7. Ἐπὶ μὲν δὴ τῶν οὕτως χρονίων ἱκανῶς
8. ἐστιν ὁ καιρὸς τῆς ἀρχῆς μακρός· ἐπὶ δὲ τῶν κατοξέων ἐσχάτως
9. στενός. εἰ γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐν τοῖς
10. οὔροις τι φαίνοιτο σημεῖον πέψεως, ἐκπέπτωκεν ἤδη τοῦτο
11. τῆς ἀρχῆς. ἆρ’ οὖν οὐδ’ ἤρξατο τοῦτο τὸ παράπαν; ἢ τοῦτο
12. μὲν ἀδύνατον; οὐ γὰρ ἐνδέχεταί τι νόσημα τὴν ἰδίαν ἀκμὴν
13. ἀπολαβεῖν ἄνευ τῆς ἀρχῆς τε καὶ τῆς ἀναβάσεως. ἐσχάτως
14. δὲ βραχὺς ἑκάτερος ὁ χρόνος αὐτῶν γίνεται, ὡς πολλάκις
15. ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάσαι τὴν νόσον. οὕτως οὖν
16. ὀξείας ἀρχῆς οὐδὲ πρόγνωσιν δεῖ ζητεῖν τοῦ τέλους, ἀλλ’
17. ἀγαπᾷν εἰ παροῦσάν τε διαγινώσκειν τις δύναιτο καὶ ὁπηνίκα
18. πρῶτον εἰς τὴν ἀνάβασιν μεταπίπτει σαφῶς γνωρίζειν.
1. ἔστι δὲ κοινὴ τῶν τοιούτων ἀρχῶν τε καὶ ἀναβάσεων ἡ διάγνωσις
2. τοῖς τοῦ πρώτου παροξυσμοῦ μέρεσιν. ἡ γὰρ αὐτὴ
3. κᾀκείνου καὶ τοῦ σύμπαντος νοσήματος ἀρχή τε καὶ ἀνάβασις
4. γίνεται· οὐ γὰρ δὴ κᾀκεῖνος εὐθὺς ἀπ’ ἀκμῆς ἄρχεται.
5. τοῦτο γὰρ οὐ μόνον οὐδεὶς οἶδεν, ἀλλ’ οὐδ’ ἐπινοῆσαι δύναται,
6. πυρετὸν ὀξὺν εὐθὺς ὑπὸ τὴν πρώτην εἰσβολὴν ἀκμάζοντα
7. συστῆναι, καθάπερ ὑπὸ κεραυνοῦ πληγέντος τοῦ ἀνθρώπου.
8. πῶς οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάζον γνωρισθήσεται
9. τὸ νόσημα; πῶς δ’ ἄλλως ἢ εἰ τὰ τῆς πέψεως
10. εὐθὺς ἔχει σημεῖα; παραπλήσιον γάρ τι συμβαίνει κατὰ τὴν
11. τῶν ὠμῶν χυμῶν πέψιν οἷόν τι κᾀν τοῖς φλεγμαίνουσι μορίοις
12. συμπίπτει. λέγει δέ που καὶ περὶ τούτων ὁ Ἱπποκράτης
13. ᾧδε· περὶ μὲν τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ
14. πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου. ὥσπερ οὖν οὐκ
15. ἐνδέχεται διαπυησάσης φλεγμονῆς ἔτ’ ἀκμαῖον πυρετὸν εἶναι,
16. ἢ πόνον ἀπαντῆσαι, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ἂν ὑφίστηταί
17. τι χρηστὸν ἐν τοῖς οὔροις ἀκριβῶς. νεφέλης μέντοι γε
1. μόνης, ἤ τινων ἐναιωρημάτων ἀγαθῶν γινομένων, ὁ τῆς
2. ἀκμῆς καιρὸς οὔπω πάρεστι. καὶ πολὺ δὴ μᾶλλον, ἐπειδὰν
3. μηδὲν τούτων ᾖ, πλὴν εἰ μὴ πάνυ σφόδρα χολῶδες εἴη τὸ νόσημα.
4. ὅστις ἂν οὖν ἅπασι τοῖς εἰρημένοις πολλάκις ἐπὶ τῶν
5. ἀῤῥώστων ἀκριβῶς τὸν νοῦν προσέσχε, τοῦτον οὐκ ἄν ποτε
6. λάθοι καιρὸς οὐδείς. ἀλλ’ εἰ μὲν ὀξὺς εἴη, παρόντα τε ἂν
7. αὐτὸν διαγινώσκοι ἀκριβῶς, καὶ προγινώσκοι τ’ ἂν ὅσον
8. οὔπω γενησόμενον· εἰ δὲ χρόνιος, ἐκ πολλοῦ μὲν στοχάσαιτο
9. ἂν, προσιόντος δ’ ἐγγυτέρω σαφέστερον ἔτι προγινώσκοι.
