3. Ἄρξαι δή μοι πρῶτον ἀσκεῖν ἀπὸ τῶν
4. ἀκριβῶν τύπων. οὔτε γὰρ ἄλλο τι μάτην ὁ Ἱπποκράτης εἶπεν
5. οὔθ’ ὡς ὁ ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις κρίνεται τὸ
6. μακρότατον. τίς οὖν ὁ ἀκριβὴς τριταῖος οὗτος; οὐδὲν γὰρ
7. παρ’ Ἱπποκράτους αὐτοῦ γνώρισμα γέγραπταί τι τοιοῦτον,
8. οἷον καὶ τοῖς ἐπιτυχοῦσιν εἷναι πρόδηλον. ἀλλ’ εἰ μέν σε χειραγωγήσαιμι,
9. μαθήσῃ ῥᾳδίως τίνα λέγει τὸν ἀκριβῆ τριταῖον.
10. εἰ δ’ ἐάσαιμί σε κυλινδεῖσθαι κατὰ τὰ βιβλία,
11. πρὶν εἰσαχθῆναι προσηκόντως, οὐκ ἂν οὐ μόνον ἐκμάθοις
12. οὐδὲν, οὔτε περὶ τριταίου τι χρηστὸν, οὔτ’ ἄλλου τινὸς τῶν
13. ἁπάντων, ἀλλὰ καὶ παρακούσαις μυρίων. ὅταν οὖν ἀναγνῷς
14. ἐν ἀφορισμοῖς τὰ πλεονάζοντα κατὰ τὸ θέρος νοσήματα
15. πυρετούς τε εἶναι συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστους,
16. πρῶτον μὲν αὐτὸ δὴ τοῦτο μὴ παρακούσῃς, τὸ ὡς
17. θέρους μέμνηται οὐ τοῦ παρὰ φύσιν ἔχοντος, οἷον ἐν Κρανῶνί
1. ποτε γενέσθαι φησί, ὕοντος καύματι λάβρῳ δι’ ὅλου. ἀλλ’
2. εἴ ποτέ τινα τάξιν καὶ κόσμον ἑκάστῃ τῶν ὡρῶν ἐνενόησας,
3. ἀναμνήσθητί μοι καὶ νῦν, ὡς ὁ μὲν χειμὼν ἅπαντος τοῦ
4. ἔτους ὑγρότατός ἐστι καὶ ψυχρότατος, ἐναντίως δ’ αὐτῷ τὸ
5. θέρος ξηρότατόν τε καὶ θερμότατον. εἰ δ’ ἔμπαλιν ὁ μὲν χειμὼν
6. ξηρός, ὑγρὸν δὲ γίγνοιτο τὸ θέρος, οὐ κατὰ φύσιν ἔχει
7. τὰ τῶν ὡρῶν. οὐκ οὖν οὐδὲ τὰ θερινὰ νοσήματα τηνικαῦτα
8. ἐν θέρει πλεονάσει. μὴ γάρ πω δόκει διὰ τὴν προσηγορίαν τῶν
9. ὡρῶν ἕκαστον τῶν νοσημάτων γίνεσθαι τοῖον ἢ τοῖον, ἀλλὰ
10. διὰ τὴν περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν. ὡς γὰρ ἂν οὗτος ἔχῃ
11. φύσεως, οὕτω καὶ ἡμᾶς διατίθησι. κατὰ τοῦτο οὖν ἔλεγεν
12. ὁ Ἱπποκράτης ὁπόταν ἔαρ ὅμοιον τῷ φθινοπώρῳ γένηται,
13. φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι δεῖ. θερμὴν δέ τινα
14. καὶ ξηρὰν κατάστασιν ἔχειν χρὴ τὸ θέρος, ἐπειδὰν ἀκριβῶς
