Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 2.2, ed. Kühn, 1825, vol. 9, p. 642-647. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.2

13. Ἀεκτέον οὖν ἤδη πῶς ἄν τις ἐν τῇ πρώτῃ
14. τῶν ἡμερῶν, ἀκριβῶς διαγινώσκοι τοῦ νοσήματος τὴν φύσιν.
15. ἡμέραν δηλονότι παρ’ ὅλον τὸν λόγον εἰρησομένοις, οὐκ ἐκ
16. τῆς ἡμέρας αὐτῆς μόνης συνεστῶσαν, ἀλλὰ κἀκ τῆς νυκτὸς
17. χρόνου. καθάπερ οὖν καὶ τὸν μῆνα τριάκοντα ἡμερῶν εἶναι
18. λέγομεν, οὐ μόνον τοῦτον τὸν χρόνον, ὃν ὑπὲρ τῆς γῆς ὁ
1. ἥλιος φαίνεται προσαγορεύοντες ἡμέραν, ἀλλὰ καὶ τὸν τῆς
2. νυκτὸς αὐτοῦ προστιθέντες, οὕτως δέ πως καὶ τὸν ἐνιαυτὸν
3. πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν εἶναί φαμεν.
4. ὥσπερ δὲ περὶ τοῦ τῆς ἡμέρας ὀνόματος, καὶ τοῦ κατ’ αὐτὸ
5. σημαινομένου διῄρηται, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον χρὴ
6. μηνῦσαι καὶ περὶ τοῦ νοσήματος. ὅτι δὲ διάθεσίς τίς ἐστιν
7. ἐνέργειαν βλάπτουσα, καὶ ὅτι διττὴ πολλάκις συνίσταται ἅμα.
8. δέδεικται δ’ ἄμφω ταῦτα ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς
9. ὑπομνήματι. τὴν μὲν οὖν ἁπλῆν διάθεσιν οὐδεὶς τῶν
10. ἀκριβῶς εἰδότων ἀγνοήσει κατὰ τὴν πρώτην ἡμέραν. ἴδια γὰρ
11. ἔχει τὰ γνωρίσματα· τὴν δ’ ἐπίμικτον οὐχ ἅπασιν ἐγχωρεῖ
12. διαγνῶναι κατ’ ἀρχάς. καὶ οὐδέν γε τοῦτο ἄτοπον εἰς διττῆς
13. διαθέσεως ἐπίγνωσιν, ἡμερῶν δεηθῆναι δυοῖν. ὥσπερ καὶ εἰ
14. τριττή τις εἴη, τριῶν. ἀλλὰ τό γε μίαν ἁπλῆν ἀγνοῆσαι διάθεσιν,
15. ἄτοπόν τε καὶ δεινῶς αἰσχρόν. ἠσκῆσθαι τοίνυν ἁπάσας
16. χρὴ τὰς ἁπλῶς διαθέσεις, ἑκάστην ἰδίᾳ τετελειωμένην τ’.
1. ἤδη γνωρίζειν ἑτοίμως. εἰ μὴ γὰρ ἐν τούτῳ προγυμνάσαιο φιλοπόνως,
2. οὐδὲ ἀρχομένην ἔτι, καὶ σμικρὰν οὖσαν διαγνοίης.
3. ὥσπερ οὐδ’ ἐλαίαν ἢ συκῆν ἢ δρῦν ἄρτι τῆς γῆς ἀνίσχοντα
4. δύναιο ἄν ποτε διαγινώσκειν, ἀγνοῶν ἔτι τὰ τέλεια φυτά.
5. τὸ δὲ τούτου μεῖζον, ὡς οὐδ’ αὐτὰ τέλεια γινώσκειν ἁπλῶς
6. ἀρκεῖ, ἀλλὰ χωρὶς μὲν τοῦ προγινώσκειν ἐκεῖνα τῶν νεογνῶν
7. οὐδὲν ἂν ἰδίᾳ γνωρίσαις. οὐ μὴν οὐδ’ εὐθέως τε καὶ πρώτως
8. ἐντυχὼν νῦν, ἀλλ’ ὡς καὶ τῶν τελείων ἕκαστον οὐκ ὀλιγάκις
9. θεασάμενος ἱκανὸς διαγινώσκειν ἑτοίμως ἐγένου, κατὰ τὸν
10. αὐτὸν, οἶμαι, τρόπον χρή σε καὶ τῶν ἄρτι γεννωμένων ἕκαστον,
11. οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πολλάκις θεασάμενον ἱκανῶς
12. αὐτῶν γενέσθαι γνώριμον. μὴ τοίνυν ἐάν τι τῶν τῇδε
13. γεγραμμένων ἐπιχειρῶν ἀσκεῖν ἐν τῇ πρώτῃ πείρᾳ σφαλῇς,
14. ἀπογινώσκειν εὐθὺς ὡς ἀδυνάτου, μηδὲ ἀποχωρεῖν τῆς μελέτης,
15. πρὶν πάνυ πολλάκις ἐν αὐτῇ γυμνάσασθαι. οὐδὲ
16. γὰρ τοὺς τὴν τοξικὴν μελετῶντας, καίτοι πολλάκις ἁμαρτάνοντας
17. τοῦ σκοποῦ, τό γε κατ’ ἀρχὰς, ὅμως οὐδὲ τούτους
18. ἀφισταμένους ὁρᾷς τῆς ἀσκήσεως, οὐδ’ ἀθυμοῦντας ἀποτυχίας. 
