Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.14, ed. Kühn, 1825, vol. 9, p. 610-615. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.14

15. Ταῦτ’ οὖν ἤδη λέγωμεν ἡμεῖς, ὡς προὐθέμεθα,
16. διαλεγόμενοι κατὰ γένος ἕκαστον. καὶ πρῶτόν γε τῶν
17. σημείων ἁπάντων, ὡς ἔστι τριττή τις διαφορὰ, διέλθωμεν,
1. ἔπειτα δ’ ἑκάστου τὰς δυνάμεις· εἶθ’ ὡς ἄν τις μάλιστα προγινώσκοι
2. τοὺς καιροὺς τῶν νοσημάτων. ἡ μὲν δὴ τριττὴ φύσις
3. ἁπάντων τῶν σημείων ὁποία τίς ἐστιν, εἴρηται μὲν καὶ
4. πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ὡς τὰ μὲν
5. πέψεώς τε καὶ ἀπεψίας ἐστὶ, τὰ δ’ ὀλέθρου καὶ σωτηρίας
6. ἐνδεικτικά. ταυτὶ μὲν οὖν τὰ δύο γένη· τρίτον δ’ ἐπὶ τούτοις
7. ἄλλο γένος ἀνακειμένων ταῖς κρίσεσι τῶν σημείων. ἀπεψίας
8. μὲν οὖν καὶ πέψεως γνωρίσματα διαχωρήματά τε καὶ πτύσματα
9. καὶ οὖρα τίθεσθαι χρή· τὰ δ’ ὀλέθρου καὶ σωτηρίας
10. ἐνδεικτικὰ σημεῖα τά τε σὺν αὐτοῖς ἐστιν ἐκκρινόμενα καὶ
11. τὰ καθ’ ὅλον τὸ σῶμα φαινόμενα· περὶ ὧν ἐπὶ πλεῖστον ἐν
12. τῷ προγνωστικῷ διῆλθεν ὁ Ἱπποκράτης. εἴς γε μὴν τὰς κρίσεις
13. συνεισφέρει μὲν τινὰ καὶ τούτων, οὐ μὴν ἀλλ’ ἴδιόν τι
14. γένος αὐτῶν ἐστιν ἐξαίρετον, ὃ μικρὸν ὕστερον ἅπαν εἰρήσεται.
15. τὰ μὲν δὴ τῆς ἀπεψίας τε καὶ πέψεως σημεῖα βεβαίαν
16. ἀεὶ τὴν οἰκείαν ἔχει δύναμιν, ἄν τ’ εὐθὺς ἐν τῇ πρώτῃ
17. τῶν ἡμερῶν ἄν τε καὶ κατὰ τὰς μετ’ αὐτὴν ἐπιφαίνηται.
18. τὰ μέντοι τοῦ τρόπου τῶν νοσημάτων τριχῶς διῄρηται·
1. τὰ μὲν, ὡς καὶ πρόσθεν ἐλέγετο, τοῖς οὔροις τε καὶ διαχωρήμασι
2. καὶ πτυέλοις ἐμφαινόμενα, τὰ δὲ ἐν ταῖς διαθέσεσιν
3. ὅλου τοῦ σώματος εὑρισκόμενα, τὰ δ’ ἐν ταῖς φυσικαῖς τε
4. καὶ ψυχικαῖς ἐνεργείαις ἐμφαινόμενα. ταῦτα δ’ οὐκ ἔτι σύμπαντα
5. πιστὰ κατὰ πάντας τῶν νοσημάτων τοὺς καιρούς.
