6. Τοῦ δ’ ἀκριβοῦς τριταίου ἤδη γνωρισθέντος,
7. ἐπὶ τὸν ἀκριβῆ τεταρταῖον μετιέναι ἤδη καιρὸς, οὗ τὴν
8. μὲν ἀρχὴν ὁποία τίς ἐστιν, ἤδη προειρήκαμεν, ὡς οὐδὲν
9. ὅμοιον ἔχουσαν τῇ τριταϊκῇ περιόδῳ, κατά τε τὸ ῥίγος καὶ
10. τοὺς σφυγμούς. τὰ δ’ ἐφεξῆς ἤδη λέγωμεν. καίτοι τό γε τῶν
11. ἐν τοῖς παροξυσμοῖς σφυγμῶν ἔμπροσθεν εἰρημένων ὑπομνῆσαι
12. καὶ νῦν εὔλογον. εἰ γὰρ εἰδείης τοῦ νοσοῦντος τὸν κατὰ
13. φύσιν σφυγμὸν, ἢ εἰ καὶ καθ’ ἑτέραν αὐτοῦ νόσον, ἐν ἀρχῇ
14. παροξυσμοῦ παραγεγονὼς εἴης, μηκέτ’ ἄλλο μηδὲν ἀναμείνῃς
15. εἰς ἀπόφασιν τοῦ τεταρταῖον εἶναι τὸν εἰσβάλλοντα πυρετόν.
16. ἐξαίσιος γάρ τις ἡ εἰς ἀραιότητά τε καὶ βραδύτητα τροπὴ γίνεται.
17. καὶ ἔγωγε τῶν ἐμαυτοῦ συνήθων τινὰς, ὧν ἀκριβῶς εἶδον
18. τοὺς σφυγμοὺς εἰσβάλλοντος τοῦ παροξυσμοῦ θεασάμενος,
1. ἀπεφῃνάμην ὡς οὐκ ἐνδέχεται τὴν ἀρχὴν ταύτην ἄλλου τινὸς
2. ὑπάρχειν, ἢ τεταρταίου πυρετοῦ, καὶ οὕτως ἀπέβη. σὺ δ’ εἰ
3. τῆς περὶ τοὺς σφυγμοὺς τέχνης ἀπειροτέρως ἔχεις, εἶθ’ ἡ μὲν
4. ἀραιότης αὐτῶν καὶ βραδύτης κινήσειέ σε, ἀσφαλέστερον δ’
5. ἔτι καὶ ἀκριβέστερον διορίσασθαι βούλοιο, τῶν Ἱπποκράτους
6. ἀναμιμνήσκου κἀνταῦθα παραγγελμάτων. ὡς γὰρ ἐν θέρει
7. τριταίους πυρετοὺς πλεονάζειν, οὕτως ἐν φθινοπώρῳ τεταρταίους
8. ἔφησε. ἐπίσκεψαι δὲ πρῶτον μὲν αὐτὸ τοῦτο, εἰ ξηρὸν
9. καὶ ψυχρὸν καὶ ἀνώμαλον ἐν τῇ κράσει τὸ φθινόπωρον
10. ἐγένετο, καὶ μᾶλλον ἔλπιζε τεταρταίας περιόδους ἐν αὐτῷ
11. συστήσασθαι πολλάς. εἶθ’ ἑξῆς, εἰ καὶ τὸ χωρίον αὐτὸ τοιούτων
12. πυρετῶν εὔφορον ᾖ, καὶ ἡ φύσις τοῦ κάμνοντος μελαγχολικωτέρα.
13. καὶ τὰ τῆς προγεγενημένης διαίτης, οἷα μέλαιναν
14. ἀθροῖσαι χολήν. καὶ εἴ τις ἐπιδημία νῦν ἐστι τεταρταίων
15. πυρετῶν. ἐπισφραγίζου δὲ ταῦτα τοῖς ἐφεξῆς εἰρησομένοις·
16. εἰ καὶ ὑπόσπληνος ὁ ἄνθρωπος ᾖ, ἢ εἰ ἐκ πεπλανημένων
17. πυρετῶν, ἢ εἰ καὶ τὰ τῆς ἀναβάσεως καὶ τὰ τῆς ἀκμῆς,
18. ἐναντιώτατα τοῖς τριταίοις εἴη πυρετοῖς, κατά τε τὰς τοῦ
1. θερμοῦ κινήσεις, καὶ κατὰ τὰς τῶν σφυγμῶν, καὶ ἐπὶ τούτοις
2. ἅπασιν εἰ λεπτὰ καὶ λευκὰ καὶ ὑδατώδη τὰ οὖρα, παντάπασι
3. γὰρ ταῦτά γε τοῖς τῶν τριταίων ἐναντιώτατα. τριταῖον
4. μὲν δὴ τεταρταίου κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν ὁ
5. μὴ δυνάμενος διακρίνειν, οὐδ’ ἰατρὸς ὅλως ἐστί.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.4, ed. Kühn, 1825, vol. 9, p. 658-660. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