3. Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν οὔρων ὅσον εἰς
4. τὰ παρόντα χρήσιμον εἴρηται πᾶν, ἐφεξῆς ἂν εἴη λέγειν ὅπερ
5. ὑπεσχόμεθα πρόγνωσιν ἀκμῆς, καὶ τῶν ἄλλων τῆς νόσου καιρῶν.
6. εἰ μὲν δὴ τοιοῦτόν τι σημεῖον ἓν, ἢ καὶ πλειόνων σημείων
7. ἄθροισμα εἴχομεν τῶν μελλόντων ἔσεσθαι βεβαίως δηλωτικὸν,
8. οὔτ’ ἂν αὐτὸς ὁ Ἱπποκράτης εἴρηκε μακρὰν τὴν
9. τέχνην, οὔτε ἂν οἱ νῦν ἐθαύμαζον, εἰ δυνατόν ἐστιν εἰς πρόγνωσιν
10. ἰατρικὴν τὰ τοιαῦτα πάνθ’ ἥκειν. ἐπεὶ δ’ οὔτε σημεῖον
11. οὐδὲν οὕτω πιστὸν ὡς ἀκριβῶς ἐνδείξασθαι τὸν μέλλοντα
12. χρόνον ἑκάστου τῶν καιρῶν, ἀλλ’ οὐδὲ κατὰ συνδρομάς
13. τινας ἀλλήλοις ἐπιπλεκόμενα τὰ σημεῖα τῇ πείρᾳ μόνῃ κριθῆναι
14. δύνανται, πάμπολλαι γὰρ ἂν οὕτως αἱ συνδρομαὶ γενήσονται
15. τὸ πλῆθος ὡς μήτε ἀριθμῆσαί τινα αὐτὰς, μήτε
16. τηρῆσαι, μήτε μνημονεῦσαι δύνασθαι, διὰ τοῦτο ἀναγκαῖον
17. ἑκάστου σημείου τὴν φύσιν ἀκριβῶς ἐπισκέπτεσθαι τῷ μέλλοντι
18. προγνώσεσθαι ἀκριβῶς, ἵν’ ἐκ τῆς δυνάμεως ἑκάστου
1. τὴν πρόγνωσιν ᾖ ποιούμενος. οὐ γὰρ δὴ τὰ γε πλείω πάντως
2. ἰσχυρότερα τῶν ἐλαττόνων, ἓν γὰρ ἐνίοτε σημεῖον ἰσχυρὸν
3. πιστότερον γίνεται πολλῶν ἀσθενῶν. ταῦτ’ ἄρα καὶ ὁ θαυμάσιος
4. Ἱπποκράτης ἔλεγεν ἐν τῷ προγνωστικῷ· τὰ σημεῖα
5. δεῖν ἐκμανθάνοντα πάντα κρίνειν ἐκλογιζόμενον τὰς δυνάμεις
6. αὐτῶν πρὸς ἀλλήλας· ὥστ’ εὐλόγως καὶ τὴν διδασκαλίαν
7. αὐτῶν ἐποίησε κατὰ τὰς δυνάμεις, οὐχ ἁπλῶς ἐφεξῆς ἀγαθὰ
8. σημεῖα καταλέξας, εἶτ’ αὖθις τὰ κακὰ, προσεπισημηνάμενος
9. δ’ ἐν τοῖς ὀνόμασιν ἑκάστου τὴν φύσιν, ὀλέθριόν τε καὶ δεινὸν
10. ὀνομάζων καὶ δεινότερον καὶ δεινότατον καὶ ἧττον δεινὸν,
11. ἢ μᾶλλον δεινὸν, οὕτω δὲ καὶ πονηρὸν καὶ πονηρότερον καὶ
12. πονηρότατον καὶ θανατῶδές γε νὴ Δία καὶ κακὸν ἁπλῶς.
