16. Ἐν ἅπασι γὰρ τούτοις γεγυμνάσθαι χρὴ τὸν
17. μέλλοντα κατὰ τὰς πρώτας ἡμέρας ἀκριβῶς διαγνώσεσθαι
1. τῆς νόσου τὴν ἰδέαν. ἢ γὰρ ἁπλοῦς ἐστιν ὁ πυρετὸς, ἢ σύνθετος,
2. ἢ μετὰ τόπου πεπονθότος, ἢ ἄνευ τόπου πεπονθότος,
3. ἢ ἐφήμερος, ἢ ἑκτικός. ἀλλ’ εἴθ’ ἁπλοῦς εἴη πάντως,
4. γνωρίσματα φέρει τοῦ χυμοῦ τοῦ γεννῶντος αὐτὸν, εἴτε σύνθετος,
5. ἐξ ὁπόσων ἂν εἴη σύνθετος ἁπλῶν πυρετῶν, ἰσάριθμον
6. ἐνδείξεται καὶ τὸ πλῆθος τῶν χυμῶν. ἀλλ’ εἰ ταῦτ’ ἐνδείξεται,
7. καὶ εἰ χρόνιός ἐστιν, ἢ μὴ, συνενδείξεται. εἰ μὲν γὰρ
8. φλεγματικὸς, ἐξ ἀνάγκης χρόνιος, ἔτι τε μᾶλλον, εἰ μελαγχολικός·
9. εἰ δ’ αὖ πικρόχολος, ὀλιγοχρόνιος. οὕτω δὲ καὶ ὁ
10. τόπος ὁ πεπονθὼς μὲν ἐν κινήσει πολλῇ καὶ θερμὸς καὶ
11. μανὸς καὶ κύριος ὀξυτέραν ἔσεσθαι προδηλοῖ τὴν νόσον.
12. ὁ δὲ μήτ’ ἐν κινήσει συνεχεῖ καὶ ψυχρὸς καὶ πυκνὸς καὶ ἄκυρος,
13. εἰς χρόνον ἐκπέμπεσθαι μακρότερον. ὡσαύτως δὲ καὶ ἡ διάθεσις
14. ἡ μὲν δυσκινητοτέρα καὶ ψυχροτέρα καὶ πυκνοτέρα
15. χρονιεῖν, ἡ δ’ εὐκίνητος καὶ θερμοτέρα καὶ μανωτέρα ταχέως
16. λυθήσεσθαι. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν αἰτίων γινώσκειν.
17. ὥσθ’ ὅστις ἀκριβῶς ὅλην γνῷ τοῦ νοσήματος
1. τὴν ὑπόθεσιν, οὐ σμικρὰν μοῖραν εἰς πρόγνωσιν ἕξει. τὰς
2. μὲν οὖν σὺν ἀγῶνί τε μεγάλῳ καὶ ὀξυῤῥόπῳ λύσεις τῶν
3. νοσημάτων, ἃς δὴ καὶ μάλιστα κρίσεις ἐλέγομεν ὀνομάζεσθαι,
4. τῶν ἐπὶ χυμοῖς θερμοῖς συνισταμένων πυρετῶν ἰδίας εἶναι χρὴ
5. νομίζειν. ἐφεξῆς δὲ τούτων ὅσαι μορίων εἰσὶ κυρίων, εὐκίνητοι
6. καὶ θερμαὶ διαθέσεις. οἱ δὲ ἐφήμεροί τε καὶ οἱ ἑκτικοὶ
7. πυρετοὶ καὶ χωρὶς ταραχῆς μεγάλης καὶ οὐδ’ ὀξυῤῥόπους
8. ποιοῦνται τὰς μεταβολάς. ἀλλ’ ἐπεὶ καὶ ταύτας ἐνίοτε καταχρώμενοι
9. κρίσεις ὀνομάζουσιν, εἰρήσεταί τι καὶ περὶ τούτων
10. ἐν τοῖς ἐφεξῆς. νυνὶ δὲ τέλος ἐπιθεῖναι βούλομαι τῷ παρόντι
11. λόγῳ, συγκεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.11, ed. Kühn, 1825, vol. 9, p. 688-690. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