Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 2.6, ed. Kühn, 1825, vol. 9, p. 662-666. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.6

3. Τοὺς δὲ συνεχεῖς μὲν, ὁμογενεῖς δὲ τοῖς
4. προειρημένοις πυρετοῖς, γεγυμνασμένος μέν τις οὐκ ἂν οὐδ’
5. ἐν τῇ πρώτῃ τῶν ἡμερῶν γνωρίζειν τε καὶ διακρίνειν ἀλλήλων
6. ἀδυνατήσειεν. ἐπὶ δ’ οὖν τῆς δευτέρας, εἰ προσέχοι τὸν νοῦν,
7. κἂν ἀγύμναστος εἴη. καλῶ δὲ ὁμογενεῖς πυρετοὺς συνεχεῖς
8. ἑκάστῳ τῶν διαλειπόντων, τριταίῳ μὲν ἀκριβεῖ, τὸν ἀκριβῆ
9. καῦσον, ἀμφημερινῷ δὲ τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον,
10. εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον. οὕτω δὲ καὶ τεταρταίῳ,
11. τὸν διὰ τετάρτης. ὅ τε γὰρ ἀκριβὴς καῦσος ἅπαντα
12. τἄλλα φυλάττων ἀκριβῶς τριταίου γνωρίσματα, μόνῳ τῷ μὴ
13. μετὰ ῥίγους εἰσβάλλειν μήτ’ εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν.
14. ὁ δὲ καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος, ὅταν καὶ
15. ὥραν καὶ κατάστασιν καὶ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος,
16. καὶ τὴν προγεγενημένην δίαιταν, ἔτι τε τὴν τῶν σφυγμῶν
17. ἰδέαν, καὶ τὴν θερμασίαν τὴν αὐτὴν ἔχει τοῖς ἀκριβέσιν
1. ἀμφημερινοῖς, μὴ παύηται δὲ εἰς ἀπυρεξίαν, ὁμογενής ἐστιν
2. αὐτοῖς. κατὰ τὰ αὐτὰ δὲ καὶ ὁ διὰ τετάρτης μὲν παροξυνόμενος,
3. εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος, ὁμογενής ἐστι τεταρταίῳ.
4. καὶ δῆλον, ὡς οὔτε ῥίγος αὐτῷ προηγήσεται τῶν παροξυσμῶν,
5. οὔθ’ ἱδρὼς ἕψεται, καθάπερ οὐδὲ ἐν τῷ καύσῳ
6. τούτων οὐδέτερον, οὔτ’ εὐθὺς κατ’ ἀρχὰς οὔτε ἐφεξῆς ἄχρι
7. κρίσεως, οἷόν τε γενέσθαι. τούτους οὖν πρώτους ἀσκησάτω
8. τις γνωρίζειν τε καὶ διακρίνειν ἀλλήλων τοὺς ἁπλούς τε καὶ
9. ἀμίκτους ἑτερογενέσι πυρετοῖς, οὓς δι’ αὐτὸ τοῦτο, γνησίους
10. τε καὶ ἀκριβεῖς, οἱ παλαιοὶ τῶν ἰατρῶν ὀνομάζουσιν. ὁ γὰρ
11. ἐπὶ μόνῃ τῇ ξανθῇ χολῇ πυρετὸς ἀναπτόμενος, ἄνευ σπλάγχνου
12. κακώσεως, εἰ μὲν οὖν ἐν τοῖς ἀγγείοις ἔτι μενούσης τῆς
13. χολῆς ἐξάπτοιτο, καῦσος ἀκριβής ἐστιν, εἰ δὲ πάντη φερομένης,
14. τριταῖος. οὕτω δὲ εἰ καὶ μελαίνης χολῆς ἔγγονος
15. ὁ πυρετὸς ὑπάρχει. κινουμένης μὲν τεταρταῖός ἐστιν,
16. ἡδρασμένης δὲ διὰ τετάρτης. ὥσπερ εἰ καὶ φλέγματος, ἤτοι
17. γε ἀμφημερινὸς ἢ καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος.
1. οἱ γὰρ εἰς ἀπυρεξίαν λήγοντες πυρετοὶ, τριταῖοί τε καὶ τεταρταῖοι
2. καὶ ἀμφημερινοὶ, τὴν αὐτὴν ὑπόθεσιν ἔχοντες τοῖς
3. εἰρημένοις συνεχέσιν, ἑνὶ μόνῳ τῷ κατὰ τὰς φλέβας, ἢ πάντη
4. φερομένους ἔχειν τοὺς χυμοὺς, διενηνόχασιν. ὅθεν καὶ τἄλλα
5. μὲν αὐτοῖς τὰ αὐτά, τῷ δὲ μετὰ ῥίγους, ἢ μὴ σὺν ῥίγει, καὶ
6. σὺν ἐμέτοις τισὶ καὶ ἱδρῶσι, ἢ ἄνευ τούτων γίνεσθαι διαφέρουσι.
