15. Ἡ δὲ κατὰ πλάτος ἀρχὴ κοινῇ μέν
16. τινι ταύτῃ καὶ προχείρῳ φαντασίᾳ καὶ μήπω μηδὲν ἐχούσῃ
17. τεχνικὸν ἐν τῷ πρώτῳ παροξυσμῷ περιέχεται. καὶ διὰ τοῦτο
1. τὰ μὲν εὐθὺς ἀρχόμενα τὴν ἀκμὴν ἀπειληφέναι λέγεται,
2. καθάπερ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐπειδή φησιν, αὐτίκα
3. γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει. τὸ γὰρ
4. ἀρχόμενον οὐκ ἐπὶ τοῦ καιροῦ τοῦ νοσήματος εἴρηται νῦν,
5. ἢ μάχοιτ’ ἂν αὐτῷ τὸ ἀνθεῖν τε καὶ ἀκμάζειν· ἀλλ’ ἐπὶ τοῦ
6. χρόνου δηλονότι τοῦ μετὰ τὴν ἀκριβῶς ἀρχὴν τὴν πρώτην,
7. ἄχρι τρίτης τῆς ἡμέρας τὸ πλεῖστον ἐκτεταμένου. πάντως μὲν
8. γὰρ ὁ πυρετὸς οὗτος ἀρχήν τινα τὴν πρώτην ἐκείνην καὶ
9. ἀπλατῆ ποιησάμενος, ἔπειθ’ οὕτως ἀναβάσει τινὶ χρησάμενος,
10. ἀπολαμβάνει τὴν οἰκείαν ἀκμὴν, ὁ μὲν εὐθὺς ἐν τῇ πρώτῃ
11. τῶν ἡμερῶν, ὁ δὲ ἐν τῇ δευτέρᾳ. οὐ μὴν ἀπό γε τῆς εἰσβολῆς
12. τοῦ πρώτου παροξυσμοῦ δύναιτ’ ἄν τις γενέσθαι πυρετὸς
13. ἀκμάζων. ἀλλ’ ἄν τε κατὰ τὴν πρώτην ἡμέραν ἄν τε
14. κατὰ τὴν δευτέραν ἀκμάσας ἐντεῦθεν ἄχρι τῆς παντελοῦς
15. λύσεως ἐκταθῇ, μηδεμίαν αἰσθητὴν ἑτέραν παροξυσμοῦ λαβὼν
16. εἰσβολὴν, οὕτως ἂν ἀπ’ ἀρχῆς εὐθὺς λέγοιτο τὴν ἰδίαν ἀκμὴν
17. ἐσχηκέναι. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον.
18. αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει.
1. τοιοῦτον οὖν ἐστι καὶ τὸ ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα
2. ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει πρὶν τὸν δεύτερον
3. εἰσβάλλειν δηλονότι παροξυσμόν. ἔτι γὰρ ἄρχεσθαι λέγοιτ’
4. ἂν ἡ πλευρῖτις, οὐ μόνον ἐπειδὰν ἀνάβασιν ὁ τοιοῦτος
5. ἔχῃ παροξυσμὸς, ἢ ἀκμὴν, ἀλλὰ κᾀν τῇ παρακμῇ συμπάσῃ.
6. καὶ ὅλως πρὶν εἰσβάλλειν τὸν δεύτερον παροξυσμὸν, διὰ τρίτης
7. τοὐπίπαν ἐν πλευρίτισιν ἀπαντῶντα. πᾶν οὖν ὅ τι ἂν ἐπιφαίνηται
8. σημεῖον, ὀλιγοχρόνιόν τε ἅμα καὶ σωτήριον ἔσεσθαι
9. δηλοῖ τὸ νόσημα. τοιοῦτον δὴ καὶ τὸ πτύελόν ἐστι τὸ ἐν
10. τοῖς πλευριτικοῖς. ἑκάστου γὰρ τῶν μορίων τοῦ σώματος
11. τὸ περίττωμα τὴν ὑπάρχουσαν αὐτῷ διάθεσιν ἐνδείκνυται,
12. πεπεμμένον μὲν ὑγιεινήν, ἄπεπτον δὲ ὑπάρχον νοσεράν.
