Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 3.11, ed. Kühn, 1825, vol. 9, p. 752-768. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.11

 

10. Ὁποία δέ τις ἔσται, τουτέστιν εἰ δι’ αἱμοῤῥαγίας,
11. ἢ ἐμέτων, ἢ ἱδρώτων, ἤ τινος ἄλλου τῶν πολλάκις
12. ἤδη προειρημένων, ἐφεξῆς πειράσομαι διηγεῖσθαι, τὴν ἀρχὴν
13. κᾀνταῦθα τῷ λόγῳ ποιησάμενος ἀπὸ τοῦ συμπάντων
14. ἡμῖν τῶν ἀρίστων μαθημάτων ἡγεμόνος, ἐν μὲν τῷ πρώτῳ
15. τῶν ἐπιδημιῶν ᾧδέ πως εἰπόντος· τὰ περὶ τὴν κεφαλὴν
16. καὶ τὸν τράχηλον ἀλγήματα καὶ βάρεα σὺν πυρετοῖς καὶ.
17. ἄνευ πυρετῶν φρενιτικοῖσι μὲν σπασμοὶ, καὶ ἰώδεα ἐπὰν
18. ἐμέωσιν, ἔνιοι ταχυθάνατοι τουτέων. ἐν καύσοισι δὲ καὶ τοῖσιν
1. ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων
2. βάρος, καὶ σκοτώδεα τὰ περὶ τὰς ὄψιας, ἢ καὶ ὑποχονδρίου
3. σύντασις οὐ μετ’ ὀδύνης, αἱμοῤῥαγέουσι διὰ ῥινῶν.
4. οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές
5. εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ
6. δὲ παιδίοισιν ἐν τοῖσι τοιουτέοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ
7. δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ
8. ὁκόσοισιν ἤδη τὸ θερμὸν κρατέεται παραπληγικὰ, ἢ μανικὰ,
9. ἢ μελαγχολικὰ, καὶ στέρησις ὀφθαλμῶν. ἐν δὲ αὐτῷ προγνωστικῷ
10. Ἱπποκράτης ᾧδέ πως πάλιν φησίν· ὅστις δ’ ἂν τῶν
11. πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε
12. ὀδύνης ἐχούσης διὰ φλεγμονὴν μήτε δι’ ἄλλην πρόφασιν ἐμφανέα,
13. τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετὰ οἰδήματός τε
14. καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον τῶν κάτω.
15. μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες
16. τοῖσι νεωτέροισι τριάκοντα ἐτέων. ἐπισκέπτεσθαι δὲ
17. εὐθὺς χρὴ τὰ περὶ τῆς ἀποστάσεως εἰ κ΄ ἡμέρας ὁ πυρετὸς
18. ὑπερβάλλῃ. τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνεται, πολυχρονιωτέρου
1. ἐόντος τοῦ πυρετοῦ. χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν
2. προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, εἰς δὲ
3. τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ καὶ ἐπιλαμβάνῃ πεπλανημένον
4. τρόπον. καὶ ταῦτα πάντα ποιέων τῷ φθινοπώρῳ
5. πελάσῃ. ὥσπερ δὲ τοῖσι νεωτέροισι τριάκοντα ἐτέων
6. ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖον μᾶλλον τοῖσι τριάκοντα
7. ἔτεσι καὶ γεραιτέροισι. τὰς δὲ ἀποστάσιας εἰδέναι
8. χρὴ μᾶλλον τοῦ χειμῶνος γενομένας, χρονιώτερον δὲ παυομένας,
9. ἧσσόν τε παλινδρομεούσας, ἱκανὰ μὲν καὶ ταῦτα καὶ
10. πάνυ σαφῆ τὰ περὶ τῶν ἀποστάσεων εἰρημένα. συνάπτων δ’
11. αὐτοῖς ἐφεξῆς τὰ περὶ τῶν ἐκκρίσεων ᾧδέ πώς φησιν· ὅστις
12. δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει, φησὶ, κεφαλὴν ἀλγεῖν, ἢ καὶ
13. ὀρφνῶδές τι πρὸ ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ
14. προσγένηται, χολώδης ἔμετος παρέσται· ἢν δὲ καὶ ῥῖγος
15. ἐπιλάβῃ, καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον
16. ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ, ἢ φάγῃ ὑπὸ τοῦτον
17. τὸν χρόνον, κάρτα ταχέως ἐμέσεται. τουτέων δὲ οἷς ἂν ἄρξηται
1. ὁ πόνος τῇ πρώτῃ ἡμέρᾳ, τεταρταῖοι πιέζονται μᾶλλον
2. ἢ πεμπταῖοι, εἰς δὲ τὴν ζ΄ ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι
3. αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ
4. πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι ἢ ἑνδεκαταῖοι·
5. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα
6. κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίνεται, εἰς τεσσαρεσκαιδεκάτην.
7. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν
8. ἐν τριταίοις μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν
9. τούτοισι, μᾶλλον δὲ ἐν τοῖς συνεχεστέροισι πυρετοῖσι καὶ ἐν
10. τοῖσι γνησίοισι τριταίοισιν. οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ
11. κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν
12. ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνηται, ἢ μαρμαρυγαὶ
13. προφαίνωνται· ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ
14. ἐπὶ δεξιὰ, ἢ ἐπ’ ἀριστερὰ συντείνηταί τι μήτε σὺν ὀδύνῃ μήτε
15. σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδέχεσθαι
16. ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ ἐνταῦθα τοῖσι νεωτέροισι
17. τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥύσιν προσδέχεσθαι·
1. τοῖσι δὲ τριάκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς
2. ἐμέτους τούτοισι προσδέχεσθαι χρή. καὶ ταῦτα μὲν οὖν ἱκανά.
3. πρὸς τούτοις δ’ οὐδὲν ἧττον κᾀκείνων μεμνῆσθαι προσήκει τῶν
4. ἐν αὐτῷ βιβλίῳ γεγραμμένων ὑπὸ Ἱπποκράτους· κεφαλῆς δὲ
5. ὀδύναι ἰσχυραὶ καὶ συνεχέες σὺν πυρετῷ. εἰ μέν τι τῶν
6. θανατωδέων σημείων προσγένοιτο, ὀλέθριον κάρτα· εἰ δὲ
7. ἄτερ σημείων τοιουτέων, ὑπερβάλλει ἡ ὀδύνη κ΄ ἡμέρας, προσεπισκέπτεσθαι
8. χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην ἀπόστασιν
9. ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ ἡ ὀδύνη νεαρὰ ᾖ, προσδέχεσθαι
10. χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐμπύησιν. ἄλλως τε
11. καὶ ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους ᾖ καὶ τὸ μέτωπον. μᾶλλον
12. δὲ χρὴ τοῦ μὲν αἵματος προσδέχεσθαι τὴν ῥῆξιν τοῖσι
13. νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων, τοῖσι δὲ γεραιοτέροισι
14. τὴν ἐμπύησιν. καὶ μὲν δὴ κᾀν τῷ τῶν περιπνευμονικῶν
15. λόγῳ· οἷσι δ’ ἂν ἀποστάσιες, φησὶ, γίνονται ἐκ τῶν περιπνευμονικῶν
16. περὶ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω
17. χωρία, καὶ συῤῥιγοῦνται, οὗτοι περιγίνονται. εἶτα ἐπιφέρων 
1. ἐρεῖ· ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιάδε ᾧδε· ἢν ὅ τε πυρετὸς
2. ἔχῃ καὶ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ χωρέῃ
3. κατὰ τὸν λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσεις τῆς κοιλίας,
4. μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνονται, μηδὲ οὖρον πολύ τε καὶ
5. κάρτα, καὶ ὑπόστασιν ἔχον πολλὴν, ὑπηρετεῖται δὲ περιεστικῶς
6. ὑπὸ τῶν λοιπῶν σημείων πάντως, τούτοισι χρὴ τὰς τοιαύτας
7. ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. γίνονται δὲ αἱ μὲν ἐς τὰ
8. κάτω χωρία οἷς ἂν περὶ τὸ μὲν ὑποχόνδριον τοῦ φλέγματός
9. τι ἐγγένηται, αἱ δὲ ἄνω οἷς ἂν τὸ μὲν ὑποχόνδριον λιπαρόν
10. τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνους δέ τινα χρόνον γενόμενος
11. παύσηται ἄτερ προφάσιος ἄλλης. καὶ μὲν δὴ καὶ περὶ
12. τῶν κατὰ τὰ ὑποχόνδρια οἰδημάτων διαλεγόμενος ᾧδέ πως εἶπε·
13. σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου
14. ὀλιγοχρονίου ἔσεσθαι· εἰ δὲ ὑπερβάλλει κ΄ ἡμέρας ὅ τε
15. πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, εἰς διαπύησιν
16. τρέπεται. γίνεται δὲ τουτέοισι ἐν τῇ α΄ περιόδῳ καὶ αἵματος
17. ῥύσις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει. ἀλλ’ ἐπανερέσθαι,
1. μὴ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυωπέουσιν. εἰ γὰρ εἴη τι τοιουτέων,
2. ἐνταῦθα ἂν ῥέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι
3. πέντε καὶ τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι.