15. διασώζῃ τὴν ἑαυτοῦ φύσιν. ἀλλ’ εἴπερ οὕτω τοῦτ’ ἔχει, δῆλον,
16. ὡς τὸ μάλιστα τοιοῦτον θέρος πλείστους οἴσει τριταίους
17. πυρετούς. ἆρ’ οὖν ὥρα μὲν ἡ θερμὴ καὶ ξηρὰ τριταίων
1. πυρετῶν εὔφορος, ἡ χώρα δ’ οὐχ ὁμοίως ἡ θερμὴ καὶ ξηρὰ
2. τῆς ὑγρᾶς καὶ ψυχρᾶς εὐφορωτέρα; παντί που δῆλον· τί οὐχὶ
3. καὶ τοῦ κάμνοντος ἡ κρᾶσις αὐτοῦ; καὶ τοῦτ’ ἀναγκαῖον. εἰ
4. δὲ καὶ διαιτηθείη θερμότερόν τε καὶ ξηρότερον, ὅπερ ἐστὶν ἐν
5. πόνοις μὲν πλείοσι καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ λύπαις,
6. ἐδέσμασί τ’ ἐλάττοσί τε καὶ χολωδεστέροις, ἆρ’ οὖν οὐχὶ καὶ
7. κατὰ ταῦτα χολωδέστερος ἂν αὐτὸς ἑαυτοῦ γένοιτο, καὶ δηλονότι
8. θερμότερός τε καὶ ξηρότερος; ὅτι μὲν γὰρ ἐπὶ θερμοῖς
9. καὶ ξηροῖς αἰτίοις ἡ ξανθὴ χολὴ πέφυκεν ἀθροίζεσθαι,
10. παρ’ Ἱπποκράτους ἐμάθομεν, ἄλλοθί τε πολλαχόθι κἀξ ὧν
11. ἐν θέρει πλεονάζειν αὐτήν φησι. ταῦτ’ εἴρηταί μοι· καὶ
12. τριταίου πυρετοῦ γένεσιν ἤδη μεμάθηκας. ὃς γὰρ ἂν ἐν θέρει
13. μὲν γένηται, καὶ τούτῳ μάλιστα θερμῷ τε καὶ ξηρῷ,
14. τοιοῦτον δὲ ᾖ καὶ τὸ χωρίον, καὶ ἡ τοῦ κάμνοντος φύσις
15. ὁμοία, καὶ τὰ πρόσθεν διαιτήματα πρὸς ταῦτ’ ἄγοντα, τριταῖος
16. οὗτος δύναται εἶναι. καὶ μὴν ἄχρι γε τούτου χολώδη
17. πυρετὸν ἐγεννήσαμεν τῷ λόγῳ, τριταῖον δ’ οὔπω δεόντως.
18. εἰ γὰρ συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστους αὐτό τε
19. θέρος ἕκαστόν τε τῶν εἰρημένων αἰτίων ἀπεργάζεται, κοινὴ
1. μέχρι τοῦδε τοῖς καύσοις πυρετοῖς ἡ τοῦ τριταίου γένεσις.
2. ἀτὰρ οὖν καὶ φαίνεται τοῦτό γε καὶ αὐτὸς ὁ παροξυσμὸς τοῦ
3. τριταίου τῶν ὀξυτάτων τε καὶ καυσωδεστάτων πυρετῶν οὐδενὸς
4. ἀπολείπεται. τί ποτ’ οὖν διήνεγκεν; ὅτι τὴν χολὴν
5. οὗτος μὲν εἰς ἅπαν τὸ σῶμα φερομένην ἔχει, καὶ διὰ τοῦτο
6. ῥίγος τε σφοδρὸν αὐτοῖς προσγίνεται, καὶ χολῆς ἔμετος ἐπιφαίνεται,
7. καὶ τὰ οὖρα καὶ οἱ ἱδρῶτες αὐτοῖς χολώδεις εἰσίν.