10. καθόλου γὰρ χρὴ τοῦτο γινώσκειν, ὡς εἰ μή τι σαφὲς ὀφθείη
11. πέψεως γνώρισμα, τὸ ἄχρι τοῦδε σύμπαν ἀρχὴ τοῦ
12. νοσήματος ὑπάρχει. ὁπόσον οὖν ἔτι λείπεται τοῖς ἐνεστῶσι
13. εἰς τὸ σαφὲς ἐκεῖνο τῆς πέψεως γνώρισμα, παρά τε τῆς τοῦ
14. νοσήματος κινήσεως καὶ φύσεως, ὥρας τε καὶ χώρας καὶ ἡλικίας,
15. καὶ κράσεως αὐτοῦ τοῦ κάμνοντος ἐξευρήσεις. εἰ μὲν
16. γὰρ τό τε νόσημα χρόνιον εἴη φύσει, καθάπερ ἀμφημερινὸς εἰ
17. τύχοι, καὶ φαίνοιτο βραδέως ἐπὶ τοῦδε τοῦ κάμνοντος κινεῖσθαι
18. καὶ οἷον τύφεσθαι καὶ καταπνίγεσθαι, καὶ ἡ ὥρα
19. τοῦ ἔτους εἴη χειμὼν καὶ τὸ χωρίον ψυχρὸν, ἥ θ’ ἡλικία
1. καὶ ἡ φύσις τοῦ κάμνοντος ἐπὶ τὸ ψυχρότερον ῥέποι, πολλοῦ
2. τοῦ μεταξὺ δεήσει χρόνου πρὸς τὴν τοῦ σαφοῦς σημείου γένεσιν,
3. ὃν ἅπαντα τῆς ἀρχῆς ἀριθμητέον. ἔστω σοί γ’ οὖν
4. χειμῶνος ἀρξάμενος ἀμφημερινὸς ἐν οὕτως ἔχοντι σώματι
5. καθάπερ εἴρηται νῦν, ἅμα τοῖς ἀκριβῶς ἀπέπτοις καὶ ὑδατώδεσιν
6. οὔροις, οὐ μόνον οὐκ ἂν τῆς ἑβδόμης ἡμέρας ἐντὸς,
7. ἀλλ’ οὐδὲ τῆς τεσσαρεσκαιδεκάτης δύναιτό τις ἔχειν σαφὲς
8. σημεῖον πέψεως. οὕτω δὲ προσαγορεύω τά τε τῶν ἀμυδρῶν
9. μεταξὺ καὶ τὰ τῆς τελείας πέψεως. ἡ μὲν οὖν τελεία πέψις
10. ἐστὶν, ὅταν ἐν τοῖς οὔροις ὑφίστηταί τι λευκόν τε καὶ λεῖον
11. καὶ ὁμαλὸν καὶ συνεχές· ἡ δ’ ἀμυδρὰ πέψις, ὅταν ἐξ ὑδατώδους
12. οὔρου μετρίως ὕπωχρον γένηται. καὶ μὲν δὴ καὶ εἰ θολερὸν
13. γένοιτο καὶ μένοι τοιοῦτον, καὶ τοῦτο ἀσαφοῦς τέ
14. ἐστιν καὶ ἀμυδρᾶς πέψεως γνώρισμα. καὶ τὸ πυῤῥόν τε καὶ
15. λεπτὸν ἐκ ταὐτοῦ γένους ἐστίν. ἀλλ’ οὐδὲν τούτων τὴν
16. ἀρχὴν πεπαῦσθαι δηλοῖ. σαφεστέρου γὰρ ἀεὶ τὰ τοιαῦτα δεῖται
17. γνωρίσματος, ἤτοι νεφέλης λευκῆς ἢ ἐναιωρήματος ὁμαλοῦ
1. τε καὶ συνεχοῦς καὶ λευκοῦ. καὶ μὲν δὴ καὶ ἡ ἐρυθρὰ νεφέλη
2. καὶ ἡ ὑπόστασις ἡ τοιαύτη. καὶ χωρὶς ὑποστάσεως δὲ τὸ εὔχρουν
3. οὖρον ἅμα τῷ συμμέτρῳ πάχει πεπαῦσθαι δηλοῖ τὴν
4. ἀρχήν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.17, ed. Kühn, 1825, vol. 9, p. 622-626. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