7. Πῶς δ’ ἄν τις, εἰ καὶ μήπω παρεῖεν οἱ
8. καθόλου καιροὶ τῆς νόσου, οἷός τ’ εἴη προγινώσκειν αὐτοὺς
9. τῇ χρείᾳ τῆς τέχνης συμφορώτατα, τοῦτο ἤδη δίειμι. πρόκειται
10. μὲν γὰρ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας εἰδέναι τό γε τοσοῦτον,
11. ὡς ἤτοι κατὰ τὴν πρώτην ἢ τὴν δευτέραν τετράδα
12. κριθήσεται τὸ νόσημα. τὸ γὰρ εἴτε τεσσαρεσκαιδεκαταῖον, εἴτε
13. εἰκοσταῖον, οὔπω δῆλον. ἀλλ’ οὐδὲν ἐκ τούτου μέγα τὸ τῆς διαίτης
14. εἶδος ὑπαλλάττεται, καθάπερ εἰ τεταρταῖον ἢ πεμπταῖον
15. κρίνεσθαι μέλλον, οὕτως αὐτό τις διαιτήσειεν, ὡς εἰ καὶ τεσσαρακοσταῖον
16. ἔμελλε λυθήσεσθαι. τουτὶ μὲν γὰρ ἐσχάτως ἄτοπον.
17. καὶ ὅστις ἰατρὸς οὐ προγινώσκει κατὰ τὴν πρώτην, ἢ
1. τὸ πλεῖστόν γε τὴν δευτέραν ἡμέραν, τὸ μὴ δυνάμενον ἐξωτέρω
2. τῆς πρώτης ἐκταθῆναι νόσημα ἑβδομάδος, μέγιστα τοῦτον
3. εἰκὸς ἁμαρτάνειν. εἰ μὲν οὖν ἅπαξ, ἢ δίς ποτε σφαλείη περὶ
4. τὸ τοιοῦτον, συγγνωστός· εἰ δ’ ὅλως οὐκ οἴεται πρόγνωσιν
5. οὐδεμίαν εἶναι τῆς ἐσομένης ἀκμῆς τοῦ νοσήματος, οὐδὲ σμικρὸν
6. οὗτος ἐπαΐει τέχνης ἰατρικῆς. ἐγώ γ’ οὖν τοσοῦτον
7. ἀποδέω τοῦ τὸ μέλλον πᾶν ἄγνωστον ὑπολαμβάνειν,
8. ὥστ’ εἰς ἐπιστήμην βεβαίαν ἐνίοτε ἥκειν αὐτὸ πείθομαι. τί
9. γὰρ ἂν, εἴ τις εὐθὺς κατὰ τὴν πρώτην ἡμέραν οὐδὲν ἔχων
10. σημεῖον κινδυνῶδες, ἀλλὰ καὶ προσέτι σύμπαντα σωτήρια,
11. πυρέττοι μὲν ὀξέως, οὐροίη δὲ εὔχρουν τε ἅμα καὶ συμμέτρως
12. παχὺ, ἆρα οὐ πρόδηλον ἰατρῷ τοῖς ἔργοις τῆς τέχνης
13. προσηδρευκότι περὶ μὲν πρώτην τετράδα τὸ τοιοῦτον κριθήσεσθαι;
14. καὶ μᾶλλον, εἰ νεφέλη τις, ἢ ἐναιώρημα χρηστὸν αὐτῷ
15. γένοιτο, καὶ πολὺ δὲ μᾶλλον, εἰ καὶ ὑπόστασις ἀγαθή; ἀλλὰ
16. δὴ τοῦτο διὰ συντόμου μὲν εἴρηται, μαθεῖν δ’ οὐκ ἐνδέχεται
17. διὰ συντόμου αὐτό. πάντα γὰρ χρὴ ἐπίστασθαι τὰ ἀγαθά
18. τε καὶ κακὰ σημεῖα τὸν ἀκριβῶς αὐτὰ προγνωσόμενον.
