Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.18, ed. Kühn, 1825, vol. 9, p. 626-633. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.18

5. Οὕτω δὲ κᾀν τοῖς περιπνευμονικοῖς τε καὶ
6. πλευριτικοῖς πάθεσι τὰ μὲν ἰδίως ὀνομαζόμενα πτύελα ταῖς
7. ἐν τοῖς οὔροις ὑποστάσεσιν ἔοικε, τὸ δὲ μηδ’ ὅλως ἀποπτύειν
8. μηδὲν, ἀλλὰ βήττειν μόνον ξηρῶς, οἷόν περ τὸ ἐν τοῖς οὔροις
9. ἐστὶν ἄπεπτον ἐσχάτως, ὅπερ ὑδατῶδες καλοῦμεν. εἰ δὲ ἐκ τοῦ
10. μηδ’ ὅλως πτύειν εἰς τὸ πτύειν μὲν, ἀλλ’ ὑγρά τε καὶ τελέως
11. ἄπεπτα μετασταίη, δῆλον ὡς ἀμυδρά τε καὶ ἀσαφὴς αὐτῶν
12. παντάπασιν ἡ τοιαύτη μεταβολὴ καὶ οὔπω πέπαυται τοῦ
13. νοσήματος ὁ πρῶτος καιρὸς, ὃν ἀρχὴν ἔφαμεν ὀνομάζεσθαι.
14. πότ’ οὖν αὕτη μὲν παύσεται, μεταστήσεται δὲ τελέως εἰς τὴν
15. ἐπίδοσιν ἡ νόσος; ὅταν ἄρξηται πτύειν ὀλίγα πέπονα, τὸ δ’
16. ἀπὸ τούτου σύμπαν ἄχρι τῆς ἀκμῆς ἀεὶ καὶ μᾶλλον αὐτοῦ
17. πλείω καὶ βελτίω καὶ εὐπετέστερον ἀποπτύοντος. ὅταν δὲ
1. ἀκριβῶς ᾖ πέπονά τε καὶ πολλὰ καὶ μὴ δυσχερῶς ἀναπτυόμενα,
2. τῆς ἀκμῆς ὁ καιρός. ὅταν δὲ ὁμοίως μὲν ἀκριβῶς πέπονά
3. τε καὶ ἀλύπως ἀναγόμενα, μειωθῇ δὲ τὸ πλῆθος ἥ τ’
4. ὀδύνη μηκέτ’ ᾖ, πεπαῦσθαι χρὴ νομίζειν τὴν ἀκμὴν, παραλαμβάνει
5. γὰρ ἡ παρακμή. ὑποθώμεθα οὖν τινα πάλιν ἄῤῥωστον
6. ὑπὸ πλευρίτιδός τινος ἐχόμενον, οὔτ’ ἀναπτύοντά τι καὶ
7. οὐροῦντα λεπτὰ μὲν, ἀλλ’ εὔχροα. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν
8. ἀρχέσθω μὲν πτύειν, ὑγρὰ δὲ καὶ ἄπεπτα. τοῦτον ὅτι
9. μὲν οὐκ ἄν τις φαίη πρὸ τῆς ἑνδεκάτης ἡμέρας ἐν ἄλλῳ τινὶ
10. τοῦ νοσήματος εἶναι καιρῷ πλὴν ἐν ἀρχῇ, παντί που
11. δῆλον. ἐπὶ δὲ τῆς ἑνδεκάτης ἴσως μὲν ἄν τῳ δόξειε μεταπεπτωκέναι
12. σαφῶς, ἀλλ’ οὐχ ᾧδε ἔχει. ἡ γὰρ ἑνδεκάτη τῆς
13. τεσσαρεσκαιδεκάτης ἐπίδηλος οὖσα τὴν τοῦ δευτέρου καιροῦ
14. τῆς νόσου σαφῆ καὶ βεβαίαν ἀρχὴν ἐκείνην ἕξειν προδηλοῖ.
