Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.8, ed. Kühn, 1825, vol. 9, p. 580-582. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.8

7. Ἤ τοίνυν ἑκάστου τῶν νοσημάτων ἴδιος
8. ἀρχὴ τοῖς τῆς πέψεως σημείοις ὁρίζεται, διαφέρουσα τῆς ἐν
9. πλάτει λεγομένης ἀρχῆς τῆς ἀτέχνου πάμπολλα. μακροτέρα
10. γὰρ ἐκείνη τῆς τρίτης ἡμέρας οὐκ ἐπινοεῖται προϊοῦσα, καθάπερ
11. κᾀν τῷ προγνωστικῷ δεδήλωται σαφέστατα. προειπὼν
12. γάρ· ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον τοιοῦτον
13. ᾖ, μετὰ ταῦτά φησιν· ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος,
14. ἢ τριταίου, ἢ τεταρταίου, τὴν κατὰ πλάτος ἀρχὴν
15. ἐνδεικνυμένου ἀκριβῶς ἡμῖν, ἄχρι τῆς τρίτης ἡμέρας ἐκτείνεσθαι.
16. τὴν δ’ ὄντως ἑκάστου νοσήματος ἰδίαν ἀρχὴν, ἣν
17. δὴ καὶ μέρος ὑπάρχειν ἔφαμεν αὐτοῦ, μέχρι παμπόλλων
18. τετράδων ἐνδέχεται προέρχεσθαι. παύεται γὰρ τότε πρῶτον,
1. ἐπειδὰν τὰ τῆς πέψεως ἐπιφανῇ σημεῖα. τὸ δ’ ἀπὸ τοῦδε
2. σύμπαν ἕως τῆς ἀκμῆς ἕτερον ἤδη μέρος ἐστὶν, αὔξησίς τε
3. καὶ ἀνάβασις ὀνομαζόμενον. εἶτ’ ἀκμὴ μετὰ ταῦτα, τὸ σφοδρότατον
4. τῆς ὅλης νόσου μόριον. ὑστάτη δὲ πασῶν ἡ παρακμή.
5. πέψεως μὲν οὖν δὴ σημεῖα, πολλάκις γὰρ δεῖ τὰ
6. χρησιμώτατα λέγειν, οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται. τὰ
7. κρίσιμα δ’ ἔστιν ὅτε κακῶς. οὔτε γὰρ ἐν ταῖς ἀναβάσεσιν
8. οὔτ’ ἐν ταῖς ἀρχαῖς, ἀλλ’ ἐν ταῖς ἀκμαῖς αὐτὰ ἐπιφαίνεσθαι
9. χρή. περὶ μὲν δὴ τῶν ἐν ταῖς ἀναβάσεσί τε καὶ ταῖς ἀκμαῖς
10. ἐπιφαινομένων ἐφεξῆς ἐροῦμεν· περὶ δὲ τῶν ἐν ταῖς ἀρχαῖς
11. ἤδη λέγωμεν, ἀναμνήσαντες πάλιν ὡς ἐν ἅπαντι τῷ μετὰ
12. ταῦτα λόγῳ, παρέντες τὰ δύο σημαινόμενα τῆς ἀρχῆς, τό τε
13. τῆς πρώτης εἰσβολῆς τῆς ἀπλατοῦς τό τε τῆς τοῦ πρώτου
14. παροξυσμοῦ, περὶ μόνου τοῦ τρίτου διαλεξόμεθα χρόνου,
15. τοῦ τῆς ἀπεψίας. καὶ γὰρ καὶ τεχνικὴ τῆσδε τῆς ἀρχῆς
16. ἡ διάγνωσίς ἐστιν καὶ μεγάλα δηλοῦν πέφυκεν. οὔτ’ οὖν
17. ἱδρῶτες οὔτ’ ἔμετοι καὶ διαχωρήματα γαστρὸς οὔτε παρωτίδες
1. οὔτε αἱμοῤῥαγίαι κατὰ τοῦτον ἐπιφανεῖσαι τὸν χρόνον,
2. ἔκρινάν ποτε νόσημα. ταυτὶ μὲν οὖν ἤδη καὶ ὡς αἴτια πεπίστευται
3. τὰς νόσους ἀπαλλάττειν· τὰ δ’ ὡς σημεῖα τούτων
4. δηλωτικὰ παραφροσύναι τ’ εἰσὶ καὶ ἀγρυπνίαι καὶ κώματα
5. καὶ ἀλγήματα καὶ δάκρυα καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ
6. πάνθ’ ὅσα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ταῦτα χωρὶς τῶν τῆς
7. πέψεως σημείων ἐπιφανέντα κακίστων διαθέσεών ἐστι γνωρίσματα.
8. σύμπαντα μὲν οὖν δὴ ταῦτα, τά τε ὡς αἴτια τά
9. τε ὡς σημεῖα κρίσιμα, μὴ αὐτίκα φαινέσθω· τουτέστι μὴ
10. κατὰ τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ἡνίκα τελέως ἄπεπτον
11. ὑπάρχει· τὰ δ’ ἄλλα τρία γένη τῶν τὴν πέψιν δηλούντων
12. σημείων, εἰ καὶ κατὰ τὴν πρώτην εὐθὺς ὥραν φαίνοιτο
13. τοῦ πρώτου παροξυσμοῦ, καλῶς ἐπιφαίνηται.

Cliquer un n° de page pour en afficher l’image