Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 2.1, ed. Kühn, 1825, vol. 9, p. 640-642. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.1

ΤΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΕΩΝ

ΒΙΒΛΙΟΝ Β.

1. Εἴρηται μὲν ἤδη καὶ πρόσθεν εὐθὺς κατ’
2. ἀρχὰς, ἀλλ’ ἄμεινον ὑπομνῆσαι καὶ νῦν ὡς εἴτε τὴν σύμπασαν
3. ἐν νόσῳ μεταβολὴν, εἴτε τὴν ἀθρόαν μόνην, εἴτε τὴν
4. ἀγαθὴν, εἴτε τὴν προηγουμένην ἁπασῶν τῶν ὀξυῤῥόπων ἀλλοιώσεων
5. ταραχὴν ὀνομάζειν ἐθέλοι τις κρίσιν, οὐ πρόκειταί
6. μοι τανῦν διαιρεῖσθαι, ἀλλ’ ὡς ἄν τις ἄριστα ταύτας ἁπάσας
7. ἤδη τε παρούσας διαγινώσκοι καὶ μελλούσας ἔσεσθαι προγινώσκοι,
8. τοῦτ’ εἶναι τὸ σπούδασμα τῷ λόγῳ τῷδε. ὃ δὲ μέγιστον
9. ἤδη καὶ ἀναγκαιότατον ἀποδείξαντες εἰς ἅπαντα τὰ
1. τοιαῦτα, τὸ διαγινώσκειν τε παρόντας ἤδη τοὺς καιροὺς τῶν
2. νοσημάτων, καὶ μέλλοντας ἔσεσθαι προγινώσκειν, ἐφεξῆς
3. ἑκάστου νοσήματος διαγνώσεις τε καὶ προγνώσεις ἐγράψαμεν.
4. ἐπεὶ δὲ ἐκ πολλῶν αὐτὰς γινομένας ἀπεδείξαμεν, ὧν ἕν τι καὶ
5. ἡ τοῦ νοσήματος ὑπῆρξε φύσις, ὅπως ἄν τις καὶ αὐτὴν ταύτην
6. κάλλιστα κατὰ τὴν πρώτην ἡμέραν οἷός τ’ εἴη γνωρίζειν,
7. εἰς τόνδε τὸν δεύτερον ἀνεβαλλόμεθα λόγον. εἰ μὲν δή τις
8. αὐτοῖς ἡμῖν παρέτυχεν ἐπὶ τῶν νοσούντων ἐκ τοῦ πρώτου
9. παροξυσμοῦ, καὶ ἀμφημερινὸν πυρετὸν καὶ τριταῖον καὶ τεταρταῖον
10. καὶ ἡμιτριταῖον καὶ καῦσον, καὶ ἄλλα τινὰ νοσήματα
11. προγινώσκουσιν, ἔργων τῆς θεωρίας εἴληφε βάσανον.
12. εἰ δέ τις οὔπω παρεγίνετο προῤῥήσει τοιαύτῃ, δίκαιον δὴ
13. τοῦτόν ἐστι μήτε θαυμάζειν ἤδη τὰ λεγόμενα, πρὶν κρῖναι
14. τὴν ἐν αὐτοῖς ἀλήθειαν, ἀλλὰ μηδὲ προκατεγνωκέναι, πρὶν
15. ἀκοῦσαί τε σύμπαντος λόγου, καὶ τῇ πείρᾳ βασανίσαι. τὸ
16. μὲν οὖν ἀκοῦσαί τε καὶ συνιέναι τῶν λεγομένων ἁπάντων
17. κοινόν. οὕτως γὰρ εἰρήσεταί μοι σαφῶς, ὡς μηδὲ λαθεῖν
18. ἄν τινα. τὸ δὲ καὶ τῇ πείρᾳ κρῖναι τοὺς λόγους, εἰ μὲν ἡμῖν
1. μέλλει συμπαραγίνεσθαι, ῥᾷστον. εἰ δ’ αὐτὸς ἐφ’ ἑαυτοῦ
2. βασανίζειν, οὐκ ἔθ’ ὁμοίως εὐπετές. ἀλλὰ καὶ τὰς ἐν τοῖς
3. σφυγμοῖς διαφορὰς ἠσκῆσθαι χρὴ διαγινώσκειν αὐτὸν ἀκριβῶς,
4. ἁπάντων τε τῶν ἔργων τῆς τέχνης ἐμπειρίαν ἔχειν ἱκανήν.
5. τὴν γὰρ ἀληθῆ θεωρίαν οὐκ ἐκ τῶν κακῶς ὑποκρινομένων,
6. ἀλλ’ ἐκ τῶν ὀρθῶς μεταχειριζομένων εὔλογον δοκιμάζεσθαι.
7. τούτους οὖν μόνους ὁ λόγος ὅδε καὶ μαθητὰς
8. προσίεται, καὶ κριτὰς, ὧν ἂν διδάξῃ, τίθεται. τοὺς δ’ ἄλλους,
9. ὅσοι τὴν ἰατρικὴν τέχνην εἰς τοσοῦτον ὕβρισαν, ὡς ἕξ
10. μηνῶν εἶναι νομίζειν μάθημα, τούτους οὔτε κριτὰς οὔτε
11. μαθητὰς προσίεται. τὸ μὲν γὰρ οὐ δύνανται, τὸ δ’ οὐ
12. βούλονται.

Cliquer un n° de page pour en afficher l’image