1. ὥσπερ οὖν εἰδὼς ταῦτα καὶ ὁ Ἱπποκράτης ἔλεγεν· οἵ τε γὰρ
2. εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων
3. γινόμενοι τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι
4. καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι
5. κτείνουσιν, ἢ πρόσθεν· εὐήθεις μὲν εἰπὼν τοὺς ἐναντίους
6. τοῖς κακοήθεσιν, ἀποφηνάμενος δὲ ὡς οὐδέτεροι τὴν τετάρτην
7. ἡμέραν ὑπερβαίνουσι. ἀλλ’ οἱ μὲν λύονται πάντως, οἱ δὲ
8. ἀναιροῦσιν. ὡς οὖν ὁ πάντ’ ἔχων ἀσφαλέστατα σημεῖα πυρετὸς
9. ὀξὺς, ἐν τῇ πρώτῃ περιόδῳ τῶν κρισίμων ἡμερῶν ἴσχει
10. τὴν λύσιν, οὕτως ὁ παρακείμενος αὐτῷ τῆς ἑβδόμης οὐκ ἂν
11. ἐξωτέρω προβαίη. τίς δ’ ἐστὶν οὗτος, ἢ δῆλον ὅτι ᾧ πάντα
12. οὐκ ἔστι ἀσφαλέστατα; λέλεκται γὰρ οὖν ἤδη καὶ πρόσθεν
13. ὡς οὐ ταὐτόν ἐστιν ὑπερθετικῶς εἰπεῖν ἢ ἁπλῶς ὁτιοῦν.
14. οὐκ οὖν οὐδ’ ἀσφαλές τε καὶ ἀσφαλέστατον, οὐδὲ κακόηθες
15. καὶ κακοηθέστατον, οὐδὲ δεινὸν καὶ δεινότατον, ἴσην ἔχει
16. τὴν δύναμιν. ἔστω δή τις εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας πυρετὸς
17. ὀξὺς, οὐκ ἄκρως μὲν ἁπλούστατός τε καὶ ἐπὶ σημείων
18. ἀσφαλεστάτων, ἁπλοῦς μέντοι καὶ ἐπὶ σημείων ἀσφαλῶν.
1. ὃν γὰρ Ἱπποκράτης εὐήθη καλεῖ, τοῦτον ἐγὼ ἁπλοῦν ὀνομάζω,
2. σαφηνείας ἕνεκεν φεύγων τὴν ὁμωνυμίαν, οὗτος εἰς
3. τὴν δευτέραν τετράδα προβήσεται. τὸ δ’ εἴτε κατὰ τὴν πέμπτην
4. ἡμέραν, ἢ τὴν ἕκτην, ἢ τὴν ἑβδόμην κριθήσεται, προϊόντος
5. τοῦ λόγου διορισθήσεται. κατὰ ταὐτὰ δὲ καὶ ὁ κακοήθης
6. τε καὶ ἐπὶ σημείων δεινῶν γινόμενος, καὶ γὰρ καὶ οὗτος ὅσον
7. ἀπολείπεται τοῦ κακοηθεστάτου καὶ μετὰ σημείων δεινοτάτων
8. γινομένου, τοσοῦτον καὶ τὸν θάνατον ὀψιαίτερον ποιήσει.
