Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.20, ed. Kühn, 1825, vol. 9, p. 636-639. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.20

4. Ὥστ’ οὐ μόνου τοῦ πρώτου καιροῦ κατὰ
5. τὰς πρώτας ἡμέρας ἕξεις τινὰ τεχνικὸν στοχασμὸν, ἀλλὰ
6. καὶ τῶν ἐφεξῆς. ἀκριβέστερον δὲ ἀεὶ καὶ μᾶλλον αὐτὸν προγνώσῃ,
7. ταῖς ἐφεξῆς τετράσι προσέχων τὸν νοῦν. ἡ γὰρ ἐπιδείξασα
8. πρώτη τὸ τῆς πέψεως σημεῖον ἀμυδρὸν αὐτή σοι
9. σαφέστερον ἐνδείξεται τὸν ὑπόλοιπον χρόνον τῆς ἀρχῆς, εἰδότι
10. γε τοῦτ’ ἤδη βεβαίως, ὅτι σύμπας ὁ χρόνος, ὁ μήπω μηδὲν
11. ἔχων σαφὲς σημεῖον πέψεως, ὁ πρῶτός ἐστι τῶν τεσσάρων
12. καιρῶν τοῦ νοσήματος, ὃν ἀρχὴν ὀνομάζομεν, εἰ γὰρ
13. πρὸς τοῦτο ἀποβλέπεις, οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἰ ἐν τοσαῖσδε
14. ταῖς πρώταις ἡμέραις ἀπεχώρησε τῶν κατὰ τὴν
15. πρώτην ἡμέραν φανέντων τοσῶνδε, πόσαις ἔτι τὸ ὑπόλοιπον
16. ἄχρι τῆς σαφοῦς πέψεως ἀνύσει· ἐκεῖθεν δ’ ἄρχεται μὲν ἡ
17. ἀνάβασις, ἤτοι δὲ ἐλλιπής τις ἐπιφανεῖται κατὰ ταύτην ἡ κρίσις,
18. ὡς ἐπὶ τοῦ πλευριτικοῦ παρεθέμην ὀλίγον ἔμπροσθεν,
1. ἤ εἴπερ ἀναμείνειε τὸ νόσημα τὴν τελείαν ἀκμὴν, οὕτω καὶ ἡ
2. κρίσις ἐστὶ τελεία. πολλάκις δὲ οὐδὲ γίνεται ἡ κρίσις οὐδεμία
3. μετὰ τὸν τῆς ἀκμῆς καιρὸν, ἀλλὰ κατὰ βραχὺ λύεται τὸ νόσημα,
4. χρόνῳ πλείονι πεττόμενον. ὅπως δὲ χρὴ πρὶν γενέσθαι
5. ταῦτα προγινώσκειν ἐσόμενα, διὰ τῶν ἐφεξῆς ὑπομνημάτων
6. εἰρήσεται. δείξω γὰρ ἐν αὐτοῖς σαφῶς πηνίκα μὲν ἐν ταῖς ἀναβάσεσι,
7. πηνίκα δὲ ἐν ταῖς ἀκμαῖς κρίνεται τὰ νοσήματα,
8. πηνίκα δ’ οὐδόλως κριθέντα, κατὰ βραχὺ πεττόμενα, λύεται.
