11. Πάλιν οὖν ἀναλαβόντες ὅσον ἐστὶν οἰκεῖον
12. τῆσδε τῆς πραγματείας, ἐπέλθωμεν. οἰκεῖον δ’ ἐστὶν, ὁδὸν
13. τῆς ἀσκήσεως δοῦναι περὶ τῶν συνθέτων νοσημάτων τοιαύτην,
14. οἵαν ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν ἁπλῶν ἐποιησάμεθα. τοὺς
15. μὲν γὰρ ἀκριβεῖς πυρετοὺς, εἴτε διαλείποντες εἶεν εἴτε συνεχεῖς,
16. εὐθὺς κατ’ ἀρχὰς ἔνεστι γνωρίζειν. ὅσοι δ’ ἐπιμιξίαις
17. ἑτέρων ποικίλλονται καὶ νοθεύονται, χαλεπὸν μὲν ἐν τῇ
18. πρώτῃ τῶν ἡμερῶν, οὐ μὴν ἀδύνατόν γε διαγινώσκειν ἐστὶ,
1. τοὺς πλείστους μέντοι κατὰ τὴν δευτέραν, ἢ πάντως
2. γε τὴν τετάρτην ἀκριβῶς ἐξευρεῖν ἐγχωρεῖ. οὐδὲν γάρ ἐστιν
3. οὔτε γένος οὔτ’ εἶδος νοσήματος, ὃ μὴ περὶ τὴν τρίτην ἡμέραν,
4. ἢ τὴν τετάρτην ἐναργῶς ἔσται δῆλον ἧς τινος ἔχεται
5. φύσεως. εἰσβαλλέτω γάρ τις πυρετὸς φρικώδης τε ἅμα καὶ
6. παντοίως ἀνώμαλος ἔν τε τοῖς σφυγμοῖς καὶ τῇ καθ’ ὅλον
7. τὸ σῶμα θερμασίᾳ, ὡς πολλάκις ἐγγὺς ἀκμῆς εἶναι νομιζόμενος,
8. ἢ καὶ τὰ μέσα τῆς ἀναβάσεως ἐπέχειν. αὖθις δ’ ἐπιγίνεσθαι
9. φρικώδης καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ
10. ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἔχειν. καὶ τὴν
11. θερμασίαν ἀποχωροῦσαν μὲν τῶν ἄκρων, πλεονάζουσαν δὲ
12. κατὰ τὴν γαστέρα τε καὶ τὸν θώρακα, τοῦτον οὐκ ἄν τις
13. ἀλόγως ἐλπίσειεν ἡμιτριταῖον ἔσεσθαι. μᾶλλον δ’ ὑπάρχειν
14. μὲν ἤδη, γνωρισθήσεται δὲ τοῖς πολλοῖς ἐπὶ τῆς τρίτης ἡμέρας.
15. ἀλλ’ οὗτος μὲν μικτός ἐστιν ἔκ τε τοῦ χολώδους καὶ
16. τοῦ φλεγματώδους πυρετῶν, τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων,
17. οὐκ ἐπιπλεκομένων ἀλλήλοις, ἀλλὰ διόλου κεραννυμένων.
