ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΕΩΝ
ΒΙΒΛΙΟΝ Γ.
1. Προκεῖται μὲν, ὡς καὶ πρόσθεν ἐλέγετο,
2. πάσης ἐν νόσῳ μεταβολῆς διαγνώσεις μὲν παρούσης, μελλούσης
3. δὲ ἔσεσθαι προγνώσεις εἰπεῖν. ἐπεὶ δ’ ἑξαχῶς αὗται γίνονται,
4. πειρατέον ὑπὲρ ἑκάστου ἰδίᾳ διελθεῖν, αὐτὸ τοῦτο
5. πρότερον ἀναμνήσαντας, ὡς ἕξ εἰσιν αἱ πᾶσαι διαφοραὶ τῶν
6. ἐν ταῖς νόσοις μεταβολῶν. ἢ γὰρ ἐξαίφνης εἰς ὑγείαν μεταπίπτουσιν,
7. ἢ ἐξαίφνης ἀποκτείνουσιν, ἢ κατὰ βραχὺ τούτων
8. ἑκάτερον, ἢ μικτῶς γίνεται. κατὰ βραχὺ μὲν ἤτοι τῆς νόσου
1. μαρανθείσης, ἢ τῆς τοῦ κάμνοντος δυνάμεως καταλυθείσης·
2. μικτῶς δ’, ἐπειδὰν ἀθρόα μέν τις ἐπὶ τὸ κρεῖττον ἢ χεῖρον
3. γένηται μεταβολὴ, τοὐντεῦθεν δὲ ἕως παντελοῦς λύσεως, ἢ
4. θανάτου, τὸ ὑπόλοιπον ἅπαν ἀπομαρανθῇ. περὶ πρώτης
5. οὖν τῆς ἐξαιφνιδίου μεταβολῆς εἰς ὑγείαν εἴπομεν ὅτι τε πασῶν
6. ἐστι τῶν εἰρημένων ἀρίστη, καὶ διὰ τοῦτ’ αὐτὴν ἐξαιρέτως
7. ὀνομάζουσιν κρίσιν, ὅτι τε τῆς φύσεως ἀκριβῶς κρατούσης
8. ἁπάντων τῶν παρὰ φύσιν ἀποτελεῖται. τῶν δ’ ἄλλων
9. μεταβολῶν ἡ μὲν εἰς ὀξὺν θάνατον τελευτῶσα κακὴ κρίσις
10. ἐστίν. αἱ δ’ ἀξιόλογον μέν τινα ποιησάμεναι τὴν ῥοπὴν, οὐ
11. μὴν τελείαν γε λύσιν, ἐλλιπεῖς κρίσεις ὀνομάζονται. ὥσπερ
12. οὖν καὶ ὅσαι κατὰ βραχὺ μαρανθείσης ἢ τῆς δυνάμεως, ἢ
13. τῆς νόσου γίνονται, καὶ αἵδε λύσεις ἁπλῶς, οὐ κρίσεις
14. ὀνομάζονται.