13. Ἀρ’ οὖν ἀξιώσεις με νῦν, περί τε
14. τῶν πεπονθότων τόπων, ἢ περὶ τῆς τῶν πυρετῶν ἁπάσης
15. συμπλοκῆς διεξέρχεσθαι; καὶ μὴν αὐτὸς αὖ πάλιν ἐγκαλέσεις
16. τῷ μήκει τῆς πραγματείας. θαυμαστὸν γὰρ δὴ καὶ τοῦτο
17. πεπόνθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὀλίγα τε μανθάνειν
18. ἀξιοῦντες ἅμα, καὶ μηδὲν παραλείπεσθαι. τά γ’ οὖν Ἀρχιγένους
1. περὶ τῆς τῶν πυρετῶν σημειώσεων δέκα βιβλία μακρὰ φάσκοντες
2. εἶναι, μόνην ἀναγινώσκειν ἐπιχειροῦσι τὴν ἐπιτομὴν, οὐδὲ
3. ταύτην ἅπαντες, ἀλλ’ εἰσὶν οἳ καὶ ταύτης ἔτι βραχύτερόν τι
4. ζητοῦσι. εἰσὶ δὲ οἳ καὶ μέμφονται, διότι βιβλίον ὅλον ἔγραψε
5. περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ. καὶ τούτῳ μὲν ἐντυχεῖν οὐχ
6. ὑπομένουσιν, οὐδὲ πεισθῆναί τε καὶ μαθεῖν ὅσον Ἐρασίστρατος
7. ἐσφάλη περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ, κελεύσαντες δέ τι
8. περὶ τῶν πυρετῶν αὐτοῖς ῥηθῆναι, τὴν πρώτην εὐθὺς οὐ
9. συγχωροῦσι διαφοράν, ὡς οἱ μὲν ἐπὶ τόποις πεπονθόσι, οἱ
10. δὲ ἄνευ τούτων συνίστανται. ταὐτὸ δὴ τοῦτο καὶ περὶ κρίσεων
11. πεπόνθασι, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς παραλελειμμένοις,
12. μεμφόμενοι δὲ τῷ μήκει τῶν εἰρημένων, καίτοι τοῦ μήκους ᾧ
13. μέμφονται, διττοῦ τὴν φύσιν ὑπάρχοντος, ὡς ἐγὼ νῦν διαιρήσομαι.
14. καὶ ταῦτ’ ἄμφω ψέγουσι καὶ μᾶλλον αὐτῶν ἔτι
15. τὴν βραχυλογίαν, ταύτην μὲν ὡς ἤτοι παραλείπουσάν τινα
16. τῶν ἀναγκαίων, ἢ πάντως γε μὴ σαφῶς ἐκδιδάσκουσαν. τοῦ
17. δὲ μήκους, τοῦ μὲν ἅπαντα ἐκδιδάσκοντος τὰ χρήσιμα, μετὰ
18. τοῦ διαβάλλειν τὰ ψευδῶς τισιν ὑπειλημμένα, λῆρον εἶναί
1. φασι μακρόν. καὶ τοὺς αὐτὰ μόνα τὰ χρήσιμα ἐκδιδάσκοντας
2. ἐπαινοῦσι. τοῖς δ’ αὖ πάλιν ἐκεῖνα μόνα λέγουσιν ἀντιπροτείνουσι
3. τὰ τῶν ἑτεροδόξων, καὶ μέμφονται τῆς προπετείας,
4. εἰ χωρὶς ἀποδείξεως ἀξιοῦσι ἁπλῶς ἀποφῃνάμενον πιστεύεσθαι.
5. οὐκ ἀνέχονται δὲ οὐδὲ τῶν αὐτὰ τὰ χρήσιμα πλατύτερον ἐκδιδασκόντων.