18. ὁ δ’ ἐξ ἐπιπλοκῆς αὐτῶν τετραχῶς γίνεται, ἢ τριταίου
1. καὶ ἀμφημερινοῦ μιχθέντων, ἢ τοῦ καθ’ ἡμέραν παροξύνοντος
2. συνεχοῦς τῷ διὰ τρίτης, ἢ τριταίου τῷ καθ’ ἑκάστην
3. ἡμέραν παροξυνομένῳ συνεχεῖ, ἢ ἀμφημερινοῦ τῷ διὰ τρίτης
4. συνεχεῖ. τούτων οὐδεμία τῶν μίξεων ἀκριβῶς ἐπὶ τῆς πρώτης
5. ἡμέρας διαγινώσκεται. τῆς μέντοι δευτέρας ἐπιστάσης
6. οὐδὲν ἔτι χαλεπὸν γνωρίσαι. πολὺ δὲ μᾶλλον ἔτι κατὰ τὴν
7. τρίτην, καὶ σπάνιον εἴποτε τῆς τετάρτης δεήσει. γιγνέσθω γὰρ,
8. εἰ οὕτως ἔτυχεν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὁ παροξυσμὸς
9. σὺν ῥίγει· κᾄπειτα θερμός τε καὶ περικαὴς ὁ πυρετὸς ἐξαφθεὶς
10. ἀσώδης τε καὶ διψώδης ἔστω, καὶ ταχέως ἐπὶ τὴν ἀκμὴν
11. ἀφικέσθω τοὺς σφυγμοὺς ὁμαλούς τε ἔχων καὶ μεγάλους καὶ
12. σφοδροὺς καὶ πυκνοὺς καὶ ταχεῖς. ἔστω δ’ ὁμοίως τοῖς σφυγμοῖς
13. καὶ τὰ τῆς θερμασίας ὁμαλὰ παντοίως. εἶτα σὺν
14. ἐμέτῳ καὶ ἱδρῶτι παυέσθω, καί τις αὐτὸν ἀπυρεξία διαδεχέσθω·
15. πρόδηλον ὡς τριταίας οἰκεῖός ἐστιν ὁ τοιοῦτος παροξυσμὸς
16. περιόδου. γινέσθω δὲ κατὰ τὴν δευτέραν ἡμέραν ὁ
17. τῆς ἀμφημερινῆς, οὐ γὰρ ἀναγκαῖον ὑπὲρ τῶν αὐτῶν λέγειν
18. μυριάκις, ἐνταῦθα χρὴ προσέχειν τὸν νοῦν ταῖς ὥραις τῶν
1. παροξυσμῶν, ἵνα προγνῷς τι περὶ τῆς τρίτης ἡμέρας.
2. εἰ μὲν γὰρ ὁ τῆς τριταίας, εἰ τύχοι, πυρετὸς περὶ τὴν
3. πρώτην ὥραν μέλλει γίνεσθαι, περὶ δὲ τὴν ἑνδεκάτην ὁ τῆς
4. ἀμφημερινῆς, οὕτω μὲν ἑκατέρων ἔσονται σαφεῖς αἱ ἀρχαὶ,
5. καὶ μᾶλλον εἰ ἐπὶ πλέον ἔτι διεστήκοιεν ἀλλήλων. εἰ δ’
6. ἀμφότεροι περὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐπίμικτον ἔσται
7. πάντως τὸ εἶδος τοῦ παροξυσμοῦ, καὶ τῷ δυναμένῳ συνορᾷν
8. οἷον κέρασμά τι φαίνεται γινόμενον ἀμφημερινῆς τε καὶ τριταίης
9. περιόδου. διακρίνει δ’ αὐτοὺς ἐναργῶς ἡ τετάρτη τῶν
10. ἡμερῶν, ὄντας ἤδη τῷ τεχνίτῃ κᾀπὶ τῆς δευτέρας γνωρίμους.
11. ἔτι δὲ δυσφωροτέρα γίνεται ἡ τῶν διαλειπόντων μίξις τοῖς
12. συνεχέσιν, ὥστε καὶ πολλοῖς ὅλως ἀδύνατος ἔδοξεν ὑπάρχειν.
13. ἅμα τε γὰρ εἰς ἀπυρεξίαν παύεσθαι τὸν αὐτὸν ἄνθρωπον
14. καὶ μηδ’ ὅλως ἀπύρετον γίγνεσθαι συμβαίνει ἐκ τῆς τοιαύτης
15. μίξεως, ὅπερ εἶναι πάντων ἀδυνατώτερον. ἀλλ’ εἴ τις κᾀνταῦθα
16. δύναται διαγινώσκειν ἀκριβῶς ἑκατέρου τῶν πυρετῶν
17. τὴν φύσιν, εἴσεται σαφῶς ὡς οὐδὲ ἡ τοιαύτη μίξις ἀδύνατος.
