13. Τὰ μὲν δύο γένη τῶν πυρετῶν ὅπως ἄν
14. τις ἐξ ἀρχῆς γνωρίζοι, λέλεκται. λέγω δὲ δύο γένη τῶν πυρετῶν
15. τό τ’ ἐπὶ μορίοις τισὶ πεπονθόσι καὶ τὸ τῶν
16. χυμῶν μόνον ἐξαπτομένων. ἐφεξῆς δ’ ἂν εἴη λέγειν ὑπὲρ τοῦ
17. τρίτου γένους τῶν πυρετῶν, οὓς ἐφημέρους ἔφαμεν ὀνομάζεσθαι.
18. τοῦ πνεύματος δ’ αὐτοῦ μόνου παθήμαθ’ ὑπάρχουσιν
1. οὗτοι, χωρὶς χυμῶν σηπεδόνος, ἢ μορίου φλεγμονῆς, ἔξω
2. τῶν ἐπὶ βουβῶσιν. αἱ προφάσεις δ’ αὐτῶν τῆς γενέσεως ἀγρυπνία
3. καὶ ἀπεψία καὶ λύπη καὶ φόβος καὶ θυμὸς καὶ φροντὶς,
4. ἔκκαυσίς τε καὶ ψύξις καὶ κόπος καὶ μέθη καὶ πάνθ’ ὅσα
5. τοιαῦτα. πῶς οὖν καὶ τούτους γνωρίζειν ἐν τῇ πρώτῃ τῶν
6. ἡμερῶν χρὴ, ἐφεξῆς δίειμι· κοινῇ μὲν ἁπάντων ὁ σφυγμὸς εἰς
7. τάχος ἐπιδίδωσι καὶ πυκνότητα, πολλάκις δὲ καὶ μέγεθος.
8. ἀκριβῶς δὲ ἀποσώζει τὴν κατὰ φύσιν ὁμαλότητά τε καὶ μαλακότητα
9. καὶ τάξιν, ὡσαύτως δὲ καὶ τὰ οὖρα τὰ μὲν ἐναιωρήματα
10. χρηστὰ, τὰ δ’ ὑποστάσεις ἴσχει, τὰ δὲ νεφέλας,
11. εὔχροα δὲ πάντα, καθάπερ καὶ ἡ θερμασία πάντων μὲν
12. ἀτμώδης ἐστὶν, ἀλλὰ τοῖς μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῆς ἁφῆς
13. ἐπιβολῇ, τοῖς δ’ ἐξ ὑστέρου, καὶ πάντ’ αὐτῶν ἄπεστι τὰ κακοήθη
14. συμπτώματα, περὶ ὧν Ἱπποκράτης ἐδίδαξεν ἡμᾶς ἐν
15. προγνωστικῷ. ταῦτα μὲν οὖν ἁπάντων ἐστὶ κοινὰ σημεῖα
16. τῶν ἐφημέρων πυρετῶν· ἴδια δ’ ἑκάστῳ, καθάπερ εἴρηταί
17. μοι κᾀν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν. ἄρξομαι
1. δὲ καὶ νῦν ἀπὸ τῶν ψυχικῶν παθῶν τοῦ λόγου, φροντίδος
2. καὶ φόβου καὶ θυμοῦ καὶ λύπης. εἰ μὲν δὴ μενόντων ἔτι τῶν
3. τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γένοιτο, διὰ τῶν σφυγμῶν μάλιστα
4. πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγμῶν γέγραπται.
5. μετὰ δὲ ταῦτα καὶ τὴν ἀπὸ τῶν ἄλλων εἰσάγειν
6. διάγνωσιν. εἰ δ’ αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δ’ ἡ διάθεσις,
7. ἀμυδρὸν μέν τι κᾀν τοῖς σφυγμοῖς εὑρήσεις γνώρισμα
8. τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσῃ δέ σοι καὶ
9. χωρὶς τῶν σφυγμῶν τὰ λοιπὰ πάντα. κοινῇ μὲν γὰρ ἅπασι
10. πυῤῥότερα τὰ οὖρα, πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης
11. μᾶλλον ἢ πλῆθος θερμασίας, ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν.
12. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς
13. λυπηθεῖσιν ἢ τοῖς φροντίσασι, καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης
14. καί τις ἀήθης ἄχροια. ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν
15. φροντισάντων κοινὰ, μάλιστα δὲ τοῖς ὀφθαλμοῖς ἐστι διορίζειν.