4. καὶ μὲν δὴ καὶ ταῦτα κατὰ τὸ προγνωστικὸν εἴρηται
5. Ἱπποκράτει, δηλωτικὰ τρόπων κρίσεως· ὅσοι δ’ ἂν οὖρα λεπτὰ
6. καὶ ὠμὰ οὐρέουσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι
7. σημεῖα ᾗ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι
8. εἰς τὰ κάτω τῶν φρενῶν χωρία. ἐν μὲν δὴ τῷ προγνωστικῷ
9. ταῦτα διὰ συντόμων εἴρηται πρὸς αὐτοῦ, τὸν τῆς μελλούσης
10. τρόπον κρίσεως, ὁποῖός τις ἔσοιτο διδάσκοντος· προστίθησι
11. δ’ αὐτοῖς οὐκ ὀλίγα κατὰ μέρος κατά τε τὸ προῤῥητικὸν καὶ
12. τὰ τῶν ἐπιδημικῶν, οἷον καὶ ὅτι πρὸ ῥίγεος ἐπισχέσιες τῶν οὔρων,
13. καὶ ὅτι τὰ ἐξέρυθρα ὄμματα αἱμοῤῥαγικά. κατὰ ταὐτὰ
14. δὲ καὶ περὶ τῶν δακρυόντων ὀφθαλμῶν καὶ τῶν μήλων τῶν
15. ἐρυθρῶν καὶ τῆς ῥινὸς αὐτῆς. καὶ μὲν δὴ καὶ ὡς τὸ κάτω
16. χεῖλος σειόμενον ἔμετον ἔσεσθαι προδηλοῖ, καὶ ὡς μετὰ κεφαλαλγίαν
17. κῶμα καὶ κώφωσις ἐξαίφνης γενόμενα παρωτίδων
1. ἐστὶ σημεῖα, καὶ ἄλλα πολλὰ τοιαῦτα κατὰ μέρος, ἃ δυνάμει
2. περιέχεται πάντα διὰ τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων.
3. ὅλως γὰρ οὐδὲν ἄλλο χρὴ σκοπεῖν ἐπὶ τοῦ τρόπου τῆς
4. κρίσεως, ἀλλὰ τὴν ῥοπὴν τῆς φύσεως ἣν ἐνεδείξατο σαφῶς
5. ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ, τοῦτο μὲν καρδιωγμοῦ
6. καὶ ῥίγους μνημονεύσας, ἐφ’ ὧν ἔμετος ἔσεσθαι μέλλει, τοῦτο
7. δὲ δυσπνοίας καὶ μαρμαρυγῶν, ἐφ’ ὧν αἱμοῤῥαγία διὰ ῥινῶν,
8. ἔτι τε πρὸς τούτοις διοριζόμενος ὑπέρ τε τῶν διαχωρημάτων
9. καὶ τῶν οὔρων, ἐν οἷς φησι· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες,
10. μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνονται, μήτ’ οὖρον
11. πολὺ κάρτα καὶ ὑπόστασιν ἔχον πολλήν. εἰ γὰρ δή τι τούτων
12. γένηται, δῆλον ὡς ἐνθάδε ῥέποι τὸ νόσημα, καὶ διὰ τούτων
13. ἐκκαθαίρεται· μὴ ῥέποντος δὲ ἐνταῦθα καὶ μηκύνοντος περιεστικῶς,
14. ἀπόστασιν ἔσεσθαι προσδοκᾷν· τεκμαίρεσθαι δὲ καὶ
15. περὶ τούτων τὴν ῥοπὴν τῆς φύσεως. εἰς μὲν γὰρ τὰ κάτω
16. χωρία φησὶν ἔσεσθαι αὐτοὺς οἷς ἂν περὶ τὸ ὑποχόνδριόν
17. τι φλέγματος ἐγγένηται, τουτέστι τῆς φλογώσεώς τε καὶ
1. θερμασίας, ἐπειδὴ κάτω ῥέπουσιν οἱ τὴν περιπνευμονίαν ἐργαζόμενοι
2. χυμοί. σύμπαντα γὰρ τοῦτον τὸν λόγον ὡς ἐπὶ
3. παραδείγματι ἐπὶ τῶν περιπνευμονικῶν ἐποιήσατο. μὴ ῥεπόντων
4. δ’ αὐτῶν κάτω τὸ μὲν ὑποχόνδριον λιπαρόν τε καὶ
5. ἀνώδυνον ἔσται διὰ παντὸς, ὁ δὲ ἄνθρωπος δύσπνους ἐπί
