5. Καὶ γὰρ καὶ τὴν ἀρχὴν τοῦ νοσήματος
6. κατὰ τὸ δεύτερον σημαινόμενον ἐν τούτῳ περιγράφεσθαι τῷ
7. καιρῷ πρόσθεν ἔλεγον. καὶ τοῦτ’ ἔστι τὸ ἐν τοῖς πλευριτικοῖς,
8. πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου μὲν βραχύνει.
9. τριχῶς γὰρ τῆς ἀρχῆς λεγομένης, καθ’ ἕνα μὲν τρόπον
10. τῆς πρώτης εἰσβολῆς τῆς ἁπλῆς, ἢ τῆς ἀπλατοῦς, καθ’
11. ἕτερον δὲ τῆς εἰς τὴν τρίτην ἡμέραν ἐκτεταμένης, ἣν μόνην
12. ὁ Θεσσαλὸς ὀνειρώττειν μοι δοκεῖ, καὶ πρὸς τούτοις ἔτι τῆς
13. ὡς μέρος ὅλου τοῦ νοσήματος, ἣν τὰ τῆς σαφοῦς πέψεως ὁρίζει
14. σημεῖα. καὶ περὶ πασῶν ὁ Ἱπποκράτης ποιεῖται τὸν λόγον,
15. ὡς ἐκ τῶν προγεγραμμένων ἐστὶν δῆλον, ἔν τε τοῖς ἐφεξῆς
16. ὑπομνήμασιν ἐναργέστερον ἐπιδειχθήσεται. νυνὶ δὲ ὅτι τὴν
17. κατὰ τὸ δεύτερον σημαινόμενον ἀρχὴν ἐδήλωσεν, ὁπότε τοῖς
18. πλευριτικοῖς τὸ κατὰ τὴν ἀρχὴν ἐπιφαινόμενον πτύελον βραχύνειν
1. ἔφησε, πρόδηλον, οἶμαι, γέγονε. περὶ μὲν δὴ τούτου
2. κᾀν τοῖς ἐφεξῆς ἤδη διαιρήσομαι. ὅπως δ’ ἄν τις ἢ παροῦσαν
3. ἤδη καὶ συμπεπληρωμένην τὴν ὡς μέρος ὅλου τοῦ νοσήματος
4. ἀρχὴν διαγινώσκειν, ἢ μέλλουσαν ἔτι συμπληροῦσθαι
5. προγινώσκειν δύναιτο, σαφῶς μοι δοκῶ δεδεῖχθαι. τῆς μὲν
6. γὰρ συμπεπληρωμένης βέβαιον σημεῖον ἡ σαφὴς πέψις ἐστὶ,
7. τῆς μελλούσης δὲ ἥ τε τοῦ νοσήματος αὐτοῦ φύσις ἥ θ’ ὥρα
8. τοῦ ἔτους, ἥ θ’ ἡλικία τοῦ κάμνοντος, ἐξ ἐπιμέτρου δὲ καὶ
9. τὸ χωρίον ἐν ᾧ νοσεῖ, καὶ ὁ τρόπος τῆς προγεγενημένης διαίτης,
10. ὑγιαίνοντος ἔτι τοῦ κάμνοντος. εἰδικώτερα δὲ ἤδη γνωρίσματα
11. τῆς μελλούσης ἔσεσθαι τελευτῆς τῷ πρώτῳ καιρῷ
12. τῆς νόσου τὰ τῆς πέψεώς ἐστι σημεῖα. καὶ ὡς χρὴ ταῦτα
13. προγινώσκειν ὁπηνίκα μάλιστα γενήσεται, ῥηθήσεται μὲν ἐπιμελέστερον
14. ἔτι καὶ διὰ τῶν ἑξῆς. εἰρήσεται δὲ καὶ νῦν, ὡς
15. ἐπισκέπτεσθαι χρὴ πόσον ἀπολείπεται τὰ παρόντα τῆς ἀπεψίας
16. σημεῖα τῶν ἐσομένων ἐν τῇ σαφεῖ πέψει, τίς τε τοῦ νοσήματος
17. ὁ τρόπος ἐστὶ τῆς κινήσεως, τοῦτ’ ἔστι εἴτ’ ὀξέως, εἴτε
18. ἀργῶς καὶ οἷον τυφόμενον κινοῖτο. χρησιμώτατον δ’ εἰς
1. ταῦτα, μᾶλλον δὲ καὶ ἀναγκαιότατόν ἐστιν ἀκριβῶς ἐπίστασθαι
2. διαγινώσκειν, ὁπόσον ἀλλήλων ἀπολείπεταί τε καὶ πλεονεκτεῖ
3. τά τε τῆς ἀπεψίας καὶ τὰ τῆς πέψεως σημεῖα. καὶ γὰρ
4. καὶ τὰ τῆς ἀπεψίας οὐ σμικρὰν ἔχει πρὸς ἄλληλα τὴν διαφορὰν,
5. καὶ τὰ τῆς πέψεως ἔτι δὴ μᾶλλον. εἰ μὲν δὴ τὰ τῆς
6. παντελοῦς ἀπεψίας γνωρίσματα κατὰ τὴν πρώτην τετράδα
7. παραμένει, μακρὸς ὁ τῆς ἀρχῆς ἔσται τῷ τοιούτῳ νοσήματι
8. καιρός· εἰ δέ γε τὰ τῆς ἀμυδρᾶς μετρίως ἐν αὐτῇ φανείη,
9. μακρὸς μέν ἐστι καὶ οὗτος, ἀλλ’ οὐχ ὁμοίως τῷ πρόσθεν. εἰ
10. δὲ βραχέα τὰ τῆς ἀπεψίας εἴη σημεῖα, καὶ τὸ μέλλον ἔσται τῆς
11. ἀρχῆς ὀλίγον. ἐπὶ δὲ τούτοις ἔτι κᾀκεῖνα χρὴ προστιθέναι
12. τὰ πρὸς Ἱπποκράτους εἰρημένα χρόνου πλείονος ὑπάρχειν ἐνδεικτικὰ,
13. περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς ὁ λόγος ἡμῖν ἔσται.
14. νυνὶ δὲ παραδείγματος ἕνεκα τοῦδε τοῦ ἀφορισμοῦ μνημονεύσωμεν.
15. οἱ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον,
16. σὺν πραϋτέρῳ δὲ μῆκος νόσου σημαίνουσι. ἐὰν γὰρ ἐν ταῖς
17. πρώταις ἡμέραις, ἔτι τῶν τῆς ἀπεψίας σημείων ἐπικρατούντων,
18. ἐπιφαίνηταί τινα τοιαῦτα, προσθήσει τῷ χρόνῳ τῆς
1. ἀρχῆς. καὶ δηλονότι τὰ τῆς ἀναβάσεως ἔσται μακρότερα. καὶ
2. ἡ ἀκμὴ κατὰ ταὐτὰ μετὰ χρόνον ἀπαντήσεται πάμπολυν.
3. οὕτω δὲ καὶ ἡ λύσις τοῦ νοσήματος.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.19, ed. Kühn, 1825, vol. 9, p. 633-636. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.19
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