18. ἔναγχος οὖν τι γύναιον ἐν μὲν ταῖς ἀρτίαις φρικώδη
1. παροξυσμὸν εἶχεν ἀκριβῶς ἡμιτριταϊκὸν, ἐν δὲ ταῖς περιτταῖς
2. ἕωθεν μέν τινα τοῦ προγεγονότος πολύ τι μικρότερον, ὡς
3. ἐπιπαροξύνεσθαι δοκεῖν τῇ ἑτέρᾳ τῶν ἡμερῶν τὸν ἡμιτριταϊκὸν,
4. ὅπερ δὴ καὶ συνήθως γίνεται ἐν αὐτῷ. περὶ δὲ τὴν
5. ὀγδόην ὥραν τῆς ἡμέρας ἕτερος εἰσέβαλλε μετὰ ῥίγους σφοδροῦ
6. παροξυσμὸς, ἀκριβῶς ἅπαντα τριταίου πυρετοῦ φέρων
7. τὰ γνωρίσματα. θραυόμενος δ’ οὗτος ὥρας που νυκτὸς τρίτης,
8. ἱδρῶτί τε καὶ χολῆς ἐμέτῳ, παρέτεινεν εἰς τὴν τῆς ἀρτίου
9. δευτέραν ὥραν. ἤδη δὲ αὐτὸν ἐγγὺς ἀπυρεξίας ἥκοντα, διεδέχετο
10. πάλιν ὁ φρικώδης τε καὶ ἀνώμαλος ἐκεῖνος παροξυσμὸς,
11. ὃν ἐν ταῖς ἀρτίαις ἔφαμεν γίνεσθαι. κἄπειτα δι’ ὅλην τὴν ἡμέραν
12. κακοήθως ὑποστενόμενός τε καὶ αὖθις ἐπιτιθέμενος, μόλις
13. που τὴν ἀκμὴν ἀπελάμβανεν ἡλίου δύνοντος. ἤρχετο δὲ παρακμάζειν
14. ὥρας που τετάρτης τῆς νυκτὸς, εἶθ’ ἕωθεν πάλιν
15. ἐπὶ δαψιλεῖ λειψάνῳ παραύξησις οὐ λίαν ἀνώμαλος ἕως τῆς
16. ὀγδόης ὥρας ἐπετείνετο, κᾄπειτα δοκοῦντα σαφῶς ἀκμάζειν
17. ἤδη τὸν πυρετὸν τοῦτον ἕτερος ἐξεδέχετο παροξυσμὸς ἀκριβῶς
18. τριταϊκός. τοῦτον ἡμεῖς τὸν πυρετὸν εὐθὺς μὲν κᾀν τῇ
1. δευτέρᾳ τῶν ἡμερῶν ἐξ ἐπιπλοκῆς ἡμιτριταίου τε καὶ τριταίου
2. διέγνωμεν γεγονέναι. πολὺ δ’ ἔτι πιστοτέραν ἡ τρίτη
3. τὴν διάγνωσιν παρέσχεν, ἠλπίσαμέν τε τὴν μὲν ἑτέραν περίοδον
4. τὴν τοῦ τριταίου παύεσθαι ταχέως, τὴν δὲ ἑτέραν μηκύνειν,
5. καὶ οὕτως ἀπέβη, καὶ τότε σαφῶς ὤφθη κατὰ τὸ ὑπόλοιπον
6. μέρος τῆς νόσου μόνος ἡμιτριταῖος ὢν, ἀρχὴν μὲν
7. τῆς ὅλης περιόδου τὴν ἀρτίαν ἡμέραν ποιούμενος, ἐπιπαροξυνόμενος
8. δὲ τῇ περιττῇ. τὰς μὲν δὴ τοιαύτας μίξεις
9. οὐ τοῦ τυχόντος γνωρίζειν. εἰ δέ τις πυρετὸς ἐν τῇ πρώτῃ
10. τῶν ἡμερῶν ἀκριβῶς ὀφθεὶς τριταῖος, εἶτ’ ἐν τῇ δευτέρᾳ πάλιν
11. ἕτερον ὅμοιον ἀκριβῶς τῷ πρόσθεν ἐποιήσατο παροξυσμὸν,
12. εὐφωρότατος ὁ τοιοῦτός ἐστιν, διπλοῦς ὑπάρχων τριταῖος.
13. οὕτω δὲ καὶ δύο καὶ τρεῖς ἐπιπλέκονται ἀλλήλοις τεταρταῖοι
14. τὰ πολλὰ, οὓς ἡ τῶν παροξυσμῶν ἰδέα διακρίνει τῶν ἀμφημερινῶν.