13. ἐνίοτε δὲ καὶ τὸ κάρτα προσγράφει καθ’ ἑκατέρων τῶν σημείων
14. τὰ γένη, τά τε νῦν εἰρημένα τὰ μοχθηρὰ καὶ τὰ χρηστόν
15. τι δηλοῦντα. καὶ γὰρ οὖν καὶ κατ’ ἐκεῖνα τὸ μὲν ἄριστον
16. λέγει, τὸ δὲ ἀγαθὸν ἁπλῶς, τὸ δὲ μᾶλλόν τε καὶ ἧττον. τοιοῦτον
17. δέ τι καὶ τὸ κάρτα, μεγάλην ἔχειν δύναμιν εἰς σωτηρίαν
1. φησίν. ἐνίοτε δ’ οὐδὲν τούτων προσθεὶς, ὅτι χρόνου σημεῖον
2. ἔσται, καὶ μακρᾶς λύσεως ἐμνημόνευσεν, ἡμῖν, ὡς οἶμαι,
3. καταλιπὼν λογίζεσθαι περὶ τῶν τοιούτων ἁπάντων, ὡς οὔτε
4. πονηρὰ τὸ σύμπαν οὔτ’ ἀκίνδυνα τελέως ἐστὶν, ἀλλὰ σὺν
5. μὲν ἰσχυρᾷ τῇ δυνάμει σωτήρια, σὺν ἀσθενεῖ δὲ κινδυνώδη.
6. ταῦτα οὐκ ἀναγνῶναι χρὴ μόνον ἐκ τῶν Ἱπποκράτους
7. συγγραμμάτων, ἀλλὰ καὶ μνημονεῦσαι καὶ παραφυλάξαι
8. πολλάκις ἐπὶ τῶν ἀσθενούντων, ἵν’ ἐκ τοῦ συνεχῶς ἑωρακέναι
9. τὴν ἀκριβῆ τῆς δυνάμεως αὐτῶν ἔχωμεν διάγνωσιν· ἀναπεμπάζεσθαι
10. δὲ πρὸς ἑαυτοὺς ἀεὶ καὶ σκοπεῖν τίνα μὲν
11. ἄριστα σημεῖα, τίνα δέ χείριστα, τίνα δ’ ἐν τῷ μεταξὺ τούτων
12. ἐστὶν οἷον βαθμούς τινας ἔχοντα, τὰ μὲν ἐγγὺς τοῖς ἀρίστοις,
13. τὰ δ’ ἐγγὺς τοῖς χειρίστοις, καὶ τίνα μὲν ἧττον, τίνα
14. δὲ μᾶλλον, ἐπὶ τοῦ ἐναλλὰξ εὑρῆσθαι, ἐγγὺς καὶ πόῤῥω
15. τούτων ἐστὶ, τίνα δ’ ἀκριβῶς μέσα θετέον ἐστὶν ἀγαθῶν τε
16. καὶ κακῶν σημείων· ἔπειτ’ ἐφεξῆς σκοπεῖσθαι τίνα μὲν ἀεὶ
17. κακὰ, τίνα δὲ διὰ παντὸς ἀγαθὰ, τίνα δὲ τοῖς καιροῖς ὑπαλλάττεται
18. ὅλης τῆς νόσου, ποτὲ μὲν ἀγαθὰ, ποτὲ δὲ κακὰ
1. τοιαῦτα γινόμενα, καὶ ποτὲ μὲν ἄπιστα, ποτὲ δὲ πιστά.
2. καὶ γὰρ οὖν καὶ τοῦτο πρὸς Ἱπποκράτους εἴρηται θαυμαστῶς,
3. ὅτι τοῖς μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ
4. φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως. ὅπερ
5. εἰ μὴ γινώσκει τις, οὐδ’ οἷός τ’ ἔσται προγνῶναι σαφῶς. ἀλλ’
6. ἐνίοτε μὲν ἐνεστηκυίας ἤδη τῆς κρίσεως οὐδὲν ἂν ἰδιώτου
7. φαίνοιτο διαφέρων, ἀλλὰ ταράττοιτό τε ἅμα καὶ φοβοῖτο
8. περὶ τοῦ μέλλοντος, ἐνίοτε δ’ ἂν οἰηθεὶς ἀπηλλάχθαι τῆς νόσου
9. τὸν κάμνοντα, κᾄπειτα συγχωρήσας ἀδεῶς διαιτᾶσθαι,
10. μέγα τι κακὸν ἐξειργάσατο. διαπαντὸς δ’ ἂν κακῶς διαιτῴη,
11. μὴ προγινώσκων τὴν ἐσομένην ἀκμήν. εἰ μὴ γὰρ πρὸς ταύτην
12. ἀποβλέπων τις εὐθὺς ἐξ ἀρχῆς καταστήσει τὸν τῆς διαίτης
13. τρόπον, οὐκ ἔστιν ὅπως οὐ μέγα τι κακὸν ἐξεργάσεται
14. τὸν κάμνοντα.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.13, ed. Kühn, 1825, vol. 9, p. 607-610. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