6. ἀλλ’ ἐφεξῆς αὐτὰ διαιρήσομεν. τὰ δὲ δὴ κρίσιμα συμπτώματα,
7. διττὴ μὲν καὶ ἡ τούτων φύσις, ἢ ὡς αἰτίων τε ἅμα
8. καὶ ὡς σημείων, ἢ ὡς σημείων μόνον. ἄπιστός τε πᾶσα καὶ
9. τἀναντία σημαίνουσί τε καὶ δρῶσι, κατὰ τοὺς διαφέροντας
10. καιροὺς τῶν νοσημάτων. ἐν τούτοις δὲ δὴ καὶ τὸ σύμπαν
11. ἐστὶν ἀγώνισμα τῆς προγνώσεως. ἐν ἄλλῳ μὲν γὰρ καιρῷ
12. καὶ κατ’ ἄλλην διάθεσίν ἐστι κρίσιμα, κατ’ ἄλλην δέ τινα
13. διάθεσιν, ἢ καιρὸν τῆς νόσου, συμπτώματα μὲν, ἢ σημεῖα
14. γίνεται μοχθηρὰ, κρίσιμα δὲ οὐδ’ ὅλως ἐστίν. εἴρηται δὲ περὶ
15. τούτων καὶ πρὸς Ἱπποκράτους πολλάκις. ἀλλ’ ἀρκεῖ κατά
16. γε τὸ παρὸν ὑπομνῆσαι διὰ μιᾶς ῥήσεως ἐκ τοῦ δευτέρου τῶν
17. ἐπιδημιῶν· τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα,
18. τὰ δὲ δύσκριτα. τουτὶ δ’ οὐκ ἔτι τοῖς τῆς πέψεώς τε καὶ
1. ἀπεψίας ὑπάρχει σημείοις, ἀλλὰ διὰ παντὸς ἕκαστον αὐτῶν ἕν
2. τι σημαίνει καὶ ταὐτὸν ἀεὶ, τὸ μὲν εὔχρουν εἰ τύχῃ καὶ λευκὴν
3. καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον οὖρον πέψεως σημεῖον,
4. τὸ δὲ λεπτόν τε ἅμα καὶ μηδεμίαν ὑπόστασιν ἔχον ἀεὶ σημεῖον
5. ἀπεψίας. καὶ τὸ μὲν τῆς πέψεως ἀγαθὸν ἀεὶ, τὸ δὲ
6. τῆς ἀπεψίας οὐκ ἀγαθόν ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν
7. εἰρημένων. εἰ μέντοι κεφαλαλγίαν, ἢ παραφροσύνην,
8. ἢ σκοτοδινίαν, ἢ δύσπνοιαν, ἢ ἄλυν, ἢ κῶμα θεάσῃ, βέβαιον
9. οὐδὲν ἐπὶ τούτοις οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἔχεις προγνῶναι.
10. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’ ἱδρῶτας, ἢ ἐμέτους,
11. ἢ κοιλίας, ἢ οὔρων ἔκκρισιν πολλὴν, ἢ αἱμοῤῥαγίαν ἐκ ῥινῶν,
12. ἢ ὑστερῶν, ἢ αἱμοῤῥοΐδων, ἢ παρωτίδας, ἢ τἄλλα ἀποσκήμματα.