15. οὐ γὰρ τὸ καθ’ ἑκάστην ἡμέραν παροξύνεσθαι
16. γνώρισμα βέβαιον ἀμφημερινῶν, ἀλλ’ ἡ τοῦ πυρετοῦ τε καὶ ἡ
17. τῶν συμπτωμάτων ἰδέα διακρίνει τὸν ἀμφημερινόν. χρὴ
18. τοίνυν ἐν ἅπαντι πράγματι τεχνωθῆναι πρῶτον, ὥσπερ τις
1. ὠνόμαζε τῶν ἡμετέρων διδασκάλων, εἶθ’ οὕτως ἐπιχειρεῖν τοῖς
2. ἔργοις. τὸ τεχνωθῆναι δ’ ἐστὶ τὸ γνῶναι τῆς ὑποβεβλημένης
3. τῇ τέχνῃ συμπάσης ὕλης πρῶτον μὲν καὶ μάλιστα τὰς ἁπλᾶς
4. δυνάμεις, εἶθ’ ἑξῆς τὰς μίξεις αὐτῶν, ὁπόσαι τέ τινές εἰσι
5. καὶ ὁποῖαι. καὶ γὰρ δὴ καὶ περὶ φαρμάκων συνθέσεώς τε καὶ
6. χρήσεως ἡ αὐτὴ μέθοδος, ὡς ἐν τοῖς περὶ αὐτῶν ὑπομνήμασιν
7. ἐπιδέδεικται. διττῆς δὲ ὕλης οὔσης τοῖς ἰατροῖς, ἑτέρας
8. μὲν ἐφ’ ᾗ, ἢ ἐν ᾗ γίνεται τὸ τέλος, ὅπερ ἐστὶν αὐτὰ τὰ τῶν
9. ἀνθρώπων σώματα, δευτέρας δὲ τῆς τῶν βοηθημάτων, ὑφ’
10. ὧν, ἢ δι’ ὧν γίνεται τὸ τέλος, ἡ μὲν περὶ τῶν φαρμάκων
11. πραγματεία τῆς δευτέρας ὕλης ἐστὶν, ἡ δὲ νῦν ἐνεστῶσα
12. τῆς πρώτης. χρὴ γὰρ νῦν ἐκμαθεῖν ἐν τοῖς περὶ πυρετῶν λόγοις
13. ὡς τρία τὰ σύμπαντά ἐστι γένη τῶν ἐπὶ χυμοῖς σηπομένοις
14. ἀναπτομένων πυρετῶν. ἔνιοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ
15. χολῇ καὶ πλεῖστοί γ’ ἐπὶ τῷ φλέγματι συνίστανται. λόγος δ’
16. οὗτος οὐ σμικρός ἐστιν, ὅ τι ποτὲ πασχόντων τῶν εἰρημένων
17. χυμῶν ἀνάπτεται πυρετός. οὐ γὰρ δὴ κατὰ τὴν φύσιν
1. ἐχόντων, ἀλλ’ ἐν τούτῳ γε τῷ λόγῳ καὶ ὡς οὐδέν ἐστι θαυμαστὸν
2. ἐκ ψυχρῶν φύσιν χυμῶν διασαπέντων ἐξαφθῆναι πυρετὸν
3. ἐπιδέδεικται, καὶ ὡς ἡ πᾶσα ποικιλία τῶν ἄλλων πυρετῶν
4. ἐκ τῆς τούτων γίνεται μίξεως. ἀλλὰ καὶ οἱ ἐφήμεροι
5. πυρετοὶ καλούμενοι, καὶ πρὸς τούτοις οἱ ἑκτικοὶ προσαγορευόμενοι
6. ἕτερα δύο γένη εἰσὶ, τῶν ὀξέων ὀνομαζομένων
7. πυρετῶν ἀποκεχωρισμένα, καὶ ὡς ὀξὺς πυρετὸς, ἤτοι σηπομένου
8. τῶν εἰρημένων τινὸς χυμῶν, ἢ μορίου φλεγμαίνοντος
9. γίνεται, καὶ ὡς τοῦ φλεγμαίνειν ἀκουστέον ἐστὶν οὐ κατὰ
10. τὴν παλαιὰν συνήθειαν. ἅπαντα δὲ τὰ τοιαῦτα θαυμαστὰ
11. τοῖς πολλοῖς εἶναι δοκεῖ, καθάπερ οὖν καὶ τὸ μικρῷ πρόσθεν
12. ῥηθὲν, εἰ δύναταί ποτε μιχθῆναι διαλείπων συνεχεῖ, οὐδὲν δ’
13. ἧττον τούτου καὶ τὸ μηδεμιᾶς ἀπυρεξίας γινομένης περὶ
14. τὸν κάμνοντα, μεμίχθαι μόνους τοὺς διαλείποντας πυρετούς.
