Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.5, ed. Kühn, 1825, vol. 9, p. 562-569. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.5

8. Ἆρ’ οὖν ἱκανὰ ταῦτά ἐστι πρὸς τὴν ἀκριβῆ
9. τῶν καιρῶν τῆς νόσου διάγνωσιν; οὐδαμῶς. ἀλλ’ ἤδη μέν
10. τινα τεχνικὸν ἔχοντα στοχασμὸν, ἀκριβείας δ’ ἀπολιμπανόμενα
11. τοσοῦτον ὅσον τοῦ μηδόλως ὄντος πλεονεκτεῖν. τί δὴ
12. τούτοις προστιθέμενον ἀκριβῆ ποιήσει τὴν πρόγνωσιν, ὅλον
13. ἀναγνοὺς εἴσῃ τὸν ἀφορισμὸν ᾧδέ πως ἔχοντα. τοὺς παροξυσμοὺς
14. καὶ τὰς καταστάσιας δηλοῦσιν αἱ νοῦσοι καὶ αἱ
15. ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες,
16. ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ
17. πλείονος χρόνου γίνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένουσιν,
18. οἷον ἐν πλευριτικοῖσι, πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου
19. μὲν βραχύνει, ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει.
1. καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ
2. εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα
3. δηλοῖ. ταῦτα μὲν ἐν τοῖς ἀφορισμοῖς. ἐν δ’ αὖ τῷ πρώτῳ
4. τῶν ἐπιδημιῶν πεπασμοὺς τῶν ἀπιόντων εἶναί φησι πάντας
5. πάντοθεν ἐπικαίρους καὶ καλὰς καὶ κρισίμους ἀποστάσιας
6. σκοπέεσθαι. εἶτα ἐπιφέρων ἐρεῖ· πεπασμοὶ ταχύτητα κρίσιος
7. καὶ ἀσφάλειαν ὑγιείης σημαίνουσι. ἀλλ’ οἱ πεπασμοὶ
8. δήπουθεν οὗτοι πάντες ἐν τοῖς πεπαινομένοις, τοῦτ’ ἔστιν
9. ἐν τοῖς πεττομένοις εἰσί. τίνα οὖν ταῦτά ἐστιν; οὐκ ἄλλα
10. τινὰ ἢ ἅπερ ὠνόμασεν ἐπιφαινόμενα. τὰ μὲν γὰρ ἴδια τῶν
11. νοσημάτων αὐτῶν συμπτώματα συνεισβάλλει δήπου καὶ συνάρχεται,
12. τὰ δ’ ἄλλα πάντα ἐπιφαίνεται. συνεισβάλλει μὲν
13. οὖν τῇ πλευρίτιδι πάντως ὅ τ’ ὀξὺς πυρετὸς καὶ τὸ τῆς
14. πλευρᾶς ἄλγημα τὸ νυγματῶδες, ἥ τε δύσπνοια καὶ ἡ βήξ.
15. ἐπιφαίνεται δὲ τὰ μὲν ὡς ἴδια τοῦ νοσήματος αὐτοῦ, τὰ δ’
16. ὡς κοινὰ τῶν πυρεττόντων ἁπάντων. ὡς ἴδια μὲν οὖν
17. αὐτῆς τῆς νόσου πρῶτον μὲν ἤτοι μηδενὸς ὅλως ἀναγομένου
18. μετὰ τῆς βηχὸς, ὅπερ ἱκανόν ἐστιν ἀπέπτου νοσήματος
1. γνώρισμα· δεύτερον δὲ, εἰ ἀνάγοιτο μὲν, ἀλλ’ οὐ χρηστόν.
2. ἔστι δὲ καὶ τοῦτο διττόν· ἓν μὲν τὸ μὴ πεπέφθαι μόνον,
3. ἕτερον δὲ τὸ καὶ μοχθηρὸν εἶναι. τούτων δὲ ἁπάντων ἀφώρισται
4. τὸ πεπεμμένον, ὃ δὴ καὶ πτύελον ἤδη καλοῦσιν ἰδίως.
5. οὐ γὰρ δὴ τό γ’ αἱματῶδες καὶ τὸ χολῶδες καὶ τὸ ἀφρῶδες
6. οὕτως ὀνομάζομεν, ἀλλὰ ταυτὶ μὲν μᾶλλόν πως πτύσματα
7. προσαγορεύομεν. ὅταν δὲ μήθ’ αἵματος μήτ’ ὠχρᾶς ἢ μελαίνης
8. χολῆς ἐπιμιξίαν ἔχῃ, τὸ τοιοῦτον ἤδη πτύελον ὀνομάζομεν.
9. ὅταν οὖν τοῦτο ταχέως ἐπιφαίνηται, βραχύνει τὸ νόσημα.
