18. Αἱ προγνώσεις δὲ τῶν τοιούτων κρίσεων
1. ἧττόν εἰσι βέβαιοι καὶ πάνυ συνετοῦ τε ἅμα καὶ τεχνίτου καὶ
2. γεγυμνασμένου δέονται τοῦ ἰατροῦ, πρῶτον μὲν εἰ γενήσονται,
3. δεύτερον δὲ εἰ κατὰ τήνδε τὴν ἡμέραν· ἔπειτ’ εἰ παραχρῆμα
4. τὸν ἄνθρωπον ἀναιρήσουσιν, ἢ βλάψουσι μόνον. ἀλλὰ
5. γυμνάζεσθαι χρὴ πρότερον ἐπὶ τὴν τῶν ἀρίστων κρίσεων πρόγνωσιν,
6. ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, εἶθ’ ἑξῆς ἐπὶ τῶν οὐκ
7. ἀρίστων μὲν, ἀγαθῶν δὲ, κᾄπειθ’ οὕτω μεταβαίνειν ἐπὶ τὰς
8. κακάς. ἅσπερ γὰρ ἐν ταύταις τὸ ἀβέβαιόν τε καὶ στοχαστικὸν
9. πλεῖστον, οὕτως ἐν ταῖς ἀγαθαῖς τὸ ἐπιστημονικόν τε
10. καὶ βέβαιον, ὡρισμέναι γάρ εἰσι καὶ τεταγμέναι, τῆς φύσεως
11. αἱ κινήσεις, ὅταν εὐρωστῇ τε καὶ κρατῇ τῆς ὕλης, καὶ τοῖς
12. οἰκείοις λόγοις ἐνεργῇ· ἀόριστοι δὲ καὶ ἄτακτοι, καὶ διὰ τοῦτο
13. ἄγνωστοι κρατουμένης. ἀλλ’ εἰ μὲν τελέως κρατοῖτο,
14. τὴν ἀρχὴν οὐδ’ ἐγχωρεῖ κρίνειν, οὐδ’ ὅλως ἀντέχειν κᾂν βραχὺ,
15. διανίσταται μὲν ὡς εἰς μάχην, ἡττᾶται δ’ εὐθύς. αἰτία δὲ
16. ταύτης τῆς ἀκαίρου ἐπαναστάσεως ἡ βία τοῦ νοσήματος, ἐρεθιστική
17. τις οὖσα καὶ ὀξεῖα. φαίνεται γὰρ ἡ φύσις οὐδενὸς ἀνεχομένη
18. τῶν τοιούτων, ἀλλ’ εὐθὺς ἀποτρίβεσθαι σπεύδουσα τὸ
1. διοχλοῦν, ὡς κᾀν τοῖς κατὰ τὴν γαστέρα τε καὶ τὸν στόμαχον
2. ἰδεῖν ἔστιν ἐναργῶς ὅσα δάκνει καὶ στροφεῖ καὶ βαρύνει
3. καὶ ὁπωσοῦν ἄλλως ἐρεθίζει. τὰ μὲν γὰρ ἐπιπολάζοντα δι’
4. ἐμέτων ἀπωθεῖται, τὰ δ’ ἐν τοῖς κατωτέροις χωρίοις δι’
5. ἕδρας ἐκκρίνει. καὶ μέγιστον ἄρα τοῦτο σημεῖόν ἐστι κρίσεως
6. ἀκαίρου. τὰς μὲν γὰρ ἐν καιρῷ γινομένας, ὅπερ ἐστὶν ταὐτὸν
7. τῷ κατὰ τὴν ἀκμὴν, κᾀν τοῖς πεπασμοῖς, εἰ καὶ μηδὲν ἐρεθιστικὸν
8. εἴη, συμπιπτούσας ὁρῶμεν τοῖς θερμοῖς καὶ μεγάλοις
9. νοσήμασιν. ὅσα δὲ προεκρήγνυται, καλεῖ δ’ οὕτως Ἱπποκράτης
10. ἅπαντα τὰ πρὸ τῆς ἀκμῆς ἐπὶ κρίσιν ὁρμῶντα, δι’ ἐρεθισμόν
11. τινα τοῦτο πάσχει, καὶ χείρων ἡ κρίσις γίνεται τῆς ἐν
12. ἀκμῇ τοσοῦτον ὅσον προὔλαβεν ἡ κρίσις. ὡσαύτως δ’ ἐπὶ
13. τῶν ὀλεθρίων ἔχει νοσημάτων. οὐ γὰρ ἀναμένει τὴν ἀκμὴν,
14. ἢ πάνυ σπανίως, ἀλλ’ ἐν ταῖς ἀναβάσεσιν ἀναιρεῖ τοὐπίπαν,
15. ἢ καὶ κατ’ ἀρχάς. εἰ μὲν δὴ προδηλώσειέ τις ἐπίδηλος ἡμέρα
16. τὴν μέλλουσαν ἔσεσθαι κρίσιν, ἅμα τε προδηλοῖ καὶ κακήν.
17. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖς
18. οὔροις νεφέλην μέλαιναν, ἢ ἐναιώρημα μέλαν, ἤ τι τῶν ἄλλων
1. τῶν τοιούτων, εἶναι δὲ καὶ τὰ ἄλλα σύμπαντα σημεῖά τε
2. καὶ συμπτώματα ὀλέθρια, τεθνήξεται μὲν πάντως ὁ τοιοῦτος
3. ἄῤῥωστος. ἀλλ’ εἰ μὲν ἐν περιτταῖς οἱ παροξυσμοὶ γίνοιντο,
4. κατὰ τὴν ζ΄ ἡμέραν κριθήσεται. εἰ δ’ ἐν ἀρτίαις, κατὰ τὴν στ.
5. βεβαιοτέραν δέ σοι ποιήσει τὴν προσδοκίαν ἡ κίνησις τοῦ
6. νοσήματος. εἰ μὲν γὰρ ὀξέως κινοῖτο, συνεπιμαρτυρήσει τῇ
7. ταχείᾳ κρίσει, τουτέστι τῇ κατὰ τὴν στ΄· εἰ δὲ βραδέως, τῇ
8. κατὰ τὴν ζ΄. ὅταν δὲ μηδὲν ἡ ἐπίδηλος ἡμέρα προδηλώσῃ περὶ
9. τῆς μελλούσης ἔσεσθαι κακῆς κρίσεως, οὐδ’ ἡ πρόγνωσις αὐτῆς
10. εὐπετής. ὅμως δεῖ κᾀνταῦθα προσέχειν τὸν νοῦν οἷς ἐρῶ
11. σημείοις. ἔστι δὲ αὐτῶν πρῶτον μὲν καὶ μέγιστον ἐν τοῖς ὀλεθρίοις
12. νοσήμασι τοῦ χωρὶς κρίσεως τεθνήξεσθαι σημεῖον ἡ
13. ἀῤῥωστία τῆς δυνάμεως. οὐ γὰρ ἐπεγείρεται πρὸς διαμάχησιν
14. τοῦ νοσήματος ἡ τοιαύτη δύναμις. δεύτερον δ’, εἰ καὶ μηδὲν
15. ὅλως εἴη, μηδὲ τοὐλάχιστον σημεῖον πεπασμοῦ, κᾀπὶ τούτοις,
16. εἰ μέγα μὲν εἴη καὶ κακόηθες τὸ νόσημα καὶ μέντοι ταχέως
17. κινοῖτο· ἢν γὰρ ταῦτα οὕτως ὑπάρχῃ, πάντως τεθνήξεται
18. πρὶν κριθῆναι ὁ ἄνθρωπος. τὴν δ’ ἡμέραν τοῦ θανάτου προγνώσῃ
1. ἔκ τε τοῦ πόσον ὑπερέχει τὸ νόσημα τῆς δυνάμεως
2. ἐπισκέψασθαι κᾀκ τῶν βαρυτέρων παροξυσμῶν. εἰ μὲν γὰρ
3. ἀξιόλογος ἡ ὑπεροχὴ, καὶ σμικρὸν ἀντέχειν ἡ δύναμις ἔτι φαίνοιτο,
4. ταχὺς ὁ θάνατος· εἰ δὲ τἀναντία, βραδύτερος. ἔστω δὴ
5. παραδείγματος ἕνεκα πολλὴ μὲν ἡ ὑπεροχὴ, μὴ μέντοι σαφὴς
6. ὑπαρχέτω, πότερα μίαν ἡμέραν, ἢ δύο παρατεῖναι δυνήσεται.