9. καὶ δῆλον ὡς τὴν μὲν τοιαύτην λύσιν οὐκ ὀνομάζω κρίσιν·
10. εἰ δέ τις ἀθρόα γίνηται μεταβολὴ, καὶ πολὺ δὴ μᾶλλον ἔτι
11. τὴν προηγουμένην αὐτῆς ταραχὴν οὕτως προσαγορεύω, καὶ
12. δὴ καὶ τὰς τούτων προγνώσεις ἐν τοῖς ἐφεξῆς ἐρῶ. κάλλιον
13. γὰρ οὐ μόνον ὅτι κατὰ τόνδε τὸν καιρὸν ἡ νόσος ἀθρόαν
14. ἕξει τὴν λύσιν, ἀλλὰ καὶ πότερον μετὰ μεγάλου τινὸς ἀγῶνος,
15. ἢ χωρὶς σάλου τε καὶ κινδύνου παντὸς, ἐπίστασθαι. ταῦτ’
16. οὖν ἅπαντα διὰ τῶν ἐφεξῆς ὑπομνημάτων ἐπιδειχθήσεται,
17. καὶ πρὸς τούτοις ἔτι προγνώσεις κρίσεων ἀγαθῶν τε καὶ
1. κακῶν καὶ τελείων καὶ ἀτελῶν. ἐν ἀρχῇ δ’ αὐτῶν πάντων
2. προτάξω διαγνώσεις αὐτῶν τῶν εἰσβαλλόντων νοσημάτων.
3. ἐπειδὴ γὰρ ἀπό τε τοῦ νοσήματος ἔφαμεν χρῆναι διαγινώσκειν
4. τι περί τε τῶν καθόλου καιρῶν καὶ προσέτι τῆς ὥρας τοῦ
5. ἔτους καὶ τῶν ἄλλων ὧν εἴπομεν, εἰ μὴ συμπάντων αὐτῶν
6. εἰδείημεν διάγνωσίν τινα, εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ὅμοιόν
7. τι πεισόμεθα τοῖς πολλοῖς τῶν νεωτέρων ἰατρῶν. ὡς γὰρ κᾀκεῖνοι
8. δι’ ἀλλήλων ἑκάτερον τῶν ἀγνοουμένων διδάσκειν ἐπιχειροῦσιν,
9. ἢ διὰ τοῦ μᾶλλον ἀγνώστου τὸ σαφέστερον, οὕτως
10. καὶ ἡμεῖς ποιήσομεν, ἂν μὴ τοῦ νοσήματος ἑκάστου τῆς
11. ἰδέας εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἔχωμέν τινα διάγνωσιν.
12. ἄριστον μὲν οὖν ἐστιν εἰ κατ’ αὐτὴν τὴν πρώτην ἡμέραν, καὶ
13. τοῦτο μυριάκις ἐδείξαμεν ἤδη δυνατὸν ὑπάρχειν καὶ τριταίας
14. τε καὶ τεταρταίας καὶ ἀμφημερινὰς περιόδους, ἐν τῇ πρώτῃ
15. τῶν ἡμερῶν διαγνόντες. εἰ δέ ποτε μὴ οἷόν τε εἴη σαφῶς ἐν
16. ταύτῃ διαγνῶναι, στοχασμὸν μὲν ἤδη τινὰ τεχνικὸν ἕξομεν,
17. ἐξ οὗ καλῶς ὑπαρξόμεθα διαίτης. ἀκριβώσομεν δ’ αὐτὸν ἐν
18. τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἢ τρίτῃ γε πάντως, ἢ τετάρτῃ.
1. καὶ τοίνυν καὶ αὐτὸ τοῦτο κάλλιον ἂν εἴη δηλῶσαι καὶ δοῦναι
2. γνωρίσματα τῶν τ’ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀκριβῶς
3. διαγνωσθῆναι δυναμένων καὶ τῶν ἄχρι μὲν στοχασμοῦ
4. τινος οὐκ ἀτέχνου κατελπιζομένων, ἀκριβῶς δ’ ἐν τῇ τρίτῃ
5. τε καὶ τετάρτῃ διοριζομένων. αὖθις οὖν ἀπὸ τούτων πρῶτον
6. ἀρξάμενοι κατὰ τὸ δεύτερον ὑπόμνημα καὶ τῶν ἄλλων ἑκάστου
7. ὧν ὑπεσχόμεθα κατὰ τὴν οἰκείαν τάξιν ἀποδώσομεν.

Cliquer un n° de page pour en afficher l’image