6. τινα χρόνον γενήσεται χωρὶς προφάσιος φανερᾶς, καὶ δῆλον
7. ὡς ἄνω τούτῳ τὰς ἀποστάσιας ἀναγκαῖον ἀκολουθεῖν, τουτέστιν
8. εἰς τοὺς περὶ τὰ ὦτα ἀδένας. εὐθὺς δ’ ἂν αὐτῷ καὶ
9. τῶν ἄλλων τι σημείων προσγένοιτο τῶν κατ’ αὐτὴν τὴν κεφαλὴν
10. συμβαινόντων, οἷον κῶμα καὶ κώφωσις αἰφνίδιός τε
11. καὶ παράλογος καὶ βάρος τῆς κεφαλῆς, ἢ καὶ τῶν κροτάφων,
12. ἤ τι τοιοῦτον ἕτερον. οὐδὲν οὖν λείπει γνώρισμα τρόπου κρίσεως,
13. ἀλλ’ εἴρηται πάντα χωρὶς τῶν σφυγμῶν πρὸς Ἱπποκράτους.
14. ἕπεσθαι δ’ οἱ πολλοὶ βραχυλογίᾳ παλαιᾷ μὴ γεγυμνασμένοι
15. λείπειν οἴονταί τινα. λέγωμεν οὖν ἡμεῖς αὐτοῖς
16. ἑτέρᾳ λέξει σαφεῖ τὰ αὐτά· τάχα γὰρ ἂν οὕτω γε μαθόντες
17. οὔτ’ ἀδύνατον οἰήσονται προγνῶναι τὸν τρόπον τῆς ἐσομένης
18. κρίσεως οὔτε ῥᾳθυμήσουσι ἔτι περὶ τὴν ἄσκησιν. ὅταν
1. οὖν, ὅτε κρίσις ἔσται, προγνώσῃς ἐξ ὧν ἔμπροσθεν εἰρήκαμεν,
2. ἐφεξῆς ὁποία τίς ἔσται διορίζεσθαι κατὰ τάδε. πρῶτον
3. μὲν εἰ ὀξὺ καὶ θερμὸν τὸ νόσημα καὶ ἡ κρίσις ἐν ταῖς πρώταις
4. περιόδοις. ἀναγκαῖον γὰρ ἐν ταῖς τοιαύταις κρίσεσιν
5. οὐκ ἀπόστασιν, ἀλλ’ ἔκκρισιν ἀπαντῆσαι. δεύτερον δ’ εἰ χρόνιον
6. καὶ βραδύ· σὺν ἀποσκήμμασι γὰρ εἰώθασι τὰ τοιαῦτα
7. καθίστασθαι, καὶ μάλισθ’ ὅταν οὖρα λεπτὰ καὶ ὠμὰ πολὺν
8. χρόνον οὐρῶσιν. εἰ γὰρ πολλὴν καὶ χρηστὴν ὑπόστασιν ἔχοντα,
9. πεφθῆναι μᾶλλον εἰκὸς κατὰ βραχὺ τὴν νόσον, οὐκ εἰς ἀπόστασιν
10. ὁρμῆσαι. τούτων δὲ διωρισμένων ἐφεξῆς σκεπτέον, εἰ μὲν
11. ἐκκρίσει μέλλει κριθήσεσθαι, πότερον αἱμοῤῥαγία τις, ἢ ἱδρὼς,
12. ἢ ἔμετος, ἢ διαχώρησις ἔσται γαστρός· εἰ δ’ ἀποσκήμματι,
13. ποῖον μόριον, ἢ ἄρθρον ὑποδέξεται τὴν ἀπόστασιν. ἐπὶ δὲ
14. τῶν ἐκκρίσει μελλόντων κρίνεσθαι χρὴ διχῶς διορίζεσθαι, τοῖς
15. τε τῆς ἐσομένης τῆς ἐκκρίσεως σημείοις, εἰ παρείη, καὶ τοῖς
16. τῶν ἄλλων, εἰ μὴ παρείη. βεβαιότερον γὰρ ἐλπίσεις τὸν ἑκάστοτε
17. προδηλούμενον τρόπον τῆς κρίσεως, ἂν μηδεὶς τῶν ἄλλων
18. περιέλκῃ. χρὴ τοίνυν ἐμὲ μὲν ἐφ’ ἑκάστου τὸν ἴδιον εἰπεῖν,
1. σὲ δὲ ἐπὶ τῶν ἀῤῥώστων μὴ μόνον τοῦτον ὁρᾷν, ἀλλὰ
2. καὶ τῶν ἄλλων ἕκαστον ἐπισκοπεῖν. εἰ γοῦν ἀλόγως γαστὴρ
3. ἐπισχεθῇ, ἢ οὖρα, τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος·
4. εἰ δὲ τοῦτο, διορίζεσθαι πότερον ἱδρὼς ἐπ’ αὐτῷ γένοιτο,
5. ἢ ἔμετος, ἢ διαχώρησις γαστρὸς, ἤ τινα τούτων, ἢ
6. πάντα. καὶ πρῶτον μὲν εἰς τὴν τοῦ νοσήματος ἰδέαν ἀποβλέπειν.
