12. Τὰς ἀθρόας ἐν νόσοις μεταβολὰς εἰ βούλοιο
13. προγινώσκειν, ἀναγκαῖόν ἐστί σοι πρότερον ἀρχῆς καὶ
14. ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς εἶναι διαγνωστικός τε καὶ
15. προγνωστικός. ταῦτα δ’ αὐτὰ διαγνώσῃ διά τε τῆς τοῦ νοσήματος
16. ἰδέας καὶ τῆς χώρας καὶ τῆς ὥρας τοῦ ἔτους, ἅμα
17. τοῖς συστοίχοις αὐτοῖς, καὶ τῆς τῶν περιόδων ἀναλογίας καὶ
1. προσέτι τῶν ἐπιφαινομένων, ἐκ μὲν τῆς τοῦ νοσήματος ἰδέας
2. εἰς τρεῖς τούτους ἀποβλέπων ἁπλοῦς καὶ πρώτους πυρετοὺς,
3. τὸν φλεγματώδη καὶ τὸν μελαγχολικὸν καὶ τὸν πικρόχολον.
4. ἄσκησον δὲ γνωρίζειν αὐτοὺς πρότερον ἀκριβεῖς τε καὶ γνησίους,
5. οὕτω γὰρ καὶ δυνήσῃ ποτὲ καὶ μεμιγμένους ἐξευρίσκειν.
6. ἀκριβεῖς δὲ καὶ γνήσιοι τότ’ εἰσὶν, ὅταν ἡλικία καὶ ὥρα
7. καὶ χώρα καὶ κατάστασις καὶ φύσις καὶ τὰ προγεγονότα διαιτήματα
8. καὶ τὰ παρόντα συμπτώματα καὶ πάνθ’ ἁπλῶς ὅσα
9. πρόσθεν εἶπον οἰκεῖα τοῦ χυμοῦ τῆς ἰδέας ὑπάρχῃ. μενόντων
10. μὲν οὖν τῶν χυμῶν κατὰ τὰς φλέβας οἱ συνεχεῖς ἐπ’ αὐτοῖς
11. γίνονται πυρετοί· κινουμένων δὲ καὶ πάντῃ τοῦ σώματος
12. ὠθουμένων οἱ μετὰ ῥίγους ἢ φρίκης ἰσχυρᾶς ἀρχόμενοι, σὺν
13. ἱδρῶτι δὲ πάντως εἰς ἀπυρεξίαν τελευτῶντες. ἔστι δ’ αὐτῶν
14. ὁ μὲν τριταῖός τε καὶ ὁ διὰ τρίτης ὀλιγοχρόνιος, ὁ δὲ τεταρταῖος
15. καὶ ὁ διὰ τετάρτης πολυχρόνιος. ἧττον δὲ χρόνιος
16. τούτου ὅ τ’ ἀμφημερινός ἐστι καὶ ὁ καθ’ ἑκάστην ἡμέραν
17. παροξυνόμενος. εἰ τούτους εἰδείης ἑτοίμως γνωρίζειν, οὐκ ἂν
1. ἔτι χαλεπὸν ἐξευρίσκειν οὐδὲ τοὺς ἐπὶ τόποις τισὶ πεπονθόσι
2. συνισταμένους. ἐν γὰρ τοῖς φλεγμαίνουσι μορίοις ἅπασιν ἡ
3. σφήνωσις τῶν χυμῶν εἴργουσα διαπνεῖσθαι καλῶς τὸν τόπον
