνομασθέντων ἡμιπέπτων.
11. αἵματος γὰρ ὀῤῥὸς ἐπιχρώζει τὰ τοιαῦτα. χρὴ δὲ οὐ τοῦτο
12. μόνον, ἀλλὰ καὶ τῆς πυῤῥᾶς τι μεμίχθαι χολῆς. εἰ δ’ οὕτως
13. ἐστὶ καὶ τὸ κατὰ φύσιν ἀσθενὲς θερμὸν, ὡς μήτε τὴν ξανθὴν
14. χολὴν γεννᾷν ἤδη, μήθ’ αἷμα πεττόμενον ἀκριβῶς, ἀλλ’
15. ἔτ’ ὀῤῥῶδές τε καὶ ὑγρὸν, ὅτι μὲν εἰς πέψιν αὐτοῦ χρόνου
16. δεῖ πρόδηλον, ὅτι δ’ ἀκίνδυνος ἡ διάθεσις ἡ τῆς ὕλης ἐνδείκνυται
17. φύσις, οὔτε λεπτὴ καὶ ὑδατώδης, οὔτε μὴν παχεῖα
1. τελέως, ἀλλ’ οὔτε δριμεῖά τις, ἢ σεσηπυῖα, χρηστὴ δ’ οὖσα,
2. καὶ τῆς τοῦ αἵματος ἰδέας ἐγγύς.

Cliquer un n° de page pour en afficher l’image