7. συνεχῆ μὲν δὴ πυρετὸν ὀνομάζω, τὸν εἰς ἀπυρεξίαν,
8. πρὶν τελέως λυθῆναι μὴ παυόμενον, κἂν παρακμή τις αἰσθητὴ
9. φαίνηται. ὅταν δὲ μηδὲ παρακμή τις αἰσθητὴ γένηται, διὰ
10. παντὸς δὲ ἀπὸ τῆς πρώτης ἀρχῆς, ἄχρι κρίσεως ὅμοιος διαμένει,
11. τοῦ γένους μέν ἐστιν, καὶ οὗτος τῶν καυσωδῶν πυρετῶν,
12. ὀξύτητι δ’ αὐτῶν διενήνοχεν. ἀλλ’ οὔτε κατὰ τὴν πρώτην
13. ἡμέραν ἢ δευτέραν οἷόν τε προγνῶναι τὸν τοιοῦτον, οὔτ’
14. ἄλλως χρήσιμον, ἀρκεῖ γὰρ τὸ γένος γνωρίζειν, ὅτι χολώδης
15. τε καὶ περικαὴς καὶ κατοξύς. οὐδὲ γὰρ εἰ σύνοχον ὀνομάζει
16. τις αὐτὸν, ὥσπερ ἔνιοι τῶν ἰατρῶν, ὅλῳ τῷ γένει διοίσει
17. τῶν καυσωδῶν πυρετῶν, ἕνεκά γε τῆς προσηγορίας. ὥσπερ 
1. οὐδ’ ὅτι τρεῖς αὐτοῦ τύπου συνόχου διαφορὰς εἰδότες, ἴδιον
2. ἐφ’ ἑκάστης αὐτῶν ὄνομα φέρουσι· τοὺς μὲν ἐπακμαστικοὺς,
3. τοὺς δὲ ὁμοτόνους, τοὺς δὲ ἀκμαστικοὺς, τοὺς δὲ παρακμαστικοὺς
4. ὀνομάζοντες ἤδη, διὰ τοῦτο κατὰ γένος αὐτοῖς
5. ἡγητέον εἶναί τινα διαφοράν. ὅθεν οὐδ’ εἰς τὴν παροῦσαν
6. πραγματείαν ἡ διάγνωσις αὐτῶν, μέγα τι συντελεῖ. πάντες
7. γὰρ οὗτοι, κατὰ τὴν πρώτην ἑβδομάδα κρίνονται. τούτου
8. δὲ εἰς παρόντα χρεία, τοῦ λαβεῖν τινα τῆς ὅλης τοῦ νοσήματος
9. καταστάσεώς τε καὶ κρίσεως, ἐν ταῖς πρώταις ἡμέραις
10. ἐπίγνωσιν. εἰ μὲν γὰρ ἀκριβὴς τριταῖός ἐστιν, ἐντὸς τῶν ἑπτὰ
11. περιόδων· εἰ δ’ ἀκριβὴς καῦσος, ἐντὸς τῆς πρώτης ἑβδομάδος
12. ἐξ ἀνάγκης κριθήσεται. χρονιοῦσι δὲ πάντως ὅ τ’ ἀμφημερινὸς,
13. καὶ ὁ παρακείμενος αὐτῷ συνεχής. ὥσπερ καὶ ὁ
14. τεταρταῖός τε καὶ ὁ διὰ τετάρτης. ὥστε τρία μέν ἐστι τὰ
15. σύμπαντα γένη τῶν ἁπλῶν πυρετῶν, ἕκαστον δ’ αὐτῶν εἰς
16. δύο τὰς πρώτας τμηθήσεται διαφοράς· ἢ γὰρ συνεχεῖς,
17. ἢ διαλείποντες ἔσονται. καὶ γνωρισθήσονται κατὰ τὴν πρώτην
18. ἡμέραν. οἱ μὲν εὐθὺς εἰσβαλλόντων τῶν παροξυσμῶν, οἱ δ’
1. ἀναβαινόντων, οἱ δ’ ἀκμαζόντων, οἱ δ’ ἐν ταῖς πρώταις
2. παρακμαῖς, ἢ τοῖς ἀπυρέτοις διαλείμμασι.

Cliquer un n° de page pour en afficher l’image