4. εὐθὺς μὲν σήπει τοὺς χυμοὺς, εὐθὺς δὲ καὶ θερμασίαν ἀνάπτει
5. τινὰ μοχθηρὰν, οἵα κᾀν τοῖς ἄλλοις ἅπασι τοῖς σηπομένοις
6. γεννᾶται. ταύτης οὖν τῆς θερμασίας ὁ χαρακτὴρ ὅταν
7. ἁπλοῦς ᾖ, τῶν εἰρημένων τινὶ πυρετῶν ἐξ ἀνάγκης ἔοικε·
8. μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἷς ἐξ ἐκείνων ἐστὶν, ἢ πικρόχολος,
9. ἢ μελαγχολικὸς, ἢ φλεγματικός. ἤκουσας δέ που λέγοντος
10. Ἱπποκράτους τίνες εἰσὶν ὀξεῖαι νόσοι, ἢ ὡς ταύτας
11. καλοῦσιν ὀξείας νόσους, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς,
12. ὥστ’ εἴπερ ἰδίᾳ τε καὶ καθ’ ἑαυτὸν ἕκαστον τῶν πυρετῶν
13. ἀσκήσαις γνωρίζειν, οὐκ ἂν ἔτι χαλεπῶς, οὐδ’ ὅταν ἅμα
14. πνεύμονος ἢ σπληνὸς ἢ ἥπατος ἢ γαστρὸς φλεγμονή τις εὑρίσκοιτο,
15. διαγνώσῃ τε τὴν ἰδέαν αὐτοῦ καὶ τὸ μέχρι λύσεως
16. μῆκος ὅλης τῆς νόσου προγνώσῃ. πάντως γάρ που τὸ
17. ῥεῦμα τὸ τὴν φλεγμονὴν ἐργασάμενον ἢ τῆς ξανθῆς χολῆς
1. ἐστιν, ἢ τῆς μελαίνης, ἢ τοῦ φλέγματος. εἰ μὲν οὖν ἀκράτου
2. τέ γε καὶ πολλῆς τῆς ξανθῆς χολῆς εἴη, τηνικαῦτα μὲν ἐρυσιπέλατά
3. τε καὶ τοὺς καλουμένους ἕρπητας ἐργάζεται· τῆς
4. μελαίνης δ’ ἂν εἴη, ἢ καρκίνους ἢ φαγεδαίνας ἢ ἐλέφαντας,
5. ἤ τι τῶν οὕτω δυσιάτων παθῶν. ὅσα δ’ ὑπὸ φλέγματος κατασκήψαντος
6. ἐξαίρεται, ταῦτ’ οἰδήματα κέκληται. ψιλὸς μὲν
7. οὖν καὶ μόνος ἕκαστος τῶν εἰρημένων χυμῶν ἀκριβὲς ἕκαστον
8. ἐργάζεται τῶν εἰρημένων παθῶν. ἀναθολωθεὶς δὲ τῷ αἵματι,
9. κᾄπειτα κατασκήψας εἴς τι μόριον, σκιῤῥώδεις, ἢ οἰδηματώδεις
10. ἐργάζεται τὰς φλεγμονάς· σκιῤῥώδεις μὲν ὁ μελαγχολικὸς,
11. ἐρυσιπελατώδεις δὲ ὁ πικρόχολος, οἰδηματώδεις δὲ ὁ φλεγματικός.
