Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 1.9, ed. Kühn, 1825, vol. 9, p. 582-585. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:1.9

14. Πάλιν οὖν ἀναλαβόντες εἴπωμεν ταὐτό.
15. τοὺς καθόλου καιροὺς τῶν νοσημάτων ἔκ τε τῶν νόσων
16. αὐτῶν πρῶτον χρὴ στοχάζεσθαι, πηλίκοι τινὲς ἔσονται τῷ
17. χρόνῳ, κᾀκ τῶν ὡρῶν τοῦ ἔτους καὶ τῆς τῶν περιόδων
18. ἀναλογίας, καὶ πρὸς τούτοις ἅπασιν ἐκ τῶν ἐπιφαινομένων,
1. ἐν οἷς πρῶτα καὶ κυριώτατα τὰ τῆς πέψεώς ἐστι σημεῖα,
2. δι’ ὧν τὴν μὲν ἤδη περιγεγραμμένην ἀρχὴν ἀκριβῶς γνωρίσαις.
3. ἐκ ταύτης δὲ τὴν μέλλουσαν ἀκμὴν στοχασμῷ τεχνικῷ προγνώσῃ
4. τῷ μετ’ ὀλίγον εἰρησομένῳ. καλῶ δὲ τεχνικὸν στοχασμὸν
5. ὃς ἂν ἐγγυτάτω τῆς ἀληθείας ἀφίκηται. ὥσπερ οὖν
6. ἀρχῆς ἀκριβὴς διάγνωσις οὐκ ἔστι πρὶν ἄρξασθαι τὴν ἀνάβασιν,
7. οὕτως οὐδὲ τῆς ἀναβάσεως πρὶν εἰσβαλεῖν τὴν ἀκμήν.
8. ἀσκητέον δὲ κᾀνταῦθα πρότερον εἰσβάλλουσαν ἀκμὴν γνωρίζειν,
9. ἔπειθ’ οὕτως προγινώσκειν. ἐπεὶ δὲ καὶ τούτων ἁπάντων
10. ἡγεμὼν Ἱπποκράτης ἐστὶ, δίκαιον ἂν εἴη κᾀνταῦθα τὰς ἐκείνου
11. ῥήσεις ἐξηγουμένους διαπεραίνεσθαι τὸν λόγον. ἄμεινον
12. δ’ ἴσως ἐστὶν πρὶν ὑπάρξασθαι τοῦτο ποιεῖν ἔτι βραχὺ περὶ
13. τῶν εἰρημένων προσθεῖναι. ἣν γὰρ ὡς μέρος τοῦ νοσήματος
14. ἐζητοῦμεν εὑρεῖν ἀρχὴν, εἴτε ἰσόχρονος ἐν ἁπάσαις ταῖς νόσοις
15. ἐστὶν, εἴτε καθ’ ἑκάστην αὐτῶν ἴδιος, ἐν ᾗ καὶ τὸν Θεσσαλὸν
16. ἔφαμεν ἐξευρηκέναι τὸ ληρῶδες ἐκεῖνο παράγγελμα,
17. τὸ δεῖν ἐν ἀρχῇ στέλλειν τὰ νοσήματα, κᾂν ἐκ τῆς στενῆς ᾖ
1. κενότητος. Ἱπποκράτης μὲν πάντων πρῶτος ἀκριβῶς ἐδήλωσε,
2. οὐ μὴν μανθάνουσιν οὐδ’ αὐτὸ διὰ τὸ τάχος τῆς ἑρμηνείας.
3. ἀρκέσει δὲ ἔν γε τῷ παρόντι διὰ μιᾶς ῥήσεως ἐπιδεῖξαι τὴν
4. γνώμην αὐτοῦ, καὶ γὰρ τὰς ἄλλας ῥήσεις ἄν τις εἰ μὴ παντάπασιν
5. ἀταλαίπωρος εἴη, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον
6. ἐξευρίσκειν δύναιτο, προχειρισάμενος δὴ τόνδε τὸν ἀφορισμόν·
7. πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν
8. μὴ ὀργᾷ. τὸ μὲν δὴ ὀργᾷν κυρίως μὲν ἐπὶ τῶν ζώων εἴθισται
9. λέγεσθαι τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ. μετενήνεκται
10. δὲ νῦν ἐπὶ τὰ κατεπείγοντα καὶ κινούμενα ταχέως
11. νοσήματα. καὶ μάλιστα ἐπειδὰν ἐρεθίζηταί πως ἡ τοῦ κάμνοντος
12. αἴσθησις, ὑπὸ τῆς τῶν ὑγρῶν τε καὶ πνευμάτων ἀτάκτου
13. κινήσεως. ἐπὶ γὰρ τούτων μόνων εὐλόγως ἄν τις χρήσαιτο
14. καταρχὰς φαρμακείαις, σύμμαχον ἔχων εἰς τὸ τῆς ὁλκῆς
15. εὐπετέστερον τὴν τῶν πλεοναζόντων ὑγρῶν κίνησιν, ὡς
16. τά γε πρὸς τῷ τελέως ὑπάρχειν ἄπεπτα, τὸ μόνιμόν τε καὶ
17. ἑδραῖον ἔχοντα, χαλεπῶς ὑπακούειν ταῖς ὁλκαῖς τῶν καθαιρόντων
18. φαρμάκων. οὕτως οὖν εἴρηται κᾀκεῖνα. ὁκόσοισι δὲ 
1. τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων, εὐθέως ἐπιχειροῦσι
2. λύειν φαρμακείῃ, τοῦ μὲν συντεταμένου καὶ φλεγμαίνοντος
3. οὐδὲν ἀφαιροῦσιν· οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος· τὰ
4. δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ἀλλὰ
5. περὶ μὲν τούτου σκέψασθαι τῆς θεραπευτικῆς μεθόδου ἔργον
6. ἐστίν. τὸν δ’ οὖν Ἱπποκράτην καλεῖν ἀρχὴν ἐκεῖνον ἅπαντα
7. τὸν χρόνον τοῦ νοσήματος, ἐν ᾧ παντελῶς ἐστιν ἄπεπτον,
8. ἤδη φαίνεται. προειπὼν γὰρ ὡς πέπονα χρὴ φαρμακεύειν,
9. ἐπήνεγκεν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ὡς τότ’ ἀρχῆς οὔσης,
10. ὅτ’ ὠμὸν τὸ νόσημα καὶ ἄπεπτον ὑπάρχει.

Cliquer un n° de page pour en afficher l’image