6. Ἀμφημερινὸν δὲ τριταίου μὲν ἑτοιμότερον
7. διορίζειν, οὔτε γὰρ μετὰ ῥίγους εἰσβάλλει κατὰ τὴν πρώτην
8. ἡμέραν εὐθὺς, ἀλλὰ καὶ προϊόντος τοῦ χρόνου περίψυξις αὐτοῖς
9. μᾶλλον, ἢ ῥίγος γίνεται, καὶ σαφὴς ἀταξία τε καὶ ἀνωμαλία
10. συνεδρεύει τοῖς σφυγμοῖς, κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν.
11. ἴσμεν δὲ ὅτι κἀν ταῖς ἀναβάσεσι τὸ ταχὺ τῆς
12. κινήσεως καὶ τὸ μέγα καὶ τὸ σφοδρὸν, ὅπερ τοῖς τριταίοις
13. ὑπῆρχε σαφέστατον, οὐχ ὑπάρχει τοῖς ἀμφημερινοῖς. οὐ μὴν
14. οὐδὲ διακαίουσι τοὺς κάμνοντας, οὐδὲ γυμνοῦσθαί τε καὶ τὴν
15. ἐσθῆτα ῥίπτειν ἀφ’ ἑαυτῶν ἀναγκάζουσιν, οὐδὲ πολὺ καὶ
16. πυκνὸν ἀναπνεῖν, οὐδ’ ἐκφυσᾷν, οἷον φλόγα τινὰ, καὶ πιεῖν
17. αἰτεῖν ψυχρὸν, ἀλλ’ ἥκιστα πυρέττοντες οὗτοι διψώδεις εἰσί.
18. καὶ οὖρον αὐτοῖς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, οἷον τοῖς
1. τεταρταίοις ἀρχομένοις, καὶ ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας
2. ἡμέρας. ἐπὶ μέν γε τῷ χρόνῳ προϊόντι καὶ τοῦτ’ αὐτοῖς προσγίνεται.
3. τριταίου μὲν δὴ σαφῶς διενήνοχεν, ὡς ὅμοιον ἔχειν
4. μηδέν. ἐγγυτέρω δ’ ἐστὶ τεταρταίου, διαφέρει γε μὴν καὶ
5. τούτου σαφῶς. πρώτως μὲν καὶ μάλιστα τοῖς σφυγμοῖς οὓς
6. ἐπὶ συνήθων ἀῤῥώστων ἀκριβῶς ἄν τις φωράσειεν. ἤδη δὲ καὶ
7. τῷ ῥίγει καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἔξωθεν ἐφ’ οἷς γίνεται.
8. καὶ φύσεως ὑγροτέρας δεῖται καὶ βίων ἀργοτέρων τε καὶ μετὰ
9. πλησμονῶν. οὗτός γ’ οὖν καὶ παιδίοις μάλιστα πλεονάζει,
10. καὶ σπάνιον εἰ μὴ καὶ στόμα τῆς γαστρὸς, ἢ καὶ τὸ ἧπαρ αὐτοῖς
11. ἐπόνησεν. ἀτὰρ οὖν καὶ ἀπεψίαι προηγοῦνται πολλαὶ
12. καὶ βραδυπεψίαι καὶ ὀξυρεγμίαι καὶ πυρέττειν ἀρχομένων,
13. ὑποχόνδριον μὲν ἐν ὄγκῳ μείζονι τοῦ κατὰ φύσιν ἐξ ἅπαντος,
14. ὡς τὰ πολλὰ δὲ καὶ διαπεφυσημένον τε καὶ περιτεταμένον,
15. ὠχρόλευκός τε τούτοις ἡ χροιὰ, κἂν ὁ παροξυσμὸς ἀκμάσῃ.
16. καὶ ὁ χειμὼν εὔφορος τοιούτων νοσημάτων. καὶ κατάστασις
17. ὑγρὰ καὶ χωρίον τοιοῦτον. καὶ ἡ ἀρχὴ τῶν παροξυσμῶν εἰς
1. ἑσπέραν. οὕτω μὲν ἀμφημερινὸς καὶ τριταῖος καὶ τεταρταῖος
2. ἀλλήλων διορίζονται κατὰ τὴν πρώτην ἡμέραν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.5, ed. Kühn, 1825, vol. 9, p. 660-662. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