6. ὥστ’ οὐδὲν θαυμαστὸν εἰ κἀν τοῖς περὶ κρίσεων
7. λόγοις ὁμοίως ἐγκαλέσουσι, τὴν μὲν βραχυλογίαν ψέγοντες,
8. ὡς ἀσαφῆ τε ἅμα καὶ πολλὰ παραλείπουσαν, ἀκούειν δὲ
9. πλειόνων οὐχ ὑπομένοντες, ἔτι τε προσεγκαλοῦντες ἃ μικρὸν
10. πρόσθεν εἴρηται. καὶ γὰρ δὴ καὶ περὶ τόπων πεπονθότων
11. Ἀρχιγένει γέγραπται βιβλία τρία, πάντων τῶν ἔμπροσθεν εἰς
12. τὴν αὐτὴν πραγματείαν γεγραμμένων ἄριστα. ταῦτ’ οὖν ἅπαντα
13. εἰ μεταφέρειν εἰς τόνδε τὸν λόγον ἐπιχειρήσαιμι, καὶ τούτοις
14. ἔτι προσθεῖναι τὰ ὑφ’ ἡμῶν εὑρημένα, μέμψονται τῷ
15. μήκει τῆς πραγματείας. καὶ μὲν δὴ καὶ τὰ περὶ τῆς τῶν πυρετῶν
16. διαφορᾶς, εἰ πάντα κατὰ τόνδε τὸν λόγον ἐπεξίοιμι,
17. πολὺ δὴ μᾶλλον ἔτι μηκύνειν αὐτοῖς δόξω. τὸ μὲν οὖν δύνασθαι
18. διαφυγεῖν ἐπήρειαν γράμμα μηδὲν οὕτως ἦν παλαιὸν,
1. ὥστε καὶ Πλάτων αὐτοῦ μέμνηται. τὸ δ’ οὕτω τούτων ἐχόντων
2. ἐκλέγεσθαι μέσον εἶδος λόγων, ἄριστον εἶναί μοι φαίνεται.
3. τί δὲ τὸ μέσον ἐστὶν, οὗπερ ἐγὼ νῦν ἔχεσθαί μοι δοκῶ.
4. δεικνὺς μὲν ἃ χρὴ γινώσκειν ἐξ ἀνάγκης τὸν μέλλοντα καλῶς
5. προγνώσεσθαι λύσιν νοσήματος, ὁποία τέ τις ἔσοιτο καὶ καθ’
6. ὅντινα χρόνον. οὐχ ἅπαντα δ’ αὐτὰ νῦν ἐπεξερχόμενος, ἀλλ’
7. ὅσα ἀσαφῶς εἴρηται τοῖς ἔμπροσθεν ἐξηγούμενος. ὅσα δὲ
8. παραλέλειπται, προστιθείς. τὸ δ’ ἤτοι τὰ καλῶς θ’ ἅμα
9. καὶ σαφῶς εἰρημένα μεταγράφειν, ἢ τοῖς ψευδῶς εἰρημένοις
10. ἀντιλέγειν, ὡς εἰς μακρολογίαν ἀπάγον, ἐφυλαξάμην.
11. ἐπεὶ τοίνυν ἀποδέδεικται μὲν ἐν τῷ πρώτῳ λόγῳ τῶν
12. Ἱπποκράτους ἀφορισμῶν ἡμῶν ἐξηγουμένων, ὡς καὶ ἐξ αὐτῆς
13. τοῦ νοσήματος τῆς φύσεως, οὐ σμικρὰν πρόγνωσιν ἔνεστιν
14. λαβεῖν εἰς τὰ μέλλοντα, θαυμαστὸν εἶναι δοκεῖ τοῖς πολλοῖς,
15. εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν εἴσεταί τις τῆς νόσου
16. τὴν ἰδέαν, ἐπειράθημεν ἐπιδεῖξαι θαυμαστὸν μὲν ἴσως ὑπάρχον,
17. οὐ μὴν καὶ ἀδύνατόν γε. καὶ τὴν ὁδὸν, ᾗ χρὴ τοῦτο
1. ποιεῖν ἐδιδάξαμεν· ἐνταῦθα ἐπισχεῖν ἔδοξέ μοι τὸ μῆκος τοῦ
2. λόγου, καὶ γυμνάσασθαι κελεῦσαι τὸν ἀκριβῶς ἐκμαθεῖν τὰ
3. τοιαῦτα προῃρημένον ἐν τοῖς Ἀρχιγένους ὑπομνήμασι περί
4. τε τόπων πεπονθότων, καὶ μέντοι καὶ περὶ πυρετῶν σημειώσεως,
5. ἔτι τε πρὸς τούτοις περὶ τύπων. ἴσως μὲν γὰρ καὶ
6. ἡμεῖς εἰς τοὺς αὐτούς ποτε τύπους γράψομεν, ἵνα τά τε
7. προσεξευρημένα διέλθωμεν, ἀφέλωμέν τέ τινα τῶν ὑπ’
8. Ἀρχιγένους οὐκ ὀρθῶς εἰρημένων, ἅπαντά τε σαφῶς ἑρμηνεύσωμεν.
9. ἀλλ’ ἔν γε τῶ παρόντι δι’ ἐκείνων ἀσκεῖσθαι
10. προσήκει.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.8, ed. Kühn, 1825, vol. 9, p. 668-672. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