13. οὕτω γοῦν εἴρηται κᾀκεῖνα. διαχώρημα δὲ ἄριστόν ἐστιν τὸ
14. μαλθακόν τε καὶ συνεστηκὸς, καὶ τὴν ὥραν, ἥν περ καὶ
15. ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων.
16. τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν.
17. καὶ τοίνυν καὶ τὸ πτύελον, ἐπειδὴ μὲν ἀκριβῶς ὅμοιον ᾖ
1. τοῖς τῶν ὑγιαινόντων, ἀκριβῶς ὑγιαίνειν ἐνδείξεται τὰ τῆς
2. ἀναπνοῆς ὄργανα· παραποδιζόμενον δέ τι καὶ τοῦ κατὰ φύσιν
3. ἐξιστάμενον εἰς τοσοῦτον ἐκεῖνα βεβλάφθαι δηλοῖ εἰς
4. ὅσον ἂν καὶ αὐτὸ τῆς κατὰ φύσιν ἰδέας ἀπολείπηται. τὸ δ’
5. ἐναντιώτατον τοῦ κατὰ φύσιν ἄπεπτόν ἐστιν καὶ μεγάλην
6. ἐνδείκνυται τὴν τῶν πεπονθότων τόπων ἀσθένειαν. εἰ δὲ καὶ
7. μοχθηρᾶς αἰτίας ἔχει τι γνώρισμα, καθάπερ τὸ μέλαν, ὀλεθριώτατον
8. ἤδη τὸ τοιοῦτον. οὕτω δὲ ἔχει κᾀπὶ τῶν οὔρων.
9. καὶ γὰρ καὶ τούτων ὅσα μὲν ὁμοιότατα τοῖς τῶν ὑγιαινόντων
10. ἐστὶν, ταυτὶ μὲν ἱκανῶς εὐρωστεῖν ἐνδείκνυται τὸ φλεβῶδες
11. γένος τῶν ὀργάνων· ὅσα δὲ ἀπεπτότερα, τὴν ἀῤῥωστίαν
12. αὐτῶν μηνύει. τὰ δὲ ἐναντιώτατα τοῖς τῶν ὑγιαινόντων
13. αὐτὰ μὲν τελέως ἐστὶν ἄπεπτα, μεγάλην δὲ ἀῤῥωστίαν ἐνδείκνυται
14. τοῦ φλεβώδους γένους παντός. ὅσα δὲ καὶ τῆς κρατούσης
15. αἰτίας ἐμφαίνει τὸ μοχθηρὸν, ὥσπερ καὶ τὰ μέλανα,
16. ταυτὶ ἐσχάτως ὀλέθρια. ταυτὶ μὲν οὖν τὰ τρία γένη τῶν σημείων
17. ἐνδείκνυται πέψιν ἰδίαν ἑκάστῳ. τῆς μὲν κάτω γαστρὸς
1. τὰ κατὰ φύσιν διαχωρήματα. τοῦ φλεβώδους δ’ αὖ γένους
2. τὰ οὖρα. τῶν δ’ ἀναπνευστικῶν ὀργάνων μόνον τὰ πτύσματα.
3. καθάπερ δὲ ταῦτα τῶν τόπων αὐτῶν ὅθεν ἐκκρίνεται
4. τὰ γνωρίσματα φέρει, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον
5. καὶ τὰ οὖρα νεφρῶν καὶ οὐρητήρων καὶ κύστεως καὶ καυλοῦ.
