15. Τὰ δ’ ἄριστά τε καὶ χείριστα πρὸς αὐτοῦ
16. λεγόμενα, καὶ μάλιστα ἐφ’ ὧν προστίθησι τὸ κάρτα, τοιαύτην
17. ἔχει δύναμιν ὡς ἤτοι διαπαντὸς ἕν τι δηλοῦν ἢ σπάνιον
1. εἶναι τὸ μὴ δηλῶσαι, τοιαύτης δή τινος οὔσης διαφορᾶς ἐν
2. τοῖς σημείοις, εἰ μὲν ἀδύνατόν ἐστι διακρῖναι πότε τὰ κρίσιμα
3. σημεῖα σημαίνει κρίσιν, ἢ πότε τὰ κρίνοντα συμπτώματα
4. κρίσιν ἀγαθὴν, ἢ κακὴν ἐπιφέρει, μάτην μὲν ἂν Ἱπποκράτης
5. ἔλεγε· τοῖσι μὴ κατὰ λόγον κουφίζουσι οὐ δεῖ πιστεύειν,
6. οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως·
7. ἡμεῖς τε μάτην ἐνεστησάμεθα πραγματεύσασθαί τι περὶ
8. κρίσεων. εἰ δ’ οὔτ’ ἄλλο τι τῶν πάντων, οὐδὲ ταῦτ’ εἴρηται
9. πρὸς Ἱπποκράτους μάτην, εἴη ἄν τι πάντως γνώρισμα πιστὸν,
10. ᾧ τὸ κατὰ λόγον τε καὶ παρὰ λόγον διορίζεται. τί δὲ τοῦτ’
11. ἔστι, ἡδέως ἂν ἤκουσα παρὰ τῶν ὑπερφρονούντων τῆς παλαιᾶς
12. ἰατρικῆς. ἡμεῖς μὲν γὰρ πεπείσμεθα τὸ πρὸς Ἱπποκράτους
13. λεγόμενον ἀληθὲς εἶναι πάντως, ὡς πεπασμοὶ ταχύτητα
14. κρίσεως, ἀσφαλείην ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ
15. ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας, ἢ
16. πόνους ἰσχυροὺς, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς.
17. ὥστε καὶ τὸν τῆς ἀρχῆς καιρὸν οὐκ ἄλλῳ τινὶ κρίνομεν,
1. ὡς καὶ πρόσθεν ἔφαμεν. ἐκεῖνοι δὲ οὐδὲ ἡμῖν ἔδοσαν ἀρχῆς
2. γνώρισμα, διὰ τοῦτο οὐκ ἴσασι διακρῖναι πότε μὲν ὀλεθρίως
3. δυσφορεῖ τις, ἢ παραπαίει, πότε δ’ ἐγγὺς οὔσης τῆς κρίσεως·
4. ἀλλ’ ὅμοιοι τοῖς ἰδιώταις εἰσὶν, οὔτ’ εἰς ὅ τι τελευτήσει τὰ γινόμενα
5. προγινώσκοντες οὔθ’ ὅ τι χρὴ ποιεῖν ἐξευρίσκοντες.
6. ἀλλὰ περὶ μὲν τούτων εἰρήσεται καὶ πάλιν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.15, ed. Kühn, 1825, vol. 9, p. 615-617. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