8. εἴρηται δὲ καὶ περὶ τούτων ἑτέρωθι, τοῖς δ’ ἄλλοις καύσοις
9. πυρετοῖς, ὅσοι μὴ διαλείπουσιν, τῆς ξανθῆς χολῆς χυμὸς
10. ἐδείκνυτο περιεχόμενος ἐν τοῖς ἀγγείοις ἅμα τῷ αἵματι.
11. καὶ ταύτῃ διαφέρουσιν οὗτοι τῶν τριταίων, εἰ καὶ τὸν
12. ἐργαζόμενον αὐτοὺς χυμὸν ἔχουσι τὸν αὐτὸν, ὅτι τοῖς μὲν ἐντὸς
13. τῶν φλεβῶν ἐστι, τοῖς δὲ σφοδρῶς κινούμενος ἐπὶ παντὸς
14. τοῦ σώματος διασπείρεται τὰ μόρια· καὶ διὰ τοῦτ’ αὐτὸς
15. ἑαυτὸν ἐκκαθαίρει τῷ σφοδρῷ τῆς φορᾶς. αὕτη καὶ τοῦ
16. παύεσθαι τὸν πυρετὸν ἐπὶ τοῖς ἱδρῶσί τε καὶ τοῖς ἐμέτοις ἡ
17. αἰτία. τοῖς καύσοις δ’ ἕκαστος τῶν κατὰ μέρος παροξυσμῶν
1. εἰς ἀπυρεξίαν οὐκ ἔρχεται, διὰ τὸ μηδ’ ἐκκαθαίρεσθαι τὸν
2. αἴτιον χυμόν. ἀλλ’ ἐπειδὰν καὶ τούτοις ἡ χολὴ σφοδρότερον
3. κινηθεῖσα καὶ οἷον ζέσασα, τὸ δὲ τι καὶ πρὸς αὐτῆς τῆς φύσεως
4. ῥωσθείσης ὠθουμένη πάντῃ τοῦ σώματος ἴῃ, ῥίγος τε
5. προσγίνεται καὶ λύσις ἐπιγίνεται. ὑπὸ καύσου γάρ φησιν ἐχομένῳ
6. ῥίγεος ἐπιγενομένου λύσις. ὅτι δ’ οὐ μόνον τὸ ψυχρὸν
7. αἴτιον, ἀλλὰ καὶ τὸ δριμὺ καὶ τὸ θερμὸν ἐργάζεσθαι ῥίγος
8. δύναται, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ἀποδέδεικται,
9. παραθεμένων ἡμῶν τούς τε διὰ δριμὺ καὶ θερμὸν φάρμακον
10. ἐπιτεθὲν ἕλκει δηχθέντας σφοδρῶς, εἶτα ῥιγώσαντας, τούς
11. τε περιττωμάτων πεπληρωμένους καπνωδῶν, εἶτ’ εἰς βαλανεῖον
12. εἰσελθόντας καὶ φρίξαντας. οὕτως γὰρ δὴ καὶ τοὺς πυρέσσοντας
13. καὶ τοὺς ἀπεπτήσαντας σφοδρῶς, καὶ πάντας οἷς
14. ἂν ᾖ τὸ σῶμα μεστὸν ἀκαθαρσίας δριμείας, ἐάν τ’ εἰς βαλανεῖον
15. εἰσέλθωσιν, ἐάν τ’ εἰς χωρίον ἡλιούμενον σφοδρῶς, ἐάν
16. τ’ ἄλλην ἡντιναοῦν κίνησιν σφοδροτέραν κινηθῶσι, εὐθὺς μὲν
17. φρίττοντας ὁρῶμεν· ἢν δὲ καὶ διατρίψωσιν ἐπὶ πλέον ἐν αὐτοῖς,
18. εἰς ῥίγος τε καὶ κλόνον ἀγομένους, ὡς ἂν εἰς κίνησιν
19. σφοδροτέραν, ἔν τε τοῖς βαλανείοις καὶ τοῖς γυμνασίοις
1. ἐρχομένων, τῶν τέως ἡσυχαζόντων περιττωμάτων. ἅπαντα
2. γὰρ ταῦτα κινούμενά τε καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων
3. ἐπιφερόμενα νύττει τε καὶ κεντεῖ καὶ τιτρώσκει. κἀντεῦθεν
4. τήν τε ἀνώμαλον αἴσθησιν καὶ τὸ ῥίγος καὶ τὸν κλόνον ἐπιφέρει.