13. σύμπαντα γὰρ ταῦτα καὶ κρίσιμα καὶ οὐ κρίσιμα γίγνεται,
14. κατὰ διττὸν τρόπον, ἢ τῷ μηδ’ ὅλως ποιῆσαι κρίσιν
15. ἢ τῷ κακῶς ἐργάσασθαι. τραχήλου μὲν γὰρ πόνος καὶ κροτάφων
16. βάρος καὶ μαρμαρυγαὶ καὶ σκοτόδινοι καὶ κεφαλαλγίαι
1. καὶ δάκρυον παραῤῥέον ἀκούσιον, ἐξέρυθρόν τε τὸ
2. πρόσωπον ἅμα τοῖς ὀφθαλμοῖς, ἢ τὸ κάτω χεῖλος σειόμενον,
3. ἢ ἀγρυπνία τις, ἢ κῶμα, σημεῖα μόνον ἐστὶν ἐνίοτε κρίσιμα,
4. καθάπερ καὶ ἆσθμα καὶ ἄλυς τις, ἢ δύσπνοια καὶ ὑποχόνδριον
5. ἀνασπώμενον, ἄση τέ τις, ἢ ναυτία ἱκανὴ καὶ καῦμα
6. καὶ δίψος σφοδρὸν, καρδιαλγία, καὶ τὸ φέρειν μὴ δύνασθαι
7. τὴν κατάκλισιν, καὶ τὸ παραπαίειν καὶ βοᾷν. γίνεται οὖν
8. ἤδη καὶ ταῦτα πολλάκις ὑπογυίου κρίσεως σημεῖα· τὸ δ’
9. ἕτερον γένος οὐχ ὡς σημείων ἐστὶ μόνον κρισίμων, ἀλλὰ καὶ
10. ὡς αἰτίων. ἔστι δ’ ἔμετοί τε καὶ διαχωρήσεις γαστρὸς καὶ
11. οὔρων πλῆθος καὶ ἱδρῶτες, αἱμοῤῥαγίαι τε καὶ παρωτίδες καὶ
12. ἀποσκήμματα. συμβαίνει δὲ μήτ’ ἐπὶ τοῖς πρώτοις συμπτώμασι,
13. ἃ δὴ καὶ σημεῖα μόνον ἐστὶ κρίσεως, μήτ’ ἐπὶ τοῖς
14. δευτέροις, ἃ δὴ καὶ τὴν τῶν σημείων ἔχει δύναμιν, καὶ τὴν
15. τῶν αἰτίων γε ἐξ ἀνάγκης γίνεσθαι κρίσιν. ἕτερον δὲ γένος
16. ἐστὶ σημείων τε ἅμα καὶ συμπτωμάτων, οὔτε κρίσιμον ὀνομαζόμενον,
17. ὃ μήτε δηλοῖ μήτε ποιεῖ κρίσιν, οὔθ’ ὁμοίως 
1. πιστὸν ὅλον, ὥστε κατὰ τὰς πέψεις, οὔτ’ ἄπιστον τελέως
2. ἅπαν, ἀλλ’ ἔστιν εὑρεῖν ἐν αὐτοῖς ἔνια μὲν ἀγαθὰ διὰ παντὸς,
3. ἔνια δὲ φαῦλα. τὸ δ’ οὖν ὡς τὸ πολὺ τοιαῦτ’ εἶναι
4. πάντ’ ἔχει. τὸ μὲν οὖν ἐῤῥῶσθαί τε τὴν διάνοιαν καὶ εὖ
5. ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθόν. ἀγαθὸν δὲ καὶ ἡ εὔπνοια
6. καὶ ἡ εὐσφυξία καὶ ἡ εὐφορία καὶ τὸ τοῖς ὑγιαίνουσιν
7. ὁμοιότατον πρόσωπον, εὐσχήμων τε κατάκλισις, ὁμαλότης τε
8. τοῦ σώματος σύμπαντος, ὅσα τε ἄλλα κατὰ τὸ προγνωστικὸν
9. ὑφ’ Ἱπποκράτους εἴρηται· κακὰ δὲ τἀναντία τούτου, τουτέστι
10. δυσφορία, κακοσφυξία, δύσπνοια, καὶ μάλισθ’ ἡ ψυχροῦ τοῦ
11. πνεύματος ἐπνεομένου γινομένη· καὶ τὰ ἄλλα ὅσα
12. κατὰ τὸ προγνωστικὸν ὑφ’ Ἱπποκράτους εἴρηται, διορίζοντος
13. σαφῶς ἑκάστου σημείου τὴν δύναμιν. ὅσα μὲν γὰρ ἁπλῶς
14. ἀγαθὰ καὶ δεινὰ καλεῖ, πλειστάκις ἐστὶ τοιαῦτα.

Cliquer un n° de page pour en afficher l’image