7. εἰ γὰρ ἀκριβῶς εἴη περικαὲς, εὐθὺς ἂν καὶ ἡ τοῦ ῥίγους
8. πρόγνωσις βεβαιοτέρα, χολῶδες γὰρ τὸ περικαές. εἴρηται δὲ
9. ἐν τοῖς ἔμπροσθεν ὡς ὁ χυμὸς οὗτος, ἐπειδὰν σφοδρότερον
10. κινηθῇ, ῥῖγος ἐργάζεται. μετὰ δὲ ταῦτα προσεπισκέπτεσθαι,
11. πότερον τῶν οὔρων μόνον, ἢ καὶ τῆς γαστρὸς ἐπισχεθείσης
12. ἐῤῥίγωσαν. εἰ μὲν γὰρ ἀμφοῖν, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολύς·
13. εἰ δὲ τῶν οὔρων μόνων, ἐπισκέπτεσθαι χρὴ τὰ κατὰ τὴν γαστέρα,
14. πότερον πλείω τῶν πρόσθεν, ἢ ἐλάττω πρὸ τῆς κρίσεως
15. ἐπῆλθεν. εἰ μὲν γὰρ πλείω, ἐπισημότερον τὴν ἐνταῦθα
16. ῥοπὴν γνωρίζειν, εἰ δὲ ἐλάττω, τὴν εἰς ἱδρῶτας, εἰ δὲ καὶ
17. τὰ τῶν ἐμέτων παρείη σημεῖα, δι’ ἀμφοτέρων τῶν κρίσεων ὁ
18. τοιοῦτος κριθήσεται, καὶ ἤτοι μᾶλλον κατὰ τὴν ἑτέραν 
1. αὐτῶν, ἥτις ἂν ἐπικρατήσῃ μᾶλλον, ἢ ὁμοίως ἑκατέρωθεν,
2. ὅταν ἴσα πως ᾖ τὰ γνωρίσματα. μὴ παρόντων δὲ τῶν ἐμετικῶν
3. σημείων, ἱδρῶτας μόνον προσδέχεσθαι, καὶ μᾶλλον, ἐπειδὴ
4. παραπαίωσιν οἱ κάμνοντες ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ
5. θερμότερα τὰ ἐκτὸς καὶ ἐρυθρότερα γίνεται καί τις ἀτμὸς
6. ἀνίησι θερμὸς, οἷος οὐ πρόσθεν. εἰ δὲ καὶ κυματώδης ὁ
7. σφυγμὸς γίνοιτο καὶ μαλακὸς ἐπισήμως, ἔτι μᾶλλον ἐλπίζειν
8. ἱδρῶτας. ὁ σκληρὸς δὲ σφυγμὸς ἐμέτους μᾶλλον ἢ ἱδρῶτας
9. προδηλοῦν εἴωθεν· ὁ μὲν γὰρ ὑψηλὸς ἁπάσης ἐκκρίσεώς ἐστι
10. γνώρισμα, καθάπερ καὶ ὁ σφοδρός. μέγας δὲ εἴπερ εἴη, τῆς
11. ἔξω κινήσεως μᾶλλον ἢ τῆς ἔσω σημεῖόν ἐστι. διττῆς δ’
12. οὔσης ἑκατέρας, τῆς μὲν ἔξω δι’ αἱμοῤῥαγίας καὶ ἱδρώτων,
13. τῆς δ’ εἴσω ῥοπῆς διὰ γαστρὸς καὶ στομάχου, κυματώδης
14. μὲν σφυγμὸς ἱδρῶτας, μέγας δὲ ἁπλῶς αἱμοῤῥαγίας προδηλώσει.
