11. Καὶ πάντ’ ἤδη λέλεκταί μοι ταῦτα, τὰ μὲν
12. ἐν τῷ πρώτῳ τῶν περὶ κρισίμων ἡμερῶν ὑπομνήματι, τὰ δ’
13. ἐν τοῖς προηγουμένοις τοῦδε δυσί. λέξω δὲ καὶ νῦν αὐτὰ διὰ
14. κεφαλαίων ἅπαντα, τά τε τὴν παροῦσαν ἤδη κρίσιν ὁποία τις
15. ἔσοιτο δηλοῦντα καὶ τὰ τὴν μέλλουσαν ἔσεσθαι προδηλοῦντα.
16. πρῶτον μὲν δὴ καὶ μέγιστον ἁπάντων τὸ ἐπισκέπτεσθαι τοὺς
17. πεπασμοὺς, ἐξ οὔρων τε καὶ διαχωρημάτων καὶ πτυσμάτων,
18. ὡς ἔγωγε μυρίαις ἤδη κρίσεσι παραγενόμενος οὐδέποτε ἐθεασάμην
1. ἀπολόμενον οὐδένα τῶν ἐπ’ πεπασμοῖς κριθέντων, οὐ
2. μὴν τὴν ἴσην γε ἀξίαν ἀπονέμειν ἅπασι χρὴ τοῖς σημείοις, ἀλλ’
3. ἐν μὲν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονος πάθεσι προσέχειν
4. μὲν μάλιστα τὸν νοῦν τοῖς πτύσμασι, μὴ μέντοι μηδὲ τῶν
5. οὔρων τῆς ἐπισκέψεως ἀμελεῖν, προσεπιβλέπειν δὲ καὶ τὰ διαχωρήματα·
6. πυρεττόντων δὲ μόνον ἄνευ σπλάγχνου τινὸς διαθέσεως,
7. ἤ τινος τῶν καθ’ ἧπαρ ἢ νεφροὺς ἢ κύστιν ἢ σπλῆνα
8. φλεγμαινόντων, τοῖς οὔροις μάλιστα προσέχειν τὸν νοῦν, ὥσπερ
9. εἰ καὶ τὰ κατὰ τὴν γαστέρα πεπόνθασι, τοῖς διαχωρήμασι
10. μὲν πρῶτον, οὐκ ἀμελητέον δὲ οὐδὲ τῶν οὔρων.
11. ἀεὶ γὰρ ὁπόταν ᾖ ὁ πυρετὸς, εἴτ’ ἐπὶ χυμοῖς μόνοις σηπομένοις
12. ἀναπτόμενος, εἴτ’ ἐπὶ μορίῳ φλεγμαίνοντι συνεπόμενος,
13. εἰς οὖρα μάλιστά σε βλέπειν ἀξιῶ, κἀντεῦθεν γνωρίζειν τοὺς
14. πεπασμοὺς, ὡς ἔμπροσθεν εἴρηται. πρῶτον μὲν δὴ καὶ μέγιστον
15. ἀγαθῆς κρίσεως σημεῖον ἐνεστώσης οἱ πεπασμοὶ, δεύτερον
16. δὲ τὸ προδεδηλῶσθαι διά τινος τῶν ἐπιδήλων ᾗ συνῆπται
17. τῆς κρινούσης ἡμέρας ἡ δύναμις· ἐφεξῆς δὲ τὸ εἶδος τοῦ
18. νοσήματος αὐτοῦ καὶ τὸ ἦθος· εἶδος μὲν, εἰ τριταῖος, ἢ ἀμφημερινὸς,
1. ἢ καῦσος, ἢ πλευρῖτις, ἢ περιπνευμονία· ἦθος
2. δὲ, εἰ μέτριον καὶ ἐπιεικὲς, ἢ πονηρόν τε καὶ κακόηθες.
3. ἐφεξῆς δὲ τούτοις, εἰ κατὰ τὴν τοῦ νοσήματος ἰδέαν ἡ ἔκκρισις
4. εἴη. εἰ μὲν γὰρ καῦσος εἴη ὁ πυρετὸς, ἢ αἱμοῤῥαγείτω
5. διὰ ῥινῶν, ἢ ῥιγώσας σφοδρῶς ἱδρούτω πολλῷ καὶ
6. θερμῷ δι’ ὅλου τοῦ σώματος, ἢ ἐμείτω τε καὶ διαχωρείτω
7. χολώδη. παραπλησίως δὲ καὶ ὁ τριταῖος ἐμέτοις τε καὶ διαχωρήμασι
8. χολώδεσι, καὶ ἱδρῶτι πολλῷ δι’ ὅλου τοῦ σώματος
9. κρινέσθω. φλέγμα δὲ συχνὸν ἐν ἀμφημερινοῖς ἐκκενούσθω,
10. καὶ πολλοὶ γινέσθωσαν ἱδρῶτες ἐν ὅλῳ τῷ σώματι. κρίνει δὲ
11. καὶ φρενῖτιν ἱδρὼς χρηστὸς καὶ μᾶλλον εἰ ἐκ τῆς κεφαλῆς πολὺς
12. καὶ θερμὸς ἐκρέοι, σύμπαντος ἱδροῦντος τοῦ ἄλλου σώματος.
13. ἀλλὰ καὶ δι’ αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ἔστιν ὅτε
14. φρενῖτις ἐκρίθη βεβαίως, οὐ μὴν λήθαργος ἢ περιπνευμονία
15. χαίρουσιν αἱμοῤῥαγίαις. ἐν μέσῳ δὲ αὐτῶν ἐστι πλευρῖτις.
16. ἧττον μὲν γὰρ ἢ καῦσος καὶ φρενῖτις, μᾶλλον δὲ ἢ περιπνευμονία
17. καὶ λήθαργος αἱμοῤῥαγίαις λυθήσεται. λύουσι δ’ ἱκανῶς
1. καὶ τὰς τοῦ ἥπατος καὶ τὰς τοῦ σπληνὸς φλεγμονὰς αἱμοῤῥαγίαι
2. διὰ ῥινῶν, ἐπειδὰν ἅμα πυρετοῖς ὀξέσι φλεγμαίνῃ τὰ
3. σπλάγχνα. καὶ πάσας δὲ τὰς καθ’ ὑποχόνδρια φλεγμονὰς τὰς
4. θερμὰς καὶ ὀξείας ἡ διὰ ῥινῶν αἱμοῤῥαγία κρίνει. χρὴ
5. δὲ καὶ κατ’ εὐθυωρίαν αἱμοῤῥαγεῖν, ἐκ δεξιοῦ μὲν μυκτῆρος
6. ἐφ’ ἥπατί τε καὶ τοῖς κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἐξ ἀριστεροῦ
7. δὲ ἐπί τε σπληνὶ καὶ τοῖς ταύτῃ μορίοις. ὀνίνησι δὲ καὶ
8. ἱδρὼς χρηστὸς ἁπάσας