6. ἀλλὰ τὰ μὲν ἐπὶ τοῖς τούτων ἀῤῥωστήμασιν οὖρα διὰ τῶν
7. ἀφορισμῶν ἰδίᾳ κατέλεξεν ὁ Ἱπποκράτης. τὰ δὲ τοῖς ὀξέσι
8. νοσήμασι συνεδρεύοντα κατὰ τὸ προγνωστικὸν ἔγραψεν. ὅτι
9. δὲ τοῦτο τὸ βιβλίον σύμπαν, ὡς ἤδη πολλάκις ἀποδέδεικται,
10. περὶ μόνων ἐστὶ τῶν ὀξέων, ἀμέλει τελειώσας ἐν αὐτῷ σύμπαντα
11. τὸν περὶ τῶν οὔρων λόγον ἐπὶ τῷ τέλει προσέθηκε,
12. μὴ ἐξαπατάτω δέ σε ἤν τι αὐτέη ἡ κύστις νόσημα ἔχουσα
13. τῶν οὔρων τι ἀποδιδοίη τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον,
14. ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν. ὡς οὖν τῆς κύστεως ἐμνημόνευσε,
15. παράδειγμα τῷ λόγῳ ποιησάμενος αὐτὴν, οὕτω καὶ νεφρῶν
16. καὶ οὐρητήρων καὶ καυλοῦ συνυπακούειν χρή. μεγίστη δ’
17. ἀπόδειξις αὐτὰ τὰ πρὸς αὐτοῦ γραφέντα διὰ τῶν ἀφορισμῶν.
18. ὥσπερ γὰρ κύστεως, οὕτω καὶ νεφρῶν νοσούντων γράφει
1. σημεῖον. ὁκόσοισιν ἐν τῷ οὔρῳ, φησὶν, παχεῖ ἐόντι, σαρκία
2. μικρὰ, ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν
3. νεφρῶν ἐκκρίνεται. ταυτὶ μὲν οὖν, ὡς ἔφην, τὰ τρία γένη
4. τῶν σημείων ἕκαστον ἰδίας πέψεως ἐνδεικτικὸν ὑπάρχον·
5. οὖρα μὲν τῆς κατὰ τὰς φλέβας, διαχωρήματα δὲ τῆς κατὰ
6. γαστέρα, πτύσματα δὲ τῆς τῶν ἀναπνευστικῶν ὀργάνων, καὶ
7. οὐκ ἐνδέχεται δέ ποτε μὴ οὐκ ἀγαθόν τι μέγα δηλοῦν τὸ τῆς
8. πέψεως σημεῖον. αἱμοῤῥαγίαι δὲ καὶ ἱδρῶτες καὶ παρωτίδες
9. καὶ τὰ ἄλλα ἀποσκήμματα σὺν μὲν τῷ καιρῷ πέφυκεν
10. ὠφελεῖν, ἀκαίρως δὲ οὐδὲν ὀνίνησι. ὅθεν μοι δοκεῖ τὰ
11. τοιαῦτα αἰνίττεσθαι διὰ τοῦ περὶ χυμῶν βιβλίου λέγων τὰ
12. κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι. καὶ γὰρ
13. οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δύσπνοιαι καὶ παραφροσύναι καὶ
14. δάκρυα καὶ ἀγρυπνίαι καὶ κώματα καὶ σκοτόδινοι καὶ μαρμαρυγαὶ
15. καὶ ἄσαι καὶ καρδιαλγίαι καὶ κεφαλαλγίαι καὶ τἄλλα
16. σύμπαντα τὰ καθ’ ἕκαστον μόριον ἀλγήματα διορισμοῦ
17. δεῖται πηνίκα μέν ἐστιν ὠφέλιμα, πηνίκα δὲ βλαβερὰ, πηνίκα
1. δ’ οὐ μόνον οὐδὲν ὀνίνησι, ἀλλὰ καὶ σημεῖα γίνεται μοχθηρότατα.
2. καθάπερ οὖν ἕν τι ποσὸν ἀφωρισμένον οὐκ ἐδήλου
3. τὸ τῆς ἀρχῆς ὄνομα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ
4. τὸ αὐτίκα. πλάτος δὲ ἔχον χρόνου τοσοῦτον ὅσον περ καὶ
5. τὸ τῆς ἀρχῆς ἐστιν. δῆλον δὲ ὡς καὶ πολλάκις ἀντ’ ἐπιῤῥήματος
6. τῷ αὐτίκα χρώμεθα τοῦ ἀμέλει, καθάπερ κᾀν τῷ τοιῷδε
7. λόγῳ φαίνεται κεχρημένος ὁ Ἱπποκράτης· εἰσὶ δὲ τρόποι καὶ
8. καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν·
9. αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει.