12. ὅταν δὲ αὐτὸ τὸ κατὰ φύσιν ἔχον αἷμα σφηνωθὲν ἐν
13. τῷ ῥευματισθέντι χωρίῳ διασαπῇ, φλεγμονὴ μέν ἐστι τὸ πάθημα,
14. ἀπλοῦς δὲ ἐπ’ αὐτῇ πυρετὸς ἐξάπτεται, παραπλήσιος
15. μάλιστα τῶν ἐφημέρων τοῖς ἐπὶ βουβῶσι. καὶ γὰρ οὖν καὶ
16. αὐτὸς ὁ βουβὼν ἐξ αἵματος χρηστοῦ γίνεται. δῆλον δ’ ὡς,
17. ἐπειδὰν ὑπάρξηται σήπεσθαι τοῦτο, οὐκέτι μένει χρηστὸν,
1. ἀλλ’ ἤδη πικρόχολον γίνεται, καὶ φυλάττεται κᾀν τῷδε τὸ
2. τρία τὰ σύμπαντα εἶναι γένη τῶν ἁπλῶν πυρετῶν. ὁ γὰρ ἐξ
3. αἵματος σηπομένου γινόμενος ἤδη πως χολώδης ἐστὶν, εἴ γε
4. κᾀν τοῖς φυσικοῖς λόγοις ὀρθῶς ἀποδέδεικται τὸ μὲν αἷμα ἡ
5. σύμμετρος ἐργαζομένη θερμασία, τὴν ξανθὴν δὲ χολὴν ἡ
6. πλείων ἤδη, τὴν μέλαιναν δὲ ἡ ἄμετρος ἱκανῶς. ὅσον μὲν οὖν
7. ἐστι λιπαρόν τε καὶ κοῦφον ἐν αἵματι, ξανθὴ χολὴ γίνεται·
8. τὸ παχὺ δὲ καὶ οἷον τρὺξ, ὅταν ἀμέτρως θερμανθὲν
9. ἐξικμασθῇ, μέλαινα γίνεται. γίνεται δέ ποτε μέλαινα καὶ ἡ
10. ξανθὴ κατοπτηθεῖσα. διττὸς γὰρ δὴ καὶ ταύτης ἐδείχθη τῆς
11. γενέσεως ὁ τρόπος. ἅπαντες οὖν οἱ ἐπὶ μορίοις τισὶ πεπονθόσι
12. πυρετοὶ τῶν εἰρημένων τινὰ χαρακτήρων ἢ ἁπλοῦν
13. ἢ σύνθετον ἕξουσιν. ἁπλοῦν μὲν, ὅταν ἱκανῶς κρατήσῃ τῶν
14. ἄλλων εἷς χυμὸς, οὐχ ἁπλοῦν δὲ, ἐπειδὰν ἐμφαίνηται τοῦ μιχθέντος
15. ἡ δύναμις. ἐνίοτε δὲ οὐκ ἐμφαίνεται μόνον, ἀλλὰ καὶ
16. κατ’ ἴσον ἰσχύει θατέρῳ, καὶ ποτὲ καὶ οἱ τρεῖς ἅμα μίγνυνται
17. ταῖς δυνάμεσιν ἴσον. ἀλλὰ ὥσπερ τὸν ἀκριβῶς ἐπιστάμενον
1. ἰδίᾳ γνωρίζειν οἶνον καὶ μέλι καὶ ὕδωρ οὐδ’ ἡ κρᾶσις αὐτῶν
2. διαλανθάνει, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδ’ ὅστις
3. ἰδίᾳ τῶν εἰρημένων ἕκαστον τῶν πυρετῶν οἷός τ’ ἐστὶ γνωρίζειν
4. ἀκριβῶς, οὐκ ἀγνοήσει τὴν μίξιν αὐτῶν, ὅθεν ἀρχὴ
5. πάντων ἐστὶ τῶν τοιούτων ἀρίστη τοὺς τρεῖς ἐκείνους πυρετοὺς
6. δύνασθαι γνωρίζειν ἀκριβῶς, ἀμφημερινὸν καὶ τριταῖον
7. καὶ τεταρταῖον. ὅμοιοι γὰρ αὐτοῖς ἀκριβῶς εἰσι καὶ
8. οἱ παρακείμενοι συνεχεῖς, οὔκουν εἰς πολλοὺς καὶ ἀσαφεῖς
9. σκοποὺς, ἀλλ’ εἰς ὀλίγους τε καὶ σαφεῖς ἅπασαν ἀνήγαγόν
10. σοι τὴν ἄσκησιν. ἐν τούτοις γὰρ γυμνασάμενος οὐ χαλεπῶς
11. ἐν ταῖς πρώταις τῶν ἡμερῶν διαγνώσῃ τῆς νόσου τὸν
12. χαρακτῆρα.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.12, ed. Kühn, 1825, vol. 9, p. 690-695. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