Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 2.7, ed. Kühn, 1825, vol. 9, p. 666-668. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.7

3. Συνθέτου μέντοι τοῦ νοσήματος ὑπάρχοντος,
4. οὐκέθ’ ὁμοίως εὐπετὴς ἡ διάγνωσις, ἀλλ’ ἐνταῦθα δεῖ
5. μάλιστα συνέσεώς τε καὶ γυμνασίας. σύνεσιν μὲν οὖν οἴκοθεν
6. ἕκαστος ἐκ τῆς ἑαυτοῦ φύσεως ἢ κεκτημένος ἢ μὴ κεκτημένος
7. ἀφίξεται. γυμνασίας δὲ τῆς νῦν εἰρησομένης, οὐκ ἂν
8. ἐξεύροι βελτίονα. χρὴ γὰρ δή που γνωρίζειν αὐτὸν ἀσκῆσαι
9. ῥᾳδίως ἁπλοῦν εἶδος πυρετοῦ, κἄπειθ’ οὕτως μεταβαίνειν ἐπὶ
10. τὰ σύνθετα. διχῶς δ’ ἂν γίνοιτο σύνθετον εἶδος πυρετοῦ κατὰ
11. τήν γε πρώτην τομὴν ἢ τῷ τοὺς εἰρημένους ἀλλήλοις μίγνυσθαι,
12. χωρὶς τόπου πεπονθότος, ἢ τῷ μόριόν τι φλεγμαῖνον
13. ἀνάπτειν αὐτούς. ἑκάτερα δὲ τῶν εἰρημένων διαφορῶν, ἑτέραν
14. αὖθις ἐγχωρεῖ τομὴν ἐπιδέξεσθαι. οἵ τε γὰρ ἄνευ μορίου
15. πεπονθότος συνιστάμενοι, διχῶς μίγνυνται, ποτὲ μὲν ἐπιπλεκόμενοι,
16. ποτὲ δὲ ὡς ἂν εἴποι τις, δι’ ὅλου κεραννύμενοι,
17. οὕτω τοι καὶ τὰ φλεγμαίνοντα μέρη, καὶ γὰρ καὶ τούτων τὰ
1. μὲν οἷον ἐπιπλέκεται μόνον, τὰ δὲ οἷον κρᾶσίν τινα τῶν διαθέσεων
2. ἴσχει. τὴν οὖν ἐπιπλοκὴν ἀσκῆσαι χρῆ πρῶτον γνωρίζειν.
3. εἶθ’ οὕτως τὴν κρᾶσιν ἀρξαμένους ἀπὸ τῶν πυρετῶν.
4. ἐπιπλέκονται δ’ οἱ πυρετοὶ πολλάκις μὲν ὁμογενεῖς ὁμογενέσι,
5. ἢ ὁμοειδεῖς ὁμοειδέσιν, ἔστι δ’ ὅτε καὶ διαφέροντες. ἀμφημερινοί
6. τε γὰρ τριταίοις καὶ τούτοις τεταρταῖοι καὶ ἀλλήλων
7. οἱ ὁμοιοειδεῖς ἐπιπλέκονται πολλάκις. ὥστε καὶ τρεῖς
8. ἐνίοτε τεταρταίας περιόδους ὁ αὐτὸς ἄνθρωπος ἴσχει. τούτους
9. μὲν οὖν γνωρίζειν οὐ πάνυ χαλεπόν. ἐνίοτε δὲ τῶν διαλειπόντων
10. τις ἐπιπλέκεται τῷ συνεχεῖ, χαλεπωτάτην τε καὶ δυσθήρατον
11. μίξιν, ὑπὲρ ἧς ἐφεξῆς ἐροῦμεν, ἂν πρότερον ἁπάσας
12. ἐπέλθωμεν ἃς ἐξεθέμεθα διαφοράς. ὁμοίως γὰρ τοῖς πυρετοῖς
13. οἱ πεπονθότες τόποι τὴν μίξιν ἴσχουσιν, ἢ διαφερόντων
14. μορίων, ἴδιον ἑκατέρου πυρετὸν ἐξάπτοντος, οἷον σπληνὸς,
15. εἰ τύχῃ καὶ ἥπατος, ἢ διαθέσεως μικτῆς, οἷον φλεγμονῆς ἐρυσιπελατώδους,
16. ἢ ἐρυσιπέλατος φλεγμονώδους. ἀλλὰ καὶ ταύτας
17. ἁπάσας τὰς μίξεις ἀσκῆσαι χρὴ διαγινώσκειν, ἐπειδὰν
1. ἀκριβῶς τὰς ἁπλῶς αὐτῶν ἰδέας γνωρίζωμεν. ἑτέρα γὰρ ἰδέα
2. περιπνευμονικοῦ καὶ φρενιτικοῦ καὶ πλευριτικοῦ καὶ ἡπατικοῦ
3. πυρετοῦ, κατὰ ταῦτα δὲ καὶ τῶν ἄλλων ἑκάστου τῶν ἐπὶ μορίοις
4. τισὶ φλεγμαίνουσι ἀναπτομένων πυρετῶν. ἕτεραι δ’ αὖ
5. πάλιν ἰδέαι τῶν ἐπὶ τοῖς ἐρυσιπέλασι. καὶ ὅ γε κακοήθης
6. καῦσος, ἢ τοῖς τοῦ πνεύμονος, ἢ τοῖς τοῦ ἥπατος, ἢ τοῖς
7. τῆς γαστρὸς ἐρυσιπέλασιν ἐπιγίνεται. διαιρεῖσθαι δὲ χρὴ καθ’
8. ἕκαστον ἄῤῥωστον. πρῶτον μὲν εἰ χωρὶς τόπου πεπονθότος
9. ὁ πυρετὸς ἐπὶ χυμοῖς διασαπεῖσιν, ἢ μόνῳ τῷ πνεύματι τραπέντι.
10. δεύτερον δὲ εἰ μόριόν τι πεπονθὸς αἴτιον ὑπάρχει. καὶ
11. τίς ἡ διάθεσις αὐτοῦ. ἐπειδὰν δὲ ταῦτα διαγινώσκειν ἀσκήσῃς,
12. τὰς μίξεις ἁπασῶν αὐτῶν εὑρήσεις.

Cliquer un n° de page pour en afficher l’image