Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 2.10, ed. Kühn, 1825, vol. 9, p. 685-688. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.10

1. Τῶν δ’ ἐπὶ τόποις φλεγμαίνουσιν ἤδη σύνθετος
2. ἁπάντων ἰδέα· τινὰ μὲν γὰρ τοῦ τόπου γνωρίσματα
3. φέρουσι, τινὰ δὲ τῆς βλαπτούσης αὐτὸν αἰτίας, οἷον ἐν μὲν
4. τοῖς πλευριτικοῖς ὡς μὲν τόπος πεπονθὼς ὁ ὑπεζωκὼς τὰς
5. πλευρὰς ὑμὴν ὀδύνην ἐξ ἀνάγκης οἴσει φλεγμαίνων, ὅτι νευρώδης
6. ἐστίν. ἀλλὰ καὶ νύττουσαν ταύτην καὶ διατεταμένην
7. ἐπὶ πλέον, ὅτι τὸ πεπονθὸς μέρος ὑμήν. τοιαῦται δὲ αἱ τῶν
8. αἰσθητικῶν ὑμένων ὀδύναι. καὶ μὲν δὴ καὶ ὅτι τῶν ἀναπνευστικῶν
9. τινος ὀργάνων ἐστὶ μόριον, ἐξ ἀνάγκης δυσπνοήσει τὸ
10. ζῶον. ὅτι δὲ καὶ τῆς καρδίας ἐγγὺς, μεταδώσει τι καὶ τῇ
11. καρδίᾳ ῥᾳδίως τῆς φλογώσεως. εἰ δὲ τοῦτο πυρέξει τὸ ζῶον,
12. ὥσπερ οὖν καὶ ὅτι τοῦ πνεύμονος ἐγγὺς, ἐξ ἑτοίμου μεταδώσει
13. καὶ τῷδε τῆς διαθέσεως, οὕτως ὄντι μαλακῷ τε καὶ μανῷ
14. καὶ δέξασθαι πᾶσαν ἑτοίμως ὑγρὰν οὐσίαν δυναμένῳ. βήξει
15. τοίνυν εὐθὺς ὁ ἄνθρωπος, οὐ μὴν καὶ ἀναπτύσειε πάντως
16. εὐθύς. ἀλλ’ εἰ μὲν πλεῖόν τε καὶ παχύτερον ἀποῤῥέοι τῆς φλεγμονῆς,
17. ἀναπτυσθήσεται βήττων· εἰ δὲ ὀλίγον τε καὶ λεπτὸν,
1. ἐρεθιεῖ μὲν ἐξ ἀνάγκης, ὥστε καὶ κινῆσαι βῆχας, οὐ μὴν καὶ
2. ἀναπτυσθήσεταί γε, πρὶν ἀθροιζόμενόν τε ἅμα καὶ πεπτόμενον
3. εἰς πλῆθός τε ἅμα καὶ πάχος ἐπιδιδόναι. ἀλλὰ τοῦτο
4. μὲν τῆς διαθέσεως ἤδη γνώρισμα αὐτῆς ἐστιν, καὶ οὐ τοῦ μορίου
5. τοῦ πεπονθότος. ἐπειδὰν μὲν γὰρ ἀκριβῶς ᾖ τὸ πάθημα
6. στεγνὸν, καὶ οἷον δῆσαν ἐν ἑαυτῷ κατέχῃ τὸ σύμπαν ῥεῦμα,
7. τὰς ἀπτύστους προσαγορευομένας ἀποτελεῖ πλευρίτιδας. ἐπειδὰν
8. δὲ ἀξιόλογον χαλάσῃ τε καὶ μεθῇ τῷ πνεύμονι, καὶ βήττουσιν
9. οὗτοι πλείω καὶ ἀναπτύουσιν. ἰδέας οὖν τοῦτο φλεγμονῆς,
10. οὐ τόπου πεπονθότος γίνεται γνώρισμα. πότερον δὲ
11. φλεγματωδέστερός ἐστιν, ἢ χολωδέστερος ὁ τὴν φλεγμονὴν
12. ἐργασάμενος χυμὸς, ἐκ τῆς τῶν πτυσμάτων ἰδέας εἴσῃ. καὶ
13. γὰρ καὶ ἀφρώδη καὶ πυῤῥὰ καὶ ξανθὰ καὶ ὠχρὰ καὶ ἐρυθρὰ
14. καὶ μέλανα πτύουσι. τούτων δὲ τὰ μὲν ἀφρώδη φλεγματικώτερον
15. ἐνδείκνυται τὸ ῥεῦμα, τὰ δὲ ξανθὰ πικρόχολον
16. ἄκρατον. ὅσα δὲ πυῤῥὰ, πικρόχολα μὲν καὶ ταῦτα, μεμίχθαι
17. δὲ οὐκ ὀλίγον ὀῤῥῶδες περίττωμα τῇ ξανθῇ χολῇ δηλοῖ, καὶ
18. πολὺ δὴ πλέον, ἐπειδὰν ὠχρὰ πτύῃ τις. οὕτω δὲ καὶ τὰ μέλανα
1. μελαγχολικὸν ἐνδείκνυται τὸ ῥεῦμα, καθάπερ
2. οὖν καὶ ὅσα τὴν χροιὰν μᾶλλόν πως ἐρυθρά ἐστι, πλεῖστον
3. μὲν αἵματος, ὀλίγον δὲ τῆς πικρᾶς χολῆς ἐνδείκνυται
4. μετέχειν τὸν τὴν φλεγμονὴν ἐργαζόμενον χυμὸν, καὶ
5. διὰ τοῦτο πάντων μέν ἐστιν ἐπιεικέστατον πτυσμάτων,
6. ὥσπερ, οἶμαι, τὰ μέλανα πάντων ὀλεθριώτατα. καὶ μὲν
7. δὴ καὶ τὰ μεγέθη μὲν ἐν οἷς εἴπομεν ἅπασι συμπτώμασι
8. μεγέθους ἔσται διαθέσεως γνωρίσματα· βραχεῖαν δ’ ἐνδείξονται
9. τὴν διάθεσιν αἱ σμικρότητες τῶν συμπτωμάτων.