15. παραφυλάξοις γ’ οὖν αὐτὴν τὴν τεσσαρεσκαιδεκάτην, εἰ τοῖς
16. ἑνδεκάτης προδεδηλωμένοις ὁμολογεῖ. καὶ μετὰ ταύτην αὖθις
17. τὴν ἑπτακαιδεκάτην, ἐπεὶ καὶ ἥδε τῆς εἰκοστῆς ἐστιν ἐπίδηλος,
18. ὡς ἐν τοῖς περὶ κρισίμων εἴρηται. φέρε δὴ κατὰ ταύτην αὐτὸν
1. πτύσαι μικρὰ μὲν, πέπονα δὲ, κατὰ τὴν εἰκοστὴν τούτῳ δυνατόν
2. ἐστίν τινα γενέσθαι κρίσιν, οὐ μὴν τελείαν γε διὰ τὴν
3. τοιαύτην αἰτίαν, ὅτι οὐ τὴν αὐτὴν ἔχουσι δύναμιν, οὔτ’ αὖ
4. τῶν ἐπιδήλων αἱ πρῶται ταῖς ὑστέραις, οὔθ’ αἱ πρῶται κρίσιμοι
5. ταῖς ἐξ ὑστέρου κρισίμοις. ἀλλ’ ἰσχυρότεραι μὲν αἱ
6. πρῶται. χρονίζοντος δ’ ἤδη τοῦ νοσήματος ἀσθενέστεραι
7. γίνονται. χρὴ τοίνυν ἐπὶ προήκοντι τῷ νοσήματι, καὶ μάλισθ’
8. ὅταν ἱκανῶς ἄπεπτον ᾖ, μεγάλην γίνεσθαι μεταβολὴν,
9. ἵν’ ἀσφαλὴς ἐλπισθῇ κρίσις. μεγάλη δέ τίς ἐστι μεταβολὴ, πέπονα
10. τελέως οὐρῆσαί τε καὶ πτύσαι. τοιαῦτα δὲ οὐχ ὑπέκειτο
11. τὰ κατὰ τὴν ἑπτακαιδεκάτην. ὥστε οὐκ ἐνδέχεται κατὰ τὴν
12. εἰκοστὴν ἡμέραν τὸν τοιοῦτον ἄῤῥωστον ἀπαλλαγῆναι τοῦ νοσήματος,
13. ἢ καὶ κριθῆναι τελέως· ἀλλ’ ἀρκεῖ μεταβολήν τινα
14. ἀξιόλογον γενέσθαι. δυνήσεται γὰρ ἔν τινι τῶν ἐφεξῆς κρισίμων
15. ἡ τελεία λύσις ἀπαντῆσαι. ἆρ’ οὖν ὑπόθεσις μόνον ἐστὶν
16. ὁ λόγος, ἢ καὶ τοιοῦτος ὦπται ἄῤῥωστος; ἐμοὶ μὲν δοκεῖ
17. ταῦτ’ ἔχειν ἅπαντα τὰ νῦν εἰρημένα ὁ ἐν τῷ τρίτῳ τῶν
18. ἐπιδημιῶν ὑφ’ Ἱπποκράτους γεγραμμένος ὄγδοος, ἀπὸ τῆς
1. λοιμώδους καταστάσεως. ἔχει δ’ ἡ σύμπασα ῥῆσις ᾧδε· ἐν
2. Ἀβδήροις Ἀναξίων, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας·
3. πυρετὸς ὀξὺς ἔλαβε. πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχής. βὴξ
4. ξηρά. οὐδὲν ἔπτυε τὰς πρώτας, διψώδης, ἄγρυπνος. οὖρα
5. δ’ εὔχροα, λεπτὰ καὶ πολλὰ, ἕκτῃ παράληρος. πρὸς δὲ τὰ
6. θερμάσματα οὐδὲν ἐνεδίδοτο. ἑβδόμῃ ἐπίπονος. ὅ τε γὰρ πυρετὸς
7. ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν· αἵ τε βῆχες ἠνώχλεον,
8. δύσπνους τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον. ἐῤῥύη πολὺ
9. οἷον ἔδει. ξυνέδωκαν οἱ πόνοι. αἱ μέντοι βῆχες αἱ ξηραὶ
10. παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν
11. ἵδρωσε. βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ
12. ἤρξατο σμικρὰ πέπονα πτύειν. ἐκουφίσθη. εἰκοστῇ
13. ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη.