1. ὁπότ’ οὖν τοξικὴν οὕτω σμικρὰν τέχνην, ὡς καὶ τοῖς ἀνδραπόδοις
2. ἀσκεῖσθαι καλῶς, οὐ δυνατόν ἐστιν εὐθὺς ἐξ ἀρχῆς
3. κατορθοῦσθαι, τί χρὴ νομίζειν ἐπὶ τῆς τῶν Ἀσκληπιῶν τέχνης,
4. οὕτω μὲν πολλῆς θεωρίας δεομένης, οὕτω δ’ ἀκριβοῦς τε καὶ
5. φιλοπόνου τῆς ἐπ’ αὐτῶν τῶν ἔργων τριβῆς; εἰ μὲν δή τις
6. εἴης τῶν ἐπὶ τοῖς καλλίστοις ταλαιπωρεῖσθαι προῃρημένων,
7. ἅπαντα μὲν πρώτως ἔκμαθε ἀκριβῶς, τὰ λεγόμενα καθ’ ἕκαστον
8. τῶν νοσημάτων, ἐφεξῆς δ’ ἐπὶ τῶν ἔργων ἄσκησον.
9. εἶθ’ οὕτως ἐπιχείρει κρίνειν αὐτὰ, πότερον ἀληθῶς ἢ ψευδῶς
10. εἴρηται. εἰ δ’ ἀταλαίπωρός τε καὶ ῥᾴθυμος εἴης, ἢ ταλαίπωρος
11. μὲν ἀλλ’ εἰς τὰ χείρω, πλοῦτόν τε καὶ τιμὴν καὶ
12. δύναμιν πολιτικὴν ἀληθείας προαιρούμενος, ἄμεινόν σοι μηδ’
13. ἅπτεσθαι τῆσδε τῆς θεωρίας, μηδ’ εἰς ἀνάπλεων βορβόρου
14. φρέαρ ἐμβάλλειν ὕδωρ καθαρόν. ἀφανίσεις τε γὰρ τὸ ὕδωρ
15. καὶ τὸ φρέαρ οὐδὲν ὠφελήσεις. τὴν οὖν ἁπλῆν διάθεσιν ἑκάστου
16. τῶν νοσημάτων, ἐπὶ γὰρ τὸν τῆς ἀληθείας ἑταῖρον ἤδη
17. τρέψομαι, πρῶτον ἄσκησόν μοι γνωρίζειν αὐτὴν ἐφ’ ἑαυτῆς,
1. οὐκ ἐκ τῶν ἔξωθεν αὐτῇ προσκειμένων μόνον, ἅπερ οἱ πολλοὶ
2. θεῶνται, ἀλλὰ πρῶτον μὲν καὶ μάλιστα ἐκ τῶν κατὰ τὴν
3. ἰδίαν οὐσίαν ὑπαρχόντων· ἐπεὶ δ’ ἤδη καὶ τῶν ὡς ἐπὶ τὸ
4. πολὺ συμβεβηκότων. οἷον ἐπὶ τοῦ καλουμένου τριταίου μὴ
5. τοῦτο μόνον ἐπισκέπτου, τὸ διὰ τρίτης γίνεσθαι τοὺς παροξυσμοὺς,
6. εἰς ἀπυρεξίαν τελευτῶντας. εἰ γὰρ ἤτοι δύο τριταῖοι
7. γενηθεῖεν, ἢ δύο τεταρταῖοι, καθ’ ἑκάστην μὲν ἡμέραν
8. οἱ δύο τριταῖοι· διὰ τρίτης δ’ οἱ δύο τεταρταῖοι παροξύνονται,
9. ἢ τοὺς δύο τριταίους ἕνα νομίσεις ἀμφημερινόν· ἢ τοὺς
10. δύο τεταρταίους ἕνα τριταῖον. ἀλλὰ τὴν ἰδέαν ἐπισκοπεῖσθαί
11. σε κελεύω τῶν πυρετῶν. οὔτε γὰρ ταῖς εἰσβολαῖς τῶν
12. παροξυσμῶν ἐοίκασιν, οὔτε ταῖς ἀναβάσεσιν, οὔτε ταῖς ἀκμαῖς,
13. οὔτε ταῖς παρακμαῖς, οὔτε τῇ ποιότητι τῆς θερμασίας,
14. οὔτε τῇ κινήσει τῶν ἀρτηριῶν, οὔτε τοῖς ἐπιγινομένοις συμπτώμασιν.
15. εἰ μὲν οὖν μηδέποτ’ ἦν θεάσασθαι τριταῖόν τε καὶ
16. ἀμφημερινὸν, αὐτὸν καθ’ ἑαυτὸν ἑκάτερον, ἄδηλος ἂν ἦν
17. αὐτῶν ἡ διάγνωσις, ἐπεὶ δὲ καὶ τριταῖον, αὐτόν ἐστιν ἰδεῖν
18. καθ’ ἑαυτὸν, ἀρξάμενόν τε καὶ προελθόντα καὶ τελειωθέντα
1. καὶ λυθέντα, καὶ ἀμφημερινὸν ὡσαύτως, οὐδέν ἐστιν χαλεπὸν
2. ἀμφημερινοῦ ἑνὸς διακρῖναι δύο τριταίους.

Cliquer un n° de page pour en afficher l’image