15. τῆς δ’ εἴσω ῥοπῆς ἐπικρατούσης, ὅταν μὲν ἀπῇ τὰ
16. τῶν ἐμέτων σημεῖα, διαχωρήσει γαστρὸς ὁ τοιοῦτος κριθήσεται·
17. παρόντων δὲ δι’ ἐμέτων μᾶλλον. εἰ δὲ καὶ ταῦτα παρείη,
18. καὶ ἡ γαστὴρ ἐπισήμως ὑπίῃ, δι’ ἀμφοτέρων. ἀνώμαλος δὲ
1. ὁ σφυγμὸς ἐπὶ τῶν πλείστων μὲν γίνεται κρίσεων, καὶ μάλιστα
2. ἐπειδὰν ἀγωνιστικόν τι καὶ περικινδυνευτικὸν ἔχωσιν.
3. πολὺ δὲ μᾶλλον τῶν χολωδῶν εἰς τὴν γαστέρα συῤῥεόντων
4. χυμῶν, ἅμα τῷ καὶ τά ἄλλα παρεῖναι τῶν ἐμέτων σημεῖα τὰ
5. πρὸς Ἱπποκράτους εἰρημένα. καὶ οἱ σφυγμοὶ παντοίως ἀνώμαλοι
6. γίνονται δακνομένου καὶ βαρυνομένου τοῦ στομάχου.
7. ἀλλὰ τὰ μὲν ἀπὸ τῶν σφυγμῶν ἢ ὡς οὐ γινώσκων ὁ Ἱπποκράτης
8. ἢ ὡς οὐκ ἀξιόλογα νομίζων οὐκ ἐξειργάσατο· τὰ δὲ
9. τῶν ἐμέτων σημεῖα καρδιωγμοί τέ εἰσιν ἅμα πόνῳ κεφαλῆς
10. καὶ σκοτόδινοι σὺν τοῖς προφαινομένοις τῶν ὄψεων ὀρφνώδεσι
11. καὶ τῷ κάτω χείλει σειομένῳ καὶ πολλῷ καὶ λεπτῷ
12. παραῤῥέοντι σιέλῳ. πάντα δὲ ταῦτα συμπίπτει χολώδους τε
13. καὶ δακνώδους χυμοῦ κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον
14. ἠθροισμένου καὶ δάκνοντός τε ἅμα τὸ στόμα τῆς γαστρὸς,
15. ὃ δὴ καρδίαν ἐκάλουν οἱ παλαιοὶ, καὶ σὺν αὐτῷ καὶ τὸν
16. στόμαχον ὅλον ἔσω καὶ κάτω κατασπῶντος, ὅθενπερ καὶ τὸ
17. χεῖλος αὐτοῖς σείεται καὶ σίελον παραῤῥεῖ λεπτόν. ὀρφνώδη
18. δέ τινα πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ ἰλιγγιῶσι καὶ σκοτοδινιῶσι
1. καὶ κεφαλαλγοῦσι, ἀναθυμιωμένου τινὸς ἐκ τοῦ
2. χολώδους χυμοῦ, καὶ προσέτι τῇ κατὰ νεῦρα συμπαθείᾳ. τὰ
3. δὲ τῶν αἱμοῤῥαγιῶν ἴδια μαρμαρυγαὶ μὲν, ὅτι ξανθὸς ὁ χυμὸς,
4. ἀμβλυωγμοὶ δὲ, ὅτι πολὺς ἀθρόως ἀναφερόμενος ἐμφράττει
5. τὰς ὀδοὺς τοῦ πνεύματος. οὕτω δὲ καὶ οἱ ὀφθαλμοὶ
6. δακρύουσι τῷ πλήθει τοῦ ῥεύματος, ὥσπερ κᾀν ταῖς ὀφθαλμίαις.
7. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυθροὶ φαίνονται σὺν
8. τοῖς μήλοις ἐνίοτε καὶ ταῖς ῥισίν. ἴδιον δὲ τῶν αἱμοῤῥαγιῶν
9. καὶ ἡ τῶν ὑποχονδρίων σύντασις, οὐ μετ’ ὀδύνης. ἔστι γὰρ
10. καὶ τοῦτο τῆς ἄνω ῥοπῆς τοῦ αἵματος οὐ σμικρὸν γνώρισμα,
11. καθάπερ οὖν καὶ ἡ δύσπνοια· καὶ γὰρ ἥδε διεξερχομένου τοῦ
12. αἵματος εἰς τὸν θώρακα γίνεται, σὺν ὀδύνῃ δὲ εἴπερ ἐκταθείη
13. τὸ ὑποχόνδριον, οὐχ αἱμοῤῥαγίας ἐσομένης σημεῖα, ἀλλὰ
14. φλεγμονῆς τινος αὐτόθι γεγενημένης ἐστὶ σύμπτωμα. καὶ μὲν
15. δὴ καὶ τὸ τῆς κεφαλῆς ἄλγημα, κᾂν εἰ κοινὸν ἐμέτων τε καὶ
16. αἱμοῤῥαγιῶν εἴη σημεῖον, ἀλλά τοι κᾀνταῦθα τὸ μὲν οἷον δακνῶδες
17. ἐμέτου, τὸ δὲ οἷον βαρὺ καὶ διατεῖνον καὶ σφύζον καὶ
1. θερμὸν αἱμοῤῥαγίας ἴδιον. οὕτω δὲ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια
2. σπλάγχνων αἱ φλεγμοναὶ τῶν αἱμοῤῥαγιῶν εἰσιν αἴτιά
3. τε ἅμα καὶ σημεῖα, μέλλοντός γε κριθήσεσθαι τοῦ νοσήματος
4. ἐκκρίσεσιν. εἰ δὲ τὸ μὲν ἀνάπαλιν αἱμοῤῥαγοῖ, οὐκ ἀγαθόν
5. ἐστιν. τὸ δὲ κατ’ ἴξιν ἀγαθὸν, ὡς Ἱπποκράτης λέγει καὶ
6. ἡ πεῖρα διδάσκει, ῥᾷστον ἤδη σοι καὶ τὸν αἱμοῤῥαγήσοντα
7. προειπεῖν μυκτῆρα, ἀφορμὴν τῆς αἱμοῤῥαγίας ἐξευρόντα.
8. δεξιὸν μὲν γὰρ ὑποχόνδριον ἐκ δεξιοῦ μυκτῆρος ἀγαθὴν ἐπιφέρει
9. τὴν κρίσιν, ἀριστερὸν δὲ ἐξ ἀριστεροῦ. μεμάθηκας δ’ ἔμπροσθεν
10. ἤδη τά τε τῶν κακῶν καὶ τὰ τῶν ἀγαθῶν κρίσεων
11. σημεῖα. τί δὴ οὖν ἔτι χαλεπὸν εἰπεῖν τὸν αἱμοῤῥαγήσοντα
12. μυκτῆρα, καὶ τοῦ μέρους τοῦ πεπονθότος ἀκριβῶς γνωρισθῆναι
13. δυναμένου, καὶ τοῦ τῆς κρίσεως ἤθους οὐκ ἂν λαθόντος
14. καὶ τῶν αἱμοῤῥαγικῶν σημείων ἐναργῶς φαινομένων;
15. ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς ἡλικίας καὶ τῆς ὥρας καὶ
16. τῆς χώρας καὶ τῆς φύσεως τοῦ κάμνοντος ἱκανὰ προδηλοῦν
17. τὴν ἐσομένην αἱμοῤῥαγίαν. αἱμοῤῥαγίας μὲν δὴ καὶ ἐμέτων
18. ἀκριβῆ τε καὶ ἴδια τὰ γνωρίσματα, δευτέρων δ’ ἐπὶ τούτοις
19. τῶν ἱδρώτων. εἰ δέ γε διὰ γαστρὸς κρίσις ἔσεσθαι μέλλει, πρόδηλον
1. μὲν οὐδὲν οὕτως οὐδὲ ἴδιον, ἀλλ’ ἐκ τοῦ παρεῖναι μὲν
2. τὰ τῆς κρίσεως σημεῖα, μὴ παρεῖναι δὲ τῶν ἐμέτων, ἢ τὰ τῆς
3. αἱμοῤῥαγίας, ἢ τὰ τῶν ἱδρώτων, ἔνεστι συλλογίσασθαι. καί
4. τοι κᾂν εἰ μηδὲν ἐκείνων παρείη, οὔπω τοῦτο μόνον, ἀλλὰ
5. καὶ δὴ αἱμοῤῥοΐδος ἐγχωρεῖ γενέσθαι τὴν κρίσιν, ἢ γυναιξὶν
6. ἐπιμηνίων, οὐ μὴν ἀδύνατον οὐδὲν διορίζεσθαι. βάρος μὲν
7. γὰρ ἐπίσημον ὀσφύος καὶ ἄλγημα καὶ τάσις ἐνταῦθα προηγεῖται
8. τῶν ἐπιμηνίων. αἱμοῤῥοῒς δὲ οὐ πᾶσι σύνηθές ἐστιν,
9. ὅσοις οὖν ἐστι, τούτοις μόνοις οὐκ ἄν τις ῥᾳδίως διορίσειε.