9. εἰ δέ τις ἁπλοῦς τε καὶ ἁπλουστάτους καὶ κακοήθεις τε
10. καὶ κακοηθεστάτους πυρετοὺς ἀγνοεῖ διαγινώσκειν, οὔτ’ εἰ
11. καλῶς οὔτ’ εἰ μὴ καλῶς εἶπεν ὑπὲρ αὐτῶν Ἱπποκράτης, οἶός
12. τ’ ἔσται ποτὲ τῇ πείρᾳ βασανίσαι. εἰ δὲ μηδὲ τὰς τῶν σημείων
13. εἰδείη δυνάμεις, ἀλλ’ ἁπλῶς οἴοιτο τὰ μὲν ἀγαθὰ, τὰ
14. δὲ κακὰ μόνον ὑπάρχειν αὐτῶν, ἔτι καὶ μᾶλλον ὡς ἐπῳδὴν
15. γραὸς ἀναγνώσεται τὰ πρὸς Ἱπποκράτους γεγραμμένα. τοὺς
16. μὲν δὴ τοιούτους τῶνδε τῶν ὑπομνημάτων ἀπαλλάττεσθαι
17. ἀξιῶ· τοῖς δὲ τὸ προγνωστικὸν Ἱπποκράτους ἀκριβῶς ἀνεγνωκόσιν
18. ἐφεξῆς διαλέξομαι. κατὰ μὲν δὴ τὴν πρώτην ἡμέραν,
1. οὕτως δὲ ἄκουέ μου διαπαντὸς ὅλον τὸν ἐξ ἡμέρας τε καὶ
2. νυκτὸς χρόνον, εἰς τὰς τέτταρας ἐπὶ ταῖς εἴκοσι ὥραις τεμνόμενον,
3. ὑδατῶδες μὲν ἀκριβῶς οὐρείσθω, πυρετὸς δὲ ἔστω
4. βληχρός· οὗτος ὁ ἄνθρωπος εἰς μακρὸν ἐκταθήσεται χρόνον.
5. ὁπόσον δέ τινα τοῦτον ἐν μὲν ταῖς πρώταις ἡμέραις οὔτε
6. δυνατὸν γνῶναι οὔτε εἰδέναι χρήσιμον. οὗ γὰρ ἕνεκα δεόμεθα
7. τῆς τοιαύτης προγνώσεως, ἔχομεν ἤδη τοῦτο τὸ τῆς
8. διαίτης τὸ σχῆμα καταστήσασθαι πρόσφορον, τῆς ἀκμῆς μετὰ
9. πολλὰς ἡμέρας ἐσομένης. καθ’ ἑκάστην μέντοι τετράδα παραφυλάττων
10. ἀκριβῶς τὰ σημεῖα, καὶ αὐτὸν τὸν τῆς ἀκμῆς χρόνον
11. ἀκριβῶς δυνήσῃ προγνῶναι. χρὴ γὰρ, φησὶν,
12. ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμέεσθαι, καὶ καθ’ ἑκάστην τετράδα
13. προστιθεμένην σκέπτεσθαι, καὶ οὐ λήσεις ὅπῃ τρέψεται
14. τὸ νόσημα. ταυτὶ μὲν οὖν κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον ἐξεργασόμεθα.
15. πρὸς δὲ τὴν τοῦ πρώτου καιροῦ πρόγνωσιν, ὃν
16. ἀρχὴν ὀνομάζουσιν, εἰς ὅσον ἐκταθήσεται χρόνον, ἤδη μέγα τι
17. κατὰ τὴν πρώτην ἡμέραν ἐδείχθη λαμβανόμενον, ὅπερ ἐπὶ τῆς
18. δευτέρας ἡμέρας ἔτι σαφέστερον ἔνεστι διορίζεσθαι. μενόντων
1. γὰρ ὁμοίως τοῦ τε πυρετοῦ καὶ τῶν οὔρων, οὐ μόνον ὡς
2. οὔπω τῆς ἀναβάσεως ἡ νόσος ὑπήρξατο λέγειν ἔχομεν, ἀλλ’
3. ὡς οὐδὲ θᾶττον ἄρξεται τῆς ἑβδόμης ἡμέρας. ἔμαθες γὰρ ὡς
4. ἐσχάτως ἄπεπτον ὑπάρχει τὸ ὑδατῶδες οὖρον. ὥστ’ οὐ μόνον
5. ἤδη παρόντα διαγινώσκειν οἷόν τε τὸν τῆς ἀρχῆς καιρὸν, ἀλλὰ
6. καὶ προγινώσκειν πολλάκις εἰς ὅ τι τελευτήσει.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.16, ed. Kühn, 1825, vol. 9, p. 617-622. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