5. ταυτὶ μὲν οὖν ἑτέρωθι λέλεκται. τριταῖος δὲ πυρετὸς
6. ἔκγονος ὑπάρχων τῆς ξανθῆς χολῆς κινουμένης, εὐλόγως εὐθὺς
7. καταρχὰς, ῥίγος οὐκ ἀγεννὲς ἐπιφέρει, διαφέρων αὐτῷ τούτῳ
8. πρῶτον τοῦ τεταρταϊκοῦ ῥίγους, τῷ κεντεῖσθαι δοκεῖν καὶ τιτρώσκεσθαι
9. τὸν χρῶτα. τοιαύτη γὰρ ἐν τριταίοις πυρετοῖς
10. ἡ τοῦ ῥίγους αἴσθησις, ὥσπερ ἐν τεταρταίῳ, κατάψυξιν
11. ἔχουσα σφοδρὰν, ὁμοιοτάτην τῇ διὰ κρύος ἐν χειμῶνι γινομένῃ.
12. ἐδείκνυτο γὰρ δὴ καὶ τῷ τεταρταίῳ πυρετῷ χολὴ μέλαινα
13. πλεονάζουσα μάλιστα, καθάπερ ἐν τοῖς ἀμφημερινοῖς
14. τὸ φλέγμα. τὸν οὖν ἀκριβῆ τριταῖον οὐκ ἐνδέχεται μὴ οὐ
15. μετὰ ῥίγους σφοδροῦ γενέσθαι, νύττοντος καὶ τιτρώσκοντος
16. τὴν σάρκα. τεταρταῖος δὲ πυρετὸς οὐκ εὐθὺς ἀπὸ τῆς πρώτης
17. ἡμέρας εἰσβάλλει μετὰ ῥίγους σφοδροῦ· προϊόντι γὰρ αὐτῷ
18. καὶ αὐξανομένῳ συναύξεται καὶ τὸ ῥίγος, ἥτ’ αἴσθησις οὐ
1. νυττομένων ἐστὶ τῶν καμνόντων, ἀλλὰ καταψυχομένων τε
2. καὶ οἷον θλωμένων ἄχρι καὶ τῶν ὀστῶν. οὕτως γ’ οὖν ἀκοῦσαι
3. λεγόντων αὐτῶν ἐστι, ὡς ὀστοκόπῳ τε συνέχεσθαι καὶ
4. συνθλάσαι τὴν σάρκα φαντάζονται. τῶν δ’ ἀμφημερινῶν
5. οὐδὲ προηγεῖται ῥίγος, οὔτ’ εὐθὺς ἐξ ἀρχῆς οὔτε προϊόντων,
6. ἀλλὰ περιψύχονται μόνον. ἆρ’ οὖν ταῦτα μόνα τὰ γνωρίσματα
7. τῶν τριταίων πυρετῶν ἐστιν, ἢ καὶ τὰ τῶν σφυγμῶν,
8. οὐδὲν οὐδ’ ἐγγὺς ἔχει τοῖς τεταρταίοις; οὗτοι μὲν γὰρ μικροὺς
9. καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς εἰς τοσοῦτον ἐργάζονται
10. τοὺς σφυγμοὺς ἐν ταῖς ἐπισημασίαις, ὡς οὐδεμία
11. διάθεσις ἄλλη. τριταίοις δὲ μικροὶ μὲν καὶ ἀμυδροὶ καὶ βραδεῖς
12. καὶ ἀραιοὶ κατὰ τὰς εἰσβολὰς ἐξ ἀνάγκης γίνονται·
13. ἀλλ’ ἡ βραδύτης τε καὶ ἀραιότης οὐ μικρῷ τινι τῶν