14. διψώδης δὲ ἦν, καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ
15. αἱ καθάρσιες. ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς ὑπέστρεψεν.
16. ἔβηξεν. ἀνήγαγε πέπονα πολλά. οὔρων ὑπόστασις πολλὴ 
1. καὶ λευκή. ἄδιψος ἐγένετο. εὔπνους. τετάρτῃ καὶ τριακοστῇ
2. ἵδρωσε διόλου, ἀπύρετος ἐκρίθη πάντη. τούτῳ τἄλλα, καθάπερ
3. ὑπεθέμεθα ἡμεῖς, φαίνεται γεγονότα καὶ τῶν οὔρων,
4. εἰ καὶ μὴ πολλάκις, ὡς εἴωθεν ἐπὶ τῶν ἄλλων ἀῤῥώστων,
5. ἀλλὰ δίς γ’ οὖν μνημονεύσας ἐν ἀρχῇ μὲν ὡς λεπτῶν, ἐπὶ δὲ
6. τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας προσγράψας οὔροις ὑπόστασις
7. πολλὴ λευκὴ δῆλός ἐστιν ἀκριβῶς πέπονα τότε πρῶτον
8. αὐτὸν οὐρῆσαι λέγων. διὰ τοῦτ’ οὖν, ὡς καὶ πρόσθεν εἶπον,
9. ἐπὶ μὲν τῆς εἰκοστῆς ἐκρίθη τινὰ ἐλλιπῆ κρίσιν, διότι κατὰ
10. τὴν ἑπτακαιδεκάτην ἤρξατο μικρὰ πέπονα πτύειν. οὐ μὴν τελεία
11. γε ἡ κρίσις ἐγένετο, διότι μηδὲ πέψις ἀκριβὴς οὔρων, ἢ
12. πτυέλων· διὰ τοῦτο οὖν ἐρεῖ· διψώδης δὲ ἦν καὶ τῶν
13. ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. ἐνταῦθα οὖν μοι
14. πάλιν ἀναμνησθεὶς ὡς ὀρθῶς εἴρηται, τὰ ἐγκαταλιμπανόμενα
15. ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς εἴωθε ποιεῖν.
16. τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας τὴν διήγησιν ἀνάγνωθι,
17. τόνδε τὸν τρόπον ἔχουσαν· ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς
1. ὑπέστρεψεν, ἔβηξεν. ἀνήγαγε πέπονα πολλά. οὔροις ὑπόστασις
2. πολλὴ λευκή. ἄδιψος ἐγένετο. προειπὼν γὰρ ὡς ἐν τῷ
3. μεταξὺ τῶν ταῖς μετὰ τὴν εἰκοστὴν ἥ τε δίψα παρέμενεν
4. αὐτῷ καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες ἦσαν,
5. ἐφεξῆς φησι ὡς ἐπὶ τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ὑποστρέψας
6. ἐπύρεξεν, ἄδιψος ἐγένετο, καὶ χρηστὰ πτύειν ἤρξατο,
7. κᾀν τοῖς οὔροις ὑπόστασιν ἔσχε πολλήν τε καὶ λευκήν.
8. τοῦτ’ οὖν ἐστιν αὐτῷ τὸ πρόσθεν ῥηθὲν, ὡς ἐν τοῖς πυρετώδεσι
9. νοσήμασιν ὅμοιόν τι συμπίπτει τοῖς κατὰ τὰς ἐκπυϊσκομένας
10. φλεγμονάς. ὡς γὰρ ἐκεῖ κατὰ τὰς γενέσιας τοῦ πύου
11. οἵ τε πόνοι καὶ οἱ πυρετοὶ μάλιστα συμβαίνουσιν, οὕτως κᾀνταῦθα
12. πεττομένων τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν.
