Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 3.2, ed. Kühn, 1825, vol. 9, p. 703-705. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.2

15. Μόνη τοίνυν ἁπλῶς κρίσις ἡ εἰς
16. ὑγείαν ὀξύῤῥοπος μεταβολὴ προσαγορεύεται, καὶ γίνεται μὲν
17. πάντως ἐπὶ φανεραῖς τισιν ἐκκρίσεσιν, ἢ ἀξιολόγοις ἀποστάσεσιν.
18. ὅσα γὰρ ἄλλως ἐῤῥᾳστώνησεν, ὑποτροπιάζει
1. κακοηθέστερον. ἡγεῖται δὲ τῶν ἐκκρίσεών τε καὶ τῶν ἀποστάσεων
2. τούτων οὐ σμικρὰ ταραχὴ κατὰ τοῦ κάμνοντος σῶμα.
3. καὶ γὰρ δυσφορίαι καὶ ἀγρυπνίαι καὶ παραφροσύναι καὶ κώματα
4. καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ δυσαισθησίαι καὶ ἀλγήματα
5. κεφαλῆς καὶ τραχήλου καὶ στομάχου καὶ πολλῶν ἄλλων
6. μορίων. ἐνίοις δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ
7. τῶν ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούσιον ἐκρεῖ καὶ
8. οὖρον ἴσχεται καὶ χεῖλος σείεται, καὶ ἄλλο τι τρομῶδες γίνεται
9. καὶ λήθη καὶ ἄγνοια τῶν παρόντων καὶ ῥῖγος σφοδρὸν
10. ἐμπίπτει, καὶ τοὐπίπαν ὁ παροξυσμὸς προεισβάλλει τῆς συνήθους
11. ὥρας καὶ καῦμα πολὺ καὶ δίψος ἀφόρητον ἕπεται καὶ
12. βοῶσι καὶ ἀναπηδῶσιν, ὥσπερ ἔμπληκτοι, καὶ τὸ τῆς κατακλίσεως
13. σχῆμα φυλάττειν οὐ δύνανται, κἄπειτ’ ἐξαίφνης ἱδρὼς
14. ἐξέβρασε πολὺς, ἤ τις ἔμετος οὐκ ὀλίγος ἐπηκολούθησεν, ἢ
15. γαστὴρ ἀθρόως κατέῤῥηξεν, ἢ καὶ λάβρως αἱμοῤῥαγοῦσιν, ἢ
16. καὶ πάνθ’ ἅμα συμπίπτει, καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσιν
17. οὐ μικρὸς, κᾀν τούτῳ τις ἰδιωτῶν παρὼν ὑπ’ αὐτοῦ τοῦ
1. πράγματος ἀναγκασθεὶς ἐξεφώνησεν ὡς ὁ κάμνων κρίνοιτο
2. περὶ τῆς ζωῆς. οὐ γὰρ δὴ ἰατρῶν γέ τις ἰδίως ἔθετο τῷ γινομένῳ
3. τοὔνομα, ἀλλ’ ἀνάγκη πᾶσα τὸν παραγενόμενον αὐτῷ
4. ταραχθῆναί τε καὶ ῥῆξαι φωνὴν, καὶ κρίσιν ὀνομάσαι τὸ γινόμενον,
5. ἰατροῦ γε μήν ἐστι γενναίου μήτε ταράσσεσθαι μήτ’
6. ἀγνοεῖν τὸ μέλλον ἀποβήσεσθαι. κάλλιον δὲ εἰ καὶ προγινώσκειν
7. ἐσομένην κρίσιν ἀσκήσειεν. οὐδὲ γὰρ πόῤῥω που τὸ
8. διαγινώσκειν τὴν ἤδη παροῦσαν ἐς ὅ τι τελευτήσει τοῦ προγινώσκειν
9. ἐσομένην ἐστὶν, ἀλλ’ ἐκ τῆς αὐτῆς θεωρίας ἄμφω
10. κατορθοῦται.

Cliquer un n° de page pour en afficher l’image