14. ἐν τοῖς τεταρταίοις ἀπολείπεται. δεδέσθαι γάρ σοι δόξει κατὰ
15. τὰς εἰσβολὰς τῶν τεταρταίων ἡ ἀρτηρία καὶ εἴσω καθέλκεσθαι
16. καὶ ἀνιέναι κωλύεσθαι. κατὰ δὲ τὰς τριταϊκὰς οὔτε
17. τοιοῦτον οὐδὲν, ἥτε βραδύτης ἐγγὺς τῇ κατὰ φύσιν ἑκάστῃ
18. κινήσει. τεταρταίων δὲ πυρετῶν εἰσβαλλόντων, εἰ καὶ νέος ὁ
1. κάμνων εἴη, γεροντικῆς ἐσχάτης ἡλικίας ἡ ἀρτηρία τούτου μιμεῖται
2. τὴν κίνησιν. ἐξ οὖν τούτων ἁπάντων ὁ τοῦ γνησίου
3. τριταίου ἐστὶ παροξυσμὸς διενήνοχε, καὶ πρὸς τούτοις ἔτι τάξις
4. ἀκριβής ἐστιν καὶ ὁμαλότης ἐν τοῖς σφυγμοῖς. οὔτε γὰρ ἐν μιᾷ
5. κινήσει τις ἀνωμαλία κατ’ αὐτοὺς οὔτ’ ἐν ἀθροίσματι. καίτοι
6. σπάνιον τοῦτό γε καὶ παντάπασιν ὀλίγαις ἀρχαῖς παροξυσμῶν
7. ὑπάρχον. ἤδη τε οὖν εἰσβάλλων ὁ τοιοῦτος πυρετὸς, οὐκ
8. ἂν οὐδένα λάθοι τῶν πολλάκις ἑωρακότων αὐτόν. ἔτι δὲ καὶ
9. μᾶλλον ἐν ταῖς καλουμέναις ἀναβάσεσί τε καὶ αὐξήσεσιν·
10. ὁμαλὸν μὲν γὰρ καὶ ἀκώλυτον ἔχει τὸ τάχος, ἐγείρεται δὲ εἰς
11. μέγεθος καὶ σφοδρότητα παραχρῆμα, κἀν τούτοις ἅπασιν
12. ἀνάλογον, εἰς πυκνότητα. καὶ τὸ τῆς φλεγμονῆς αὐτῷ σημεῖον
13. οὐ πάρεστιν. ἤδη τε οὖν δίψος ἐπιφέρει καὶ διακαίει
14. τὸν ἄνθρωπον καὶ μικρὸν ὕστερον ἀκμάζει καὶ τὸ θερμὸν ὁμαλῶς
15. ἐκτέταται πάντη, καὶ κατ’ οὐδὲν ὁ θώραξ τῶν ἄκρων
16. θερμότερός ἐστιν. εἰ δ’ ἐπιβάλλοις τὴν χεῖρα, κατὰ μὲν τὴν
17. πρώτην προσβολὴν ἀπαντᾷ θερμασία πολλὴ καὶ δριμεῖα,
18. καὶ οἷον μετ’ ἀτμοῦ τινος ἀναφερομένη. νικᾶται δ’ ὀλίγον
1. ὕστερον ὑπὸ τῆς χειρὸς, οὐχ ὥσπερ ἐπὶ τῶν κακοήθων καύσων.
2. ἔμπαλιν γὰρ ἐκεῖναι δεινότεραι καὶ ἀηδέστεραι χρονίζουσαι
3. φαίνονται. καὶ δὴ καὶ πίνειν δὴ καιρὸς τῷ κάμνοντι.