13. οὕτως γ’ οὖν κᾀπὶ τοῦ Ἀναξίωνος, ὅσον ἐκ τῆς προτέρας
14. κρίσεως τῆς ἐλλιποῦς ὑπελείπετο ἂν, τοῦτ’ αὖθις ζέσαν ἐν τῷ
15. τῆς πέψεως καιρῷ τὸν πρὸ τῆς κρίσεως ἐγέννησε πυρετόν.
16. ὅτι δὲ τῆς ἐμφύτου θερμασίας ἐργαζομένης αὐτὸ καὶ οὐχὶ
17. τῆς πυρεκτικῆς, οὐχ ἥκιστα καὶ ἡ τῶν ἡμερῶν ἐνεδείξατο
18. φύσις. πρώτη μὲν γὰρ ἡ ἑνδεκάτη χρηστῆς μὲν, ἀλλ’ ἀμυδρᾶς
1. ὑπήρξατο πέψεως. εἶθ’ ἡ ἑπτακαιδεκάτη σαφέστερον ὑπέδειξε
2. σημεῖον πέψεως. εἶθ’ ἡ εἰκοστὴ κρίσιν ἐλλιπῆ. μετὰ δὲ
3. ταύτην ἡ ἑβδόμη καὶ εἰκοστὴ τελείας πέψεως ἤνεγκε γνώρισμα.
4. διὰ τοῦτο οὖν ἐπιφέρων ἐρεῖ· τετάρτῃ καὶ τριακοστῇ
5. ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐγένετο, ἐκρίθη πάντῃ. δῆλον γὰρ
6. ὡς ἐν ταῖς ἑπτὰ ταῖς μετὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐπέφθη
7. τε ἅμα καὶ ἐξεκρίθη σύμπαντα τὰ τοῦ νοσήματος αἴτια, διὰ
8. μὲν τῶν οὔρων τὰ τοὺς πυρετοὺς ἐργαζόμενα, διὰ δὲ τῶν
9. πτυσμάτων τὰ κατὰ τὸν θώρακα. μεμνῆσθαι δὲ χρὴ τοῦδε
10. τοῦ λόγου πρός τε τὰ παρόντα καὶ τὰ μέλλοντα λεχθήσεσθαι,
11. καὶ τὰ τρία ταῦτα ἡγεῖσθαι ἀλλήλων διαφέροντα, τήν
12. τε ἀμυδρὰν πέψιν καὶ τὴν σαφῆ καὶ τὴν τελείαν. ἀμυδρὰ μὲν
13. γὰρ κατὰ τὴν ια΄, σαφὴς δὲ κατὰ τὴν ιζ΄, τελεία δὲ κατὰ τὴν ζ΄
14. καὶ εἰκοστὴν ἐγένετο, μεθ’ ἥν ἐν ἑπτὰ ταῖς ἁπάσαις ἡμέραις
15. ἡ νόσος ἐλύθη, καὶ οὕτως ξύμπας ὁ καιρὸς ἀκμὴ ἐγένετο,
16. καθάπερ ἐν τοῖς ἐφεξῆς ἔτι σαφέστερον ἐπιδειχθήσεται. τοῦτο
17. οὖν τὸ πτύελον, ὃ κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐφάνη,
18. εἴπερ ἐφάνη κατὰ τὰς πρώτας ἡμέρας τοῦ νοσήματος μετὰ
1. τῶν τὴν χρηστὴν ὑπόστασιν ἐχόντων οὔρων, οὐκ ἐνεδέχετο
2. μὴ οὐ κατὰ τὴν πρώτην ἑβδομάδα κριθῆναι τὸ νόσημα. πρώτας
3. δ’ ἡμέρας δηλονότι τοῦ νοσήματος εἶπον ἃς ἡ πρώτη
4. τετρὰς διορίζει.

Cliquer un n° de page pour en afficher l’image