10. τουτὶ γὰρ τὸ αὐτίκα πλέον οὐδὲν δηλοῖ τοῦ ἀμέλει, καθάπερ,
11. οἶμαι, κᾀν τῷ περὶ διαίτης ὀξέων. ἐν οἷς οὕτω φησίν·
12. ἢν οὖν μὴ προστιμωρήσῃ τις, ὅσον δεῖται αὐτάρκης εἶναι ὁ
13. τρόπος τῆς τοιαύτης πτισανοροφίης, πολλαχόθεν βεβλάψεται.
14. οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, εἰ μή τις
15. ὑποκενώσας τὸ ῥόφημα δοίη. τὸ μὲν οὖν αὐτίκα τοιόνδε
16. σημαίνει. ἔστι δὲ τοῦ αὐτίκα πάμπολλα παραδείγματα
17. παρά τε τῶν ἄλλων ἁπάντων Ἑλλήνων εὑρεῖν, οὐχ ἥκιστα
18. δὲ καὶ παρ’ Ἱπποκράτους. ἐπὶ δὲ θάτερον ἤδη μεταβῶμεν.
1. ἐπειδὰν γάρ φησι, τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι, τὸ
2. παραχρῆμα δηλοῖ, τουτέστι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος.
3. ἔστι δ’ οὐ ταῦτα τά γε νῦν εἰρημένα κρίσιμα καὶ τὰ τῆς
4. πέψεως γνωρίσματα. τοῖς μὲν γὰρ οὐκ ἐγχωρεῖ τὸ μὴ οὐ
5. κρίσιν τινὰ πάντως, ἢ ἀγαθὴν, ἢ κακὴν ποιήσασθαι. τὰ δὲ
6. τῆς πέψεως σημεῖα σωθήσεσθαι μὲν δηλοῖ τὸν ἄνθρωπον,
7. οὐ μέντοι γε κριθήσεσθαι πάντως. οὔτε γὰρ εἰ τὴν ἀθρόαν
8. ἀκούοιμεν ἐν νόσῳ μεταβολὴν, οὔτ’ εἰ τὴν προηγουμένην αὐτῆς
9. ταραχὴν, ἐξ ἀνάγκης τὰ τῆς πέψεως σημεῖα τῶν εἰρημένων
10. ἔσται. δύναται γὰρ ἐν χρόνῳ πλείονι κατὰ βραχὺ τὸ νόσημα
11. πεττόμενον ἐπὶ τὴν παντελῆ λύσιν ἀφικέσθαι. δηλωθήσεται
12. δὲ κᾀν τοῖς ἐφεξῆς ἔτι σαφέστερον ὅπῃ διενήνοχε τὰ
13. κρίσιμα συμπτώματα τῶν τῆς πέψεως σημείων. νυνὶ δὲ ἀρκεῖ
14. τό γε τοσοῦτον ἐπιδεδεῖχθαι, ὡς τῆς μὲν ἐν τοῖς ἀναπνευστικοῖς
15. ὀργάνοις πέψεως τὰ πτύελα, τῆς δ’ ἐν ταῖς φλεψὶ τὰ
16. οὖρα, τῆς δὲ κατὰ τὴν γαστέρα τὰ διαχωρήματα τίθεσθαι
17. χρὴ σημεῖα. καὶ ὡς ἐπὶ μὲν τῶν πυρετῶν ἁπάντων, ἐπειδὴ τοῦ
18. φλεβώδους γένους εἰσὶ παθήματα, καὶ γὰρ καὶ τὰς ἀρτηρίας
1. ἐν τούτῳ νῦν τῷ γένει περιλαμβανέτω, τοῖς οὔροις μάλιστα
2. προσεκτέον ἐστίν. ἐπὶ δὲ τῶν πλευριτικῶν πρώτοις μὲν
3. τοῖς πτύσμασι, ἤδη δὲ καὶ τοῖς οὔροις, ὅτι καὶ μετὰ πυρετοῦ
4. πάντως ἡ πλευρῖτις. ἐπὶ δὲ τῶν κατὰ τὴν γαστέρα χωρὶς
5. μὲν πυρετοῦ τοῖς διαχωρήμασι μόνοις, σὺν πυρετῷ δὲ καὶ
6. τοῖς οὔροις.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 1.7, ed. Kühn, 1825, vol. 9, p. 572-580. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