15. ἀλλὰ καὶ τοῦτ’ ἐπεδείξαμεν ἐναργῶς οὐ τριταίοις μόνον, ἢ
16. ἀμφημερινοῖς, ἀλλὰ καὶ τεταρταίοις συμπίπτειν· ἐπειδὰν γὰρ
17. ἐπιπλακῶσιν ἀλλήλοις πλείους, εἴτ’ οὖν ὁμογενεῖς, εἴτε καὶ
18. μὴ, φθάνει πολλάκις ὁ δεύτερος ἄρχεσθαι, πρὶν εἰς ἀπυρεξίαν
1. ἀκριβῆ παύσασθαι τὸν πρῶτον· εἶτ’ αὖθις τὸν δεύτερον· ὁ
2. τρίτος ὡσαύτως διαδέχεται, πρὶν καὶ τοῦτον εἰς ἀπυρεξίαν
3. ἀφικέσθαι. μάλιστα δὲ συμβαίνει τοῦτ’ ἐν τοῖς μακροτέροις
4. παροξυσμοῖς. ἐν γὰρ τοῖς ἐντὸς τοῦ πρώτου διαστήματος
5. παυομένοις, οὕτω δ’ ὀνομάζουσι τὸν τῶν δώδεκα ὡρῶν χρόνον,
6. ἢ παμπόλλας ἐπιπλακῆναι χρὴ περιόδους, ἤ τὸν ἐκ τῶν
7. διαλειπόντων συντεθειμένον ἀδύνατον εἰς συνέχειαν ἀφικέσθαι.
8. παμπόλλους δὲ τῶν οὕτως ἐπιπλεκομένων πυρετῶν οἱ
9. μὴ γεγυμνασμένοι περὶ τὰ τοιαῦτα τῶν ἰατρῶν, εἰ μὲν ὀξύτεροι
10. φαίνοιντο, πάντας ἡμιτριταίους ὀνομάζουσιν, εἰ δὲ βραδύτεροι
11. κινοῖντο, πλάνητας. ἐπειδὴ γὰρ ἅπαξ ἐξουσίαν ἔλαβον
12. ἔν τε τοῖς ἡμιτριταίοις ὑποστολὰς πολλὰς γίνεσθαι νομίζειν
13. ἔν τε τοῖς πλάνησιν ἀτάκτους ἀρχὰς, ἅπαντας οὕτω
14. τοὺς πυρετοὺς, ἐφ’ ὧν οὐχ εὑρίσκουσι τὴν σύνθεσιν, ἡμιτριταίους,
15. ἢ πλάνητας ὀνομάζουσι, καίτοι γε πολλάκις σαφεστάτην
16. ἔχουσι τὴν ἀναλογίαν. ὥσπερ ὁ νεανίσκος ὁ περὶ τὰ
17. τέλη τοῦ φθινοπώρου τῇ πρώτῃ τῶν ἡμερῶν ὥρας που πέμπτης
1. ἀρξάμενος πυρέττειν ἅμα ῥίγει βραχεῖ, κᾄπειτα βαθείας
2. ἑσπέρας ἱδρώσας ὀλίγον, εἶθ’ ὥρας που νυκτὸς ἑβδόμης, πρὶν
3. ἀπύρετον ἀκριβῶς γενέσθαι, πυρέττειν αὖθις ἀρξάμενος ἐπὶ
4. ῥίγει βραχεῖ, κᾄπειτ’ ὀλίγον ἱδρώσας ἐν τῇ δευτέρᾳ τῶν
5. ἡμερῶν, εἶτα περὶ δεκάτην ὥραν αὖθις ὁμοίως παροξυνθεὶς,
6. εἶθ’ ἱδρώσας πάλιν ὁμοίως ἐν τῇ νυκτὶ, κᾄπειτα τῇ τρίτῃ
7. τῶν ἡμερῶν ὥρας που δευτέρας ἅμα ῥίγει πυρέττειν ἀρξάμενος,
8. πρὶν τὴν προτέραν παρακμὴν εἰς ἀπυρεξίαν τελευτῆσαι.