7. διορισθήσεται δὲ τοῦτο ταῖς παροξυσμῶν περιόδοις.
8. ἐν ᾗ γὰρ ὁ παροξυσμὸς ἡμέρᾳ μέλλει γίνεσθαι, κατ’ ἐκείνην
9. τεθνήξεται, καὶ τῆς ἡμέρας αὐτῆς τὴν ὥραν ἐν ᾗ τοῦτ’ ἔσται
10. ῥᾷστον ἤδη διαγνῶναι, μεμνημένων ἐν μὲν τῷ καθόλου
11. τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, ἡνίκα ἐδίδασκον, ἐν ὁποίοις
12. μὲν νοσήμασιν ἀρχαὶ τῶν παροξυσμῶν μάλιστα φέρουσι
13. τὸν θάνατον, ἐν ὁποίοις δὲ αἱ ἀκμαί τε καὶ παρακμαὶ, κατὰ
14. μέρος δὲ ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων ἡ τῶν προγεγενημένων
15. ἡμερῶν μνήμη συνενδείξεταί σοι πάμπολυ. καὶ γὰρ εἰ μὴ κατ’
16. αὐτὴν τοῦ νοσήματος τὴν ἰδέαν οἷός τε εἴης προγινώσκειν
17. ἐν ὁποίῳ μάλιστα μέρει τοῦ παροξυσμοῦ τεθνήξεται,
18. τῶν γε ἐν ταῖς ἔμπροσθεν ἡμέραις ἀναμνησθεὶς, ὁποίῳ μάλιστα
19. μέρει σφῶν αὐτῶν βαρύτατοί τε καὶ σὺν ὀλεθρίοις
1. ἐγένοντο συμπτώμασιν, οὕτως ἂν ἔχοις τι καὶ περὶ τῶν μελλόντων
2. εἰκάζειν. ἔστω δὴ πάλιν ἀληθῶς ἐγνωσμένον, ὀλέθριον
3. μὲν εἶναι τὸ νόσημα, μὴ πολλὴ δὲ ἡ τῆς δυνάμεως ἧττα.
4. πρῶτον μὲν ἤδη δῆλον ὡς οὐκ ἐγγὺς ὁ θάνατος, ἔπειτα δὲ
5. ζητητέον εἰ δύναται γενέσθαι κρίσις. ἡ δὲ εὕρεσις ἔκ τε
6. τοῦ τὴν δύναμιν, ὅπως ἔχοι ῥώμης, ἐπισκέψασθαι, καὶ τοῦ
7. νοσήματος αὐτοῦ τὴν κίνησιν, ἔτι τε πρὸς τούτοις τὰ σημεῖα
8. τῶν πεπασμῶν. εἰ μὲν γὰρ ἥ τε δύναμις εὔρωστος ὑπάρχῃ καὶ
9. τὸ νόσημα ταχέως κινοῖτο, καί τι σημεῖον παρείη πέψεως, οὐκ
10. ἀπεικός ἐστιν ἐπιθέσθαι κρίσει τὴν φύσιν. εἰ δὲ ἥ τε δύναμις
11. ὀκλάζοι πῃ καὶ τὸ νόσημα μὴ ταχέως κινοῖτο, καὶ μηδὲν εἴη
12. σημεῖον πέψεως, οὐκ ἐνδέχεται κριθῆναι τοῦτον. ὅτι δὲ οὐ
13. πάντως, εἰ τὸ νόσημα τῆς δυνάμεως ἰσχυρότερον, ἐξ ἀνάγκης
14. ἄῤῥωστος ἡ δύναμις, ἐν ἑτέρῳ μοι δέδεικται λόγω καὶ χρὴ
15. μανθάνειν ἐκεῖθεν ἴδια γνωρίσματα δυνάμεως ἀῤῥώστου πάντα
16. μὲν γὰρ ἅμα διεξέρχεσθαι παντελῶς ἐστιν ἀδύνατον, μεμνῆσθαι
17. δὲ πάντων ἅμα καὶ μηδὲν ὧν ἔμαθέ τις ἰδίᾳ παραλείπειν.