4. καὶ πιόντι αὐτίκα δὴ μάλα πλῆθος μὲν ἄνεισιν ἀτμοῦ θερμοῦ
5. διὰ τοῦ δέρματος, ἀγγέλλον ἱδρῶτας· ἔμετος δ’ ἐπιφαίνεται
6. χολῆς, ἢ γαστήρ που κατέῤῥηξε καὶ οὔρησε χολώδη.
7. νυνὶ μὲν γὰρ καὶ ὁ τυχὼν γνωρίσειε τὸν ἀκριβῆ τριταῖον.
8. ἀνέρχεται μὲν γὰρ ἱδρὼς ἀτμώδης τε καὶ θερμὸς, ὥσπερ ἐν
9. βαλανείῳ. ἅπαν δ’ αὐτοῖς ὁμαλῶς ἱδροῖ τὸ σῶμα, καὶ ὁ σφυγμὸς
10. οἷος ὁ τῶν ἀκριβῶς ὑγιαινόντων ἐν γυμνασίοις τε καὶ
11. λουτροῖς, ταχὺς καὶ μέγας καὶ σφοδρὸς καὶ πυκνός. ἦν δὲ δήπουθεν
12. εὐθὺς ἐξ ἀρχῆς ἤδη καὶ ὁμαλός. ἐπὶ τούτοις ἅπασιν
13. εἰς ἀπυρεξίαν παύεται τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ,
14. ποιησάμενος ὡρῶν οὐ πλειόνων δώδεκα. πλεῖστος γὰρ οὗτος
15. ὁ χρόνος ἐν τριταίοις γνησίοις· ὡς τὰ πολλὰ δὲ ποτὲ
16. μὲν ἑπτὰ πασῶν ὡρῶν ὁ παροξυσμὸς αὐτοῖς γίνεται, ποτὲ
17. δ’ ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον οὐ πολλῷ παύεται. τοῦτον
18. μὲν εἰ μήπω γνωρίσαις ἀκριβῇ τριταῖον ὑπάρχειν, ἀλλ’
1. ἔτ’ ἀναμένεις τὴν ληρώδη διάτριτον, οὐκ ἂν οὐδ’ ὄνος ἔτι Θεσσάλειος,
2. ἀλλά τις εἴης λίθος. εἰ δὲ καὶ οὐρήσαντος αὐτοῦ
3. τὸ οὖρον ὑπόπυῤῥόν τε καὶ ὑπόξανθον εἴη καὶ συμμέτρως
4. παχύ, καὶ μικρὸν ὕστερον ἢ νεφέλην λευκὴν ἢ ἐναιώρημα
5. χρηστὸν ἐργάζοιτο, νῦν μὲν ἂν οὐκέτ’ οὐδὲ λίθος ἁπλῶς,
6. ἀλλὰ μυλίας τις ἂν εἴης λίθος, εἰ μήπω γνωρίζεις, ὅτι καὶ
7. τριταῖος οὗτος ὁ πυρετός ἐστι καὶ ἀκριβὴς τριταῖος, καὶ τὴν
8. τετάρτην οὐχ ὑπερβαίνοι περίοδον. πυῤῥοτέρων δὲ τῶν οὔρων
9. ὄντων, καὶ μήτ’ ἐναιωρήματος μηδενὸς μήτε νεφέλης ἐν τῇ
10. πρώτῃ περιόδῳ φανείσης, εἰς τὰς ἑπτὰ περιόδους ἐκταθήσεται.
11. πάντων δ’ ἁπλούστατός ἐστι τριταίων πυρετῶν, ὃς ἂν
12. ἅπανθ’ ὅσα περ εἶπον ἔμπροσθεν, ἀκριβῶς εἶναι τριταίου
13. γνωρίσματα προσδείξας, ὑπόστασιν ἐν τοῖς οὔροις λευκὴν
14. καὶ λείαν καὶ ὁμαλὴν ποιήσεται κατὰ τὴν πρώτην ἡμέραν.