9. ἡμῖν μὲν οὖν ἅπασαν τὴν ἰδέαν τοῦ πυρετοῦ ἐπισκεψαμένοις
10. ἐπιπλοκὴ τριταίων ἐπεφαίνετο τριῶν. ὅ τε γὰρ ἐν τῇ
11. πρώτῃ τῶν ἡμερῶν ἀρξάμενος ὥρας πέμπτης, ὅ τ’ ἐν τῇ
12. μετὰ ταύτην νυκτὶ πάλιν ἑβδόμης, ὅ τ’ ἐπὶ τῆς δευτέρας ἡμέρας
13. ὥρας δεκάτης, ἅπαντά τε τὰ τῶν σφυγμῶν ἴδια καὶ τὰ τῆς
14. θερμασίας ἀπέσωζον τριταίων. ἤδη δὲ καὶ τὸ μετὰ ῥίγους καὶ
15. τὸ σὺν ἱδρῶτι τριταίων ἴδιον εἶχον, οὐδεὶς δ’ αὐτῶν εἰς ἀπυρεξίαν
16. ἐπαύετο, τῷ φθάνειν ἄρχεσθαι τοῦ μετ’ αὐτὸν τριταίου
17. τὸν παροξυσμὸν, ὡς εἴ γε μηδεὶς ἕτερος ἐπελάμβανεν, ὡρῶν
18. ἄν που τριῶν, ἢ τεττάρων ἄλλων, ἀπύρετος ὁ ἄνθρωπος
1. ἀκριβῶς ἂν ἐγίνετο. τριῶν μὲν δὴ τριταίων ἐπιπλοκὴ κατὰ
2. τὴν δευτέραν εὐθὺς ἡμῖν ἐφαίνετο σαφῶς. τὸ δ’ ὅτι καὶ προληπτικῶς
3. παροξυνόντων, ἐπὶ τῆς τρίτης πρῶτον ἐγνώσθη.
4. δευτέρας μὲν γὰρ ὥρας ὁ παροξυσμὸς εἰσέβαλλεν, οὐ πέμπτης,
5. ὥσπερ ἐν τῇ πρώτῃ. τὰ δὲ τῆς τριταίας περιόδου γνωρίσματα
6. πάντα ἐναργέστερα τῶν ἐπὶ τῆς πρώτης ἡμέρας ἐκόμισεν. ἐντεῦθεν
7. δὲ παραφυλάττοντες ἅπαντας εὕρομεν τοὺς παροξυσμοὺς
8. ἢ δυσὶν, ἢ τρισὶν ὥραις προλαμβάνοντας, ὥστε καὶ
9. τὸν ἀνάλογον τῷ πρώτῳ κατὰ τὴν περίοδον ἀπαντῶντα, τῇ
10. μὲν πέμπτῃ τῶν ἡμερῶν ἀνίσχοντος ἡλίου γενέσθαι, τῇ δ’
11. ἑβδόμῃ πολὺ θᾶττον, ὡς περὶ ὥραν που τῆς νυκτὸς ἐννάτην,
12. εἶθ’ ὁ μετὰ τοῦτον ἀνάλογον, ὥρᾳ νυκτὸς ἑβδόμῃ. ὁ δ’ ἐφεξῆς
13. τετάρτῃ ἐγένετο, τοὐντεῦθεν δὲ πάλιν ὁ μὲν ἐφεξῆς τετάρτῃ,
14. ὁ δ’ ἐπὶ τούτῳ πέμπτῃ, εἶθ’ ἕκτῃ αὖθις, εἶτ’ ὀγδόῃ, ὁ δέκατος
15. ἀπὸ τῆς ἀρχῆς ἐγένετο παροξυσμός. ἀνάλογον δὲ τούτῳ
16. καὶ οἱ ἄλλοι δύο μετὰ τὴν ἑβδόμην περίοδον οὐ μόνον οὐ
17. προελάμβανον, ἀλλὰ καὶ ὑστέριζον, ὅτε δὴ καὶ σαφέστατον
1. πᾶσιν ἐφάνη, καὶ τοῖς ἡμιτριταῖον εἶναι νομίζουσιν αὐτὸν,
2. ὡς ἐσφάλλοντο τὰ μέγιστα. τοῦ τε γὰρ μήκους τῶν παροξυσμῶν
3. εἰς ὥρας ὀκτὼ συναιρεθέντος, αὐτῆς τε τῆς εἰσβολῆς
4. οὐκέτι προληπτικῶς γινομένης, ἀλλ’ ὡς ὥραιν που δυοῖν
5. ὑστεριζούσης, εἰς ἀπυρεξίαν ἐπαύοντο τελείαν οἱ παροξυσμοὶ,
6. καὶ οὕτω δὴ κατὰ βραχὺ τοῦ μήκους ἀφαιροῦντες ἐπαύσαντο,