10. τὸ δ’ ἤτοι μηδόλως ἀνάγειν ἢ ἄπεπτον εἰς πλείονα
11. χρόνον ἐκταθήσεσθαι δηλοῖ τὸ νόσημα. τὸ δὲ καὶ μοχθηρὸν
12. ἀνάγεσθαι τὸ πτύσμα κινδύνου δηλωτικόν· εἰ δὲ καὶ κοκόηθες
13. εἴη, θανάτου. τί μὲν οὖν ἐστι τὸ πτύελον νῦν
14. οὐ δέομαι λέγειν. ὅσα δὲ ἰδίως ὀνομάζεται πτύσματα, καὶ
15. τούτων ὅσα μὲν ὑπόξανθά τε καὶ ὑπόπυῤῥα καὶ ὕπωχρα
16. καὶ ὕπαφρα καὶ λεπτὰ, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα.
17. κακὸν δὲ οὐδὲν ἐπίσημον ἐνδείκνυται· τὰ δ’ ἀκράτως 
1. ξανθὰ καὶ πυῤῥὰ καὶ παχέα καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίσχρα
2. καὶ στρογγύλα καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα μοχθηρά.
3. προσεπισκέπτεσθαι δὲ καὶ τὸν τῆς ἀναγωγῆς αὐτῶν τρόπον.
4. εἰ μὲν γὰρ εὐπετῶς ἀποπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτα
5. μέν ἐστιν ἀγαθὰ, τὰ δ’ ἐναντία μοχθηρά. καὶ τί δεῖ πλείω
6. λέγειν ἡμᾶς, ἔχοντάς γε τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι
7. ῥῆσιν; πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ
8. τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι
9. καὶ εὐπετέως, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς
10. τῷ πτυέλῳ. δῆλος ἐνταῦθά ἐστι πτύελον ἰδίως ὀνομάζων
11. τὸ κατὰ φύσιν. ᾧ δὴ καὶ συμμεμίχθαι φησὶ χρῆναι
12. τὸ ξανθόν. τὸ δ’ ἰσχυρῶς ἔνιοι μὲν οὐδὲ γράφουσιν ὅλως.
13. οἱ δ’ οὖν καὶ γράφοντες οἱ μὲν ἐπὶ τὸ ξανθὸν, οἱ δὲ ἐπὶ
14. τὸ συμμεμιγμένον ἀναφέρουσιν, ἵν’ ἑκάτερος ᾖ τῶν λόγων
15. τοιόσδε. συμμεμιγμένον τὸ ἰσχυρῶς τῷ πτυέλῳ φαίνεσθαι τὸ
16. ξανθὸν, ἢ πάλιν τὸ ἰσχυρῶς ξανθὸν συμμεμιγμένον φαίνεσθαι
17. τῷ πτυέλῳ. τεχνικώτερον δ’ ἐστὶ τὸ πρότερον. ἀεὶ γὰρ
18. τὰς ἀνωμάλους ἁπάντων κινήσεις καὶ τῶν πολὺ διαφερόντων
1. ἐπιπλοκὰς αὐτός τε ὁ Ἱπποκράτης μέμφεται καὶ ἡ πεῖρα
2. διδάσκει οὕτως ἔχειν. οὐ μὴν οὐδ’ ὁ λόγος ἄπορος, ἀλλ’ οὐκ
3. ἐν καιρῷ νῦν ἂν εἴη λεγόμενος. ὅτι δὲ τὸ ἰσχυρῶς ἐπὶ τὸ
4. συμμεμίχθαι τὴν ἀναφορὰν ἔχει, πρόδηλον κᾀκ τῶν ἐπιφερομένων.
5. εἰ γὰρ πολλῷ, φησὶν, ὕστερον μετὰ τὴν ἀρχὴν τῆς
6. ὀδύνης ἀποπτύοιτο ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα
7. παρέχον, ἢ μὴ ἰσχυρῶς συμμεμιγμένον, κάκιον γίνεται. δῆλος
8. γάρ ἐστιν ὁ Ἱπποκράτης ἀντιτάττων ἐνταῦθα τὰ ἐκ τοῦ
9. δευτέρου λόγου ξύμπαντα τοῖς ἐκ τοῦ πρώτου, τῷ μὲν ταχέως
10. τὸ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀποπτύοιτο,
11. τῷ δ’ εὐπετέως τὸ πολλὴν βῆχα παρέχον, τῷ δὲ
12. συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ
13. τό τ’ ἄμικτον ἁπλῶς καὶ μόνον ξανθὸν, τό τε μεμιγμένον μὲν
14. ἐξ ἀμφοῖν, τοῦ τε κατὰ φύσιν πτυέλου καὶ τοῦ ξανθοῦ χρώματος,
15. ἢ πυῤῥοῦ, μὴ μέντοι ἰσχυρῶς. ἀλλὰ καὶ μετὰ ταῦτα
16. συνάπτων ἐρεῖ σαφέστερον ἔτι τὴν αὐτὴν γνώμην ἐξηγούμενος.
17. τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες· ἄκρητον δ’ ἐστὶ
1. δήπου τὸ μὴ μεμιγμένον τῷ πτυέλῳ· τὸ λευκὸν καὶ γλίσχρον
2. καὶ στρογγύλον ἀλυσιτελές. εἶθ’ ἑξῆς πάλιν ἐπὶ τὰ
3. χαλεπώτερα κατὰ βραχὺ παραγινόμενος τῷ λόγῳ, κακὸν δὲ
4. καὶ χλωρόν τε ἐὸν κάρτα καὶ ἀφρῶδές φησιν. εἶθ’ ἑξῆς· εἰ
5. δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν
6. ἐστι τοῦτο ἐκείνων. ἐκ μὲν δὴ τῶν ἰδίων τῆς πλευρίτιδος
7. οὕτω χρὴ διορίζεσθαι. προσεπιβλέπειν δὲ δεῖ καὶ τὰ κοινὰ
8. τῶν ὀξέως νοσούντων ἁπάντων. ἐφεξῆς δ’ αὐτὰ καταριθμεῖται
9. γράφων ὡδί· ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα, εὐπετέως φέρειν
10. τὸ νόσημα, εὔπνουν εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ
11. πτύελον ῥηϊδίως ἀναβήσσειν, τὸ σῶμα πᾶν θερμόν τε ὁμαλῶς
12. εἶναι καὶ μαλθακὸν καὶ δίψην μὴ ἔχειν. οὖρα δὲ καὶ διαχωρήματα
13. καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα
14. εἰδέναι ἀγαθὰ ἐόντα. ταυτὶ μὲν οὖν ἀγαθὰ σημεῖα, τά τ’
15. ἴδια τῶν ἀναπνευστικῶν ὀργάνων καὶ προσέτι τὰ τῶν ἄλλων
16. ἁπάντων ὀξέων νοσημάτων κοινὰ, κατὰ τὸ συνεχὲς ἐφεξῆς
17. ἀλλήλων γεγραμμένα. συνάπτων δ’ αὐτοῖς ἐπάγει· κακὰ
18. δὲ τἀναντία τουτέων, δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα
1. μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι· τὸ πτύελον
2. μόλις ἀναβήσσειν· διψᾷν κάρτα· τὸ σῶμα ὑπὸ τοῦ πυρὸς
3. ἀνωμάλως ἔχεσθαι· καὶ τὴν μὲν κοιλίαν καὶ τὰς πλευρὰς
4. θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ
5. τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους
6. καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι κακὰ ἐόντα.
7. γέγραπται δὲ καὶ περὶ τούτων δηλονότι κατὰ τὸ προγνωστικὸν,
8. ὁμοίαν αὐτοῦ τὴν διδασκαλίαν ἐφ’ ἑκάστων τούτων
9. ποιουμένου, οἵαν περ καὶ νῦν ἐπὶ τῶν πτυσμάτων. ὡς γὰρ
10. ἐν τούτοις τὸ μέν τι πέψεως ἐστι σημεῖον, τὸ δ’ ἀπεψίας,
11. τὸ δ’ ὀλέθρου· καὶ τὸ μὲν τῆς πέψεως εὐθὺς ἐν ἀρχῇ φαινόμενον
12. ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον δηλοῖ, τὸ δὲ
13. τῆς ἀπεψίας ἐν χρόνῳ, τὸ δ’ ὀλέθριον ἀπολεῖσθαι, καὶ
14. τὸ μὲν μεγάλως ὀλέθριον ἐν τάχει, τὸ δ’ ἧττον ἐκείνου
15. χρονίως. οὕτω κᾀπὶ τῶν οὔρων αὐτῶν διώρισται καὶ τῶν
16. διαχωρημάτων καὶ τῶν ἄλλων ἁπάντων, ὑπὲρ ὧν ἐφεξῆς
17. ἡμῖν ὁ λόγος ἔσται. καὶ γὰρ τούτων ἁπάντων τὰ μὲν
1. πέψεως, τὰ δ’ ἀπεψίας, τὰ δ’ ὀλέθρου σημεῖα. καὶ γὰρ τὸ
2. μέλαν πτύσμα πρὸς τῷ μὴ πεπέφθαι καὶ ὀλέθριόν ἐστιν.
3. οὕτω δὲ καὶ οὖρον μέλαν οὐκ ἄπεπτον μόνον, ἀλλὰ καὶ ὀλέθριον.
4. ἔστι δὲ ἁπλῶς ἄπεπτον τὸ λεπτὸν καὶ λευκὸν, ὅπερ
5. ὑδατῶδες ὀνομάζομεν.

Cliquer un n° de page pour en afficher l’image