18. ἀλλ’ ἐφ’ ἑκάστου τῶν νοσούντων ἅπαντα περιλαμβάνειν,
1. οὐχ ὅπως ἀδύνατόν ἐστιν, ἀλλ’ οὐδὲ χαλεπὸν οὐδέν.
2. ἀναμνησθέντες οὖν πάλιν ὧν ἐν τοῖς ἔμπροσθεν διελεγόμεθα,
3. τῶν ἐφεξῆς ἐχώμεθα. τὰς ἀρίστας κρίσεις ἔφαμεν ἐν ταῖς ἀκμαῖς
4. γίνεσθαι. κατὰ δὲ τὰς ἀναβάσεις ἐπὶ μὲν τῶν σωθησομένων
5. ἢ ἐλλιπεῖς, ἢ οὐκ ἀσφαλεῖς· ἐπὶ δὲ τῶν τεθνηξομένων,
6. ἢ εὐθὺς ἀναιρεῖν, ἢ μεγάλην ἐπὶ τὸ χεῖρον ποιεῖσθαι
7. μεταβολὴν, ἐν ἀρχῇ δὲ τοῦ νοσήματος οὐκ ἂν γενέσθαι κρίσιν.
8. εἶναι δὲ τῶν μὲν ἀρίστων ἀκριβεῖς τὰς προγνώσεις, τῶν
9. δ’ ἄλλων μετὰ τοῦ στοχάζεσθαι, καὶ μᾶλλον ὅταν ἄσημοι
10. τυγχάνωσι γινόμεναι. καλεῖσθαι δὲ οὕτως ἔφαμεν ὅσαι μὴ
11. προδηλοῦνται διὰ τῶν ἐπιδήλων ἡμερῶν, ἀλλά τοι καὶ ταύτας,
12. εἰ καὶ μὴ πρὸ πολλοῦ, μελλούσας γοῦν ὅσον οὔπω γενήσεθαι,
13. προγινώσκειν ἐλέγομεν δεῖν, ἔσεσθαι δὲ τὴν
14. πρόγνωσιν ἔκ τε τοῦ κατεπείγεσθαί τε καὶ σφοδρῶς ἐρεθίζεσθαι
15. τὴν φύσιν ὑπὸ τοῦ νοσήματος, ἔκ τε τῆς παρὰ λόγον
16. αἰφνιδίου ταραχῆς περὶ τὸ σῶμα. πάντως γάρ τι νεωτερίζεται
17. μελλούσης κρίσεως, ἢ κατὰ τὴν ἀναπνοὴν, ἢ κατὰ τὴν διάνοιαν,
18. ἢ τὴν ἀκοὴν, ἢ τὴν ὄψιν, ἢ τὴν εὐφορίαν, ἢ κατ’
1. ἄλλό τι τῶν ἤδη πολλάκις εἰρημένων, ἅπερ ἑνὶ περιλαβόντες
2. ὀνόματι κρίσιμα συμπτώματά τε καὶ σημεῖα προσαγορεύομεν.
3. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν ἀφορισμῶν εἰρημένον ὑφ’ Ἱπποκράτους·
4. ὁκόσοισι δὲ κρίσις γίνεται, τουτέοισι νὺξ δύσφορος,
5. ἡ πρὸ τοῦ παροξυσμοῦ, τοῦτ’ ἔστιν αὐτὸ νῦν τὸ λεγόμενον.
6. ἐὰν οὖν ἐπὶ τῷ νοσήματι κρίσιν ἐμφαίνοντι καὶ ἡ νὺξ γένηται
7. δύσφορος, καὶ ἐπ’ αὐτῇ ὁ παροξυσμὸς εἰσβάλλῃ θᾶττον,
8. ἅμα νεωτέροις τισὶ συμπτώμασιν, ἐν ἐκείνῳ τῷ παροξυσμῷ
9. γενέσθαι τὴν κρίσιν ἀναγκαῖον.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.10, ed. Kühn, 1825, vol. 9, p. 745-752. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