7. πρῶτον μὲν ὁ κουφότατος, ἐφεξῆς δὲ ὁ δεύτερος
8. τῷ μεγέθει, καὶ τρίτος ὁ σφοδρότατος ἐξ αὐτῶν. ὅπερ
9. οὐδ’ αὐτὸ μετρίως ἐμαρτύρησε τρεῖς εἶναι τριταίους εὐθὺς
10. ἐξ ἀρχῆς αὐτούς. ἀλλ’ οὗπερ ἕνεκα ταῦτα σύμπαντα λέγεται,
11. ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι, τὸ δεῖν ἠσκῆσθαι διαγινώσκειν
12. ἀκριβῶς ἁπάσας τὰς ἁπλᾶς διαθέσεις, ὥστε καὶ μόνας
13. συνισταμένας εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐκ τοῦ
14. ῥᾴστου γνωρίζειν, ἐπιπλεκομένας δὲ ἀλλήλαις καὶ αὐτὰς, εἰ
15. καὶ μὴ κατὰ τὴν πρώτην ἡμέραν, ἀλλὰ κατὰ τὴν δευτέραν
16. γοῦν, ἢ τὴν τρίτην, ἢ πάντως γε τὴν τετάρτην ἀκριβῶς ἐπιγινώσκειν.
17. ἡμᾶς οὖν οὐκ ἔλαθον οἱ τρεῖς οὗτοι τριταῖοι
18. κατὰ τὴν δευτέραν ἡμέραν, οὐ μὴν ἐξ ἄλλου τινὸς ἢ τοῦ
1. τὴν φύσιν ἀκριβῶς αὐτῶν ἐπίστασθαι. παραπλήσιον γάρ τι
2. συμβαίνει κατὰ τὰς τῶν νοσημάτων γνώσεις τῷ καθ’ ὅλον
3. τὸν βίον ἅπασιν ἡμῖν ὑπάρχοντι. τοὺς μὲν γὰρ συνηθεστάτους
4. τῶν φίλων ἐκ μακροῦ διαστήματος εὐθύς τε καὶ κατὰ
5. τὴν πρώτην προσβολὴν τῆς αἰσθήσεως γνωρίζομεν· εἰ
6. δ’ ἅπαξ, ἢ δίς τινα τύχοιμεν ἰδόντες, ἢ πλεονάκις μὲν, ἀλλὰ
7. μὴ συνεχῶς, οὐκ ἔθ’ ὁμοίως τοῦτον οὔτε ἐκ μακροῦ διαστήματος
8. οὔτε ταχέως γνωρίζομεν, ἀλλ’ ἐνίοτε μέχρι παμπόλλου
9. χρόνου διαποροῦμέν τε καὶ ἀμφιβάλλομεν, ἆρά γε Κορίσκος,
10. εἰ οὕτως ἔτυχεν, ἢ Σωκράτης ἐστίν. οὕτως οὖν ἔχει κᾀπὶ τῶν
11. νοσημάτων. ἴδιος ἑκάστου χαρακτήρ ἐστιν, ὃν ὁ πολλάκις τεθεαμένος
12. ἔξ ἑτοίμου διαγινώσκει, καὶ μάλιστ’ ἐπειδὰν ἁπλοῦς
13. τε καὶ μόνος ὑπάρχῃ. τῶν μὲν οὖν χωρὶς τόπου πεπονθότος
14. ἐπὶ χυμοῖς τισι διασηπομένοις ἀναπτομένων πυρετῶν τρεῖς
15. εἰσιν οἱ πρῶτοι καὶ ἁπλοῖ χαρακτῆρες, ὅ τε τῶν φλεγματικῶν
16. καὶ ὁ τῶν μελαγχολικῶν καὶ ὁ τῶν πικροχόλων, οὓς εἴ τις
17. ἀκριβῶς ἀσκήσειε, διαγινώσκειν ἕκαστον ἰδίᾳ καὶ μόνον, οὐκ
18. ἂν ἔτι χαλεπῶς οὐδὲ τὰς μίξεις οὕτως αὐτῶν ἐξευρίσκοι.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 2.9, ed. Kühn, 1825, vol. 9, p. 672-684. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