16. ἔνεστι γὰρ ἐκ τούτων τεκμήρασθαι κᾀν τοῖς ὑγιαίνουσι
17. μὲν τὸ τῆς ψυχῆς ἦθος, καὶ νοσούντων δὲ σαφέστατα σημεῖα
1. τῷ γε δυναμένῳ συνορᾷν. οὕτως μὲν δὴ τοὺς διὰ μαθήματά
2. τε καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν
3. προσήκει, τούς γ’ ἐπ’ ἀγρυπνίας, διορίζει μὲν καὶ τὸ τῆς
4. ἀχροίας εἶδος. ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον καὶ
5. αἱ τῶν ὀφθαλμῶν κινήσεις δῆλαι, μόγις γὰρ ἐπαίρουσι τὰ
6. βλέφαρα, καὶ μὴν ὑγρότης δὲ, ξηροὶ γὰρ γίνονται τοῖς λυπηθεῖσιν,
7. ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα,
8. λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη καὶ
9. θυμοῦ. τούτῳ γὰρ οὔτε τὰ τῆς κοιλότητος τῶν ὀφθαλμῶν
10. οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα, καὶ μὴν θερμασία πλείων τε
11. καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη. καὶ τὸ μέγεθος τῶν
12. σφυγμῶν οὐκ ἀφαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης
13. καὶ φροντίδος, ὥστε θυμὸν μὲν καὶ πάνυ σαφῶς αὐτῶν
14. διοριεῖς. ἀλλήλων δὲ ἐκεῖνα, καθάπερ προείρηται, τῶν δ’
15. ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ
16. τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς
17. ἐπὶ κόπῳ πυρέξασι κοινὸν, ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ
1. παροξυσμοῦ χρόνῳ. τῷ δὲ ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν ὅσοι
2. μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς, ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους
3. ἀναφέρεται, τισὶ δὲ κἀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ
4. ξηρότης παραμένει. γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν,
5. ἢ ἐγκαυθεῖσιν, ἢ ψυχθεῖσιν ἅμα τῷ κόπῳ. καὶ μὲν
6. δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει.
7. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δέ εἰσι τοῖς ἄλλοις.
8. οἱ δὲ ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος ἀναπτόμενοι πυρετοὶ,
9. πυκνοῦται δὲ ἢ ψυχόμενον, ἢ ποιότητος στρυφνῆς
10. ἀθρόως αὐτῷ ἐμπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν τῷ
11. ὕδατι τῷ στυπτηριώδει ἐγένετο, οὗτοι μόνοι πάντων πυρετῶν
12. στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν,
13. ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν τοὺς ἐπὶ τοῖς κόποις.
14. οὐ γὰρ ἂν οὐδ’ ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην
15. διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά
16. πώς ἐστι, πρᾳεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν
17. φαινομένη, δριμεῖα δὲ, εἰ χρονίσαις ἐπὶ πλέον, γινομένη. οὐ
1. μὴν οὐδὲ τὰ οὖρα πυῤῥὰ τοῖς τοιούτοις, οὐδ’ ὁ τοῦ σώματος
2. ὄγκος συμπέπτωκεν. οὔκουν οὐδ’ οἱ ὀφθαλμοὶ κοῖλοι
3. καὶ ξηροὶ γίγνοιντο ἂν, ἀλλ’ ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι
4. δόξουσιν εἶναι τῶν κατὰ φύσιν, οἱ δὲ σφυγμοὶ μικρότεροι,
5. καθάπερ ἐπὶ λύπης καὶ φροντίδος καὶ ἀγρυπνίας,
6. κἀν τοῖς ἄγαν ἀμέτροις γυμνασίοις. τῶν δ’ ἐπὶ βουβῶσι πυρετῶν
7. τῶν ἐφημέρων οἱ σφυγμοὶ μέγιστοι γίνονται καὶ ὠκεῖς
8. καὶ πυκνοὶ καὶ ἡ θερμασία πολλὴ, καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς
9. ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκμὰς, θερμὴ μὲν, ἀλλ’
10. ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ δάκνον ἥκιστα πάντων πυρετῶν
11. τοῖς τοιούτοις ὑπάρχει, καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς
12. γίνεται τοὐπίπαν, καὶ ἐν ὄγκῳ μείζονι, καὶ τὰ οὖρα ὑπόλευκα.
13. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις
14. ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν
15. ὀλίγοι τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν,
16. ἀλλ’ οὐδ’ οὗτοι πάνυ σαφῶς, οὐδ’ ἐναργῶς. εἴρηταί μοι
17. δὴ καὶ τὰ τῶν ἐφημέρων πυρετῶν γνωρίσματα. περὶ
1. δὲ τῶν ἑκτικῶν οὐ νῦν καιρὸς, οὐδεὶς γὰρ ἐν ταῖς πρώταις
2. ἡμέραις, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι τοιοῦτος ἀποτελεῖται,
3. ὥστε περὶ μὲν ἐκείνων ἐν τοῖς ἐφεξῆς εἰρήσεται, νυνὶ δὲ καταπαύσω
4. τὸν παρόντα λόγον ἐνθάδε.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.13, ed. Kühn, 1825, vol. 9, p. 695-701. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