10. οὔκουν ἴδια πάντων ἅπαντ’ ἐστὶν, ἀλλ’ ἕκαστον ἴδιόν τινος
11. γνώρισμα ἐξαίρετον. καὶ γὰρ ὅσα δοκεῖ δυοῖν, ἢ τριῶν
12. ὑπάρχειν ἅμα δηλωτικὰ, καὶ ταῦτ’ ἀκριβῶς ἐξετάζων εὑρήσεις
13. ἑτέρῳ μέν τινι τῶν ἐν αὐτοῖς συμβεβηκότων, ἐνδεικνύμενα
14. τὸν πεπονθότα τόπον, ἑτέρῳ δὲ τὴν διάθεσιν,
15. ἄλλῳ δὲ τὸ μέγεθος αὐτῆς, ἄλλῳ δὲ τῶν ἑπομένων τι
16. συμπτωμάτων. ὁ γοῦν σφυγμὸς ὁ τῶν πλευριτικῶν ἁπάντως
17. μὲν τούτων ἐστὶν ἐνδεικτικὸς, ἀλλ’ οὐχ ὡσαύτως
18. ἁπάντων. ἀλλ’ ᾗ μὲν ἅμα τάσει σκληρὸς, νευρῶδες
19. εἶναι δηλοῖ τὸ πεπονθὸς, ᾗ δ’ οἷον ἐμπρίων, φλεγμονὴν
1. εἶναι τὴν διάθεσιν, ᾗ δὲ ταχύς τε ἅμα καὶ πυκνὸς καὶ μέγας,
2. ἕπεσθαι τῇ φλεγμονῇ πυρετὸν, ᾗ δ’ ἕκαστον τῶν εἰρημένων
3. ἢ μεῖζον, ἢ μεῖον εἴη σημείων, ἤτοι μεγάλην εἶναι
4. τὴν διάθεσιν, ἢ σμικρὰν δηλώσει. ἀρκεῖ μοι ταῦτα παραδείγματος
5. ἕνεκα λελέχθαι νῦν. οὐ γὰρ δὴ περὶ πεπονθότων
6. γε τόπων πρόκειται διελθεῖν, ὥπερ οὐδὲ περὶ πυρετῶν, ἢ
7. τύπων, ἢ αἰτιῶν, ἀλλ’ ἐμνήσθην ἑκάστου τούτων ἅμα μὲν
8. ὁδόν τινα δεῖξαι βουλόμενος τῆς ἐν αὐτοῖς ἀσκήσεως, ἣν ἔχων
9. τις, εἰ καὶ μηδὲν ἡμεῖς γράψαιμεν, εἰς ἕκαστον τῶν προειρημένων
10. ἰδίᾳ, δύναιτ’ ἂν ἔκ τε τῶν τοῖς ἄλλοις γεγραμμένων,
11. ἤδη δὲ καὶ αὐτὸς καθ’ ἑαυτὸν, εἰ συνετός τε εἴη καὶ φιλόπονος,
12. ἐξευρίσκειν τὸ λεῖπον, ἅμα δὲ καὶ τὸ χρήσιμον ἐπιδεῖξαι
13. βουλόμενος ἑκάστου τῶν λεγομένων, ἐμνημόνευσα καὶ πυρετῶν
14. διαφορὰς καὶ τύπων καὶ διαθέσεων καὶ αἰτίων καὶ αὐτῶν
15. τῶν πεπονθότων μορίων.

Cliquer un n° de page pour en afficher l’image