10. τοῖς δ’ ἄλλοις ἅπασιν, ἐπειδὰν μὲν παρῇ πέψεώς τε καὶ κρίσεως
11. σημεῖα, μὴ παρῇ δὲ ἐμέτων ἢ αἱμοῤῥαγίας ἢ ἱδρώτων,
12. ἐκταραχθήσεται πάντως ἡ γαστήρ. οὕτω μὲν δεῖ διακρίνειν
13. ἴδιά τε καὶ κοινὰ τρόπων κρίσεως γνωρίσματα τῶν ἐκκρίσει
14. δηλονότι μελλόντων κριθήσεσθαι νοσημάτων. εἰ δὲ εἰς ἀπόσκημμα
15. τρέποιτο, κοινὰ μὲν ἅπαντα γνωρίσματα, σωτηρίως
16. τοῦ κάμνοντος ἔχοντος, τὸ μήτε λύεσθαι τὸ νόσημα μήτε
17. οὖρον πολὺ καὶ πολλὴν ὑπόστασιν ἔχον, ἀλλ’ ὠμὸν καὶ λεπτὸν
1. φαίνεσθαι· τὰ δ’ ἴδια τῶν μὲν μὴ λίαν κεχρονικότων, εἰ
2. δυσπνούστερος ὁ κάμνων ἐξαίφνης γινόμενος ἀποπαύσαιτο
3. μὲν ἐν τάχει τῆς δυσπνοίας, διαδέξαιτο δ’ ἂν αὐτὸν ὀδύνη,
4. καὶ βάρος τῆς κεφαλῆς καὶ κῶμα καὶ κώφωσις, εἰς τοὺς ὑπὸ
5. τοῖς ὠσὶν ἀδένας ἀνάγκη τούτῳ γενέσθαι τὴν ἀπόστασιν. εἰ
6. δ’ εἴη πολυχρόνιον ἤδη τὸ νόσημα, καὶ μήτε τούτων παρείη
7. μηδὲν, ἐμφαίνοιτο δέ τινι τῶν κάτω χωρίων ἢ βάρος, ἢ τάσις,
8. ἢ φλόγωσις, ἢ ὀδύνη, κάτω τούτῳ τὴν ἀπόστασιν ἔσεσθαι
9. προσδοκᾷν. παράδειγμα δ’ ἑκατέρας τῆς ἀποστάσεως ἓν νόσημα
10. ποιησάμενος ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τοῖς δυναμένοις
11. συνορᾷν τὸν λόγον ἐδίδαξε καὶ ὡς χρὴ καθόλου περὶ
12. πασῶν ἀποστάσεων συλλογίζεσθαι, διό μοι κᾀγὼ δοκῶ καταπαύειν
13. ἐνταῦθα τὸν ἐνεστῶτα λόγον. εἰ γάρ τις τοῖς ὑφ’ Ἱπποκράτους
14. εἰρημένοις προσθεὶς ταυτὶ τὰ ἡμέτερα μήπω τεχνικὸς
15. γέγονεν, ἢ προγνωστικὸς κρίσεων, ἐν τῷ μετὰ τούτου συγγράμματι,
16. τελευταίῳ τῆς προκειμένης ἡμῖν ἐσομένῳ πραγματείας,
17. ἐλπίζω τὸ λεῖπον αὐτῆς ἐπιμαθήσεσθαι, τοῖς μὲν γὰρ συνετοῖς,
18. ἐξαρκεῖ καὶ ταῦτα καὶ οὐδὲν ἔτι τετάρτου λόγου προσδεῖ.

Cliquer un n° de page pour en afficher l’image