15. οὐ γὰρ ὑπερβήσεται τὴν τρίτην οὗτος περίοδον. ἄγε οὖν
16. ἐπειδὴ πάντ’ εἴρηται τὰ τοῦ γνησίου τριταίου γνωρίσματα,
17. καθάπερ τινὰ γενεαλογίαν αὐτοῦ διὰ κεφαλαίων ποιησάμενοι
18. μεταβῶμεν οὕτως ἐφ’ ἕτερον. ὁ μὲν παροξυσμὸς εἰσβάλλει μετὰ
1. ῥίγους σφοδροῦ, τοὺς σφυγμοὺς οἵους εἴρηκα ποιούμενος.
2. ἔπειτ’ ὀλίγον ὕστερον αὔξεταί τε καὶ πρὸς τὴν ἀκμὴν ἐπείγεται
3. σὺν οἷς εἴρηται πᾶσιν. εἶτα λύεται καθ’ ὃν εἴρηται
4. τρόπον. ἡ γένεσις δὲ αὐτοῦ καταστάσεως μὲν αὐχμηρᾶς καὶ
5. θερμῆς δεῖται, καὶ τὸ σύμπαν φάναι, θερινῆς ὥρας, ἡλικίας
6. δ’ ἀκμαστικῆς καὶ χολώδους φύσεως, ἐν πόνοις καὶ φροντίσι
7. καὶ ἀγρυπνίαις καὶ τροφῶν ἐνδείαις γεγενημένης. καὶ εἰ βούλει
8. πρόσθες τούτοις διὰ τοὺς λιθίνους τούτους μεθοδικοὺς,
9. ὅπερ εἴωθέ που καὶ ὁ Ἀρχιγένης προσγράφειν. ἔστω δὲ δή
10. που καὶ ἡ παροῦσα κατάστασις ἐπιδημίαν ἐνηνοχυῖα τριταίων,
11. ἵνα τοῖς τεχνικοῖς γνωρίσμασι καὶ τὸν ἰδιωτικὸν μὲν,
12. ἀληθῆ δὲ στοχασμὸν προσθεὶς, αὐξήσῃς τὸ πιστὸν τῆς προγνώσεως.
13. ὦ πρὸς τῶν θεῶν οὔπω τοῦτον ἐροῦμεν εἶναι τριταῖον,
14. ἀλλὰ τὴν τῶν ἐριουργῶν ἀναμενοῦμεν διάτριτον, ἣν
15. ἐν τῇ γυναικωνίτιδι τρεφόμενος ὁ ληρώδης Θεσσαλὸς ὑπὸ πατρὶ
16. μοχθηρῶς ἔρια ξαίνοντι, κακῶς ἐτόλμα λέγειν Ἱπποκράτην
17. τε καὶ τοὺς ἄλλους παλαιούς; ὁ τὰ τῆς ἰατρικῆς ἅπαντα
18. θεωρήματα καταλαζονευσάμενος ἑστῶτα ὑπάρχοντα καὶ βέβαια,
1. τριταῖον εἰσβάλλοντα πυρετὸν οὐχ οἷός ἐστι γνωρίζειν, ἀλλ’
2. ἀναμένει τὴν διάτριτον. τοῦτο γάρ τοι θαυμαστόν ἐστιν. ὅσα
3. μὲν οὐκ ἦν βέβαια, ταῦτα εἶπεν εἶναι βέβαια, σύμπαντα δὲ
4. ἠγνόησε τὰ κατὰ τὴν ἀλήθειαν βέβαια. ταύτης μὲν δὴ τῆς
5. γραὸς οὐδὲ μεμνῆσθαι προσήκει.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.3, ed. Kühn, 1825, vol. 9, p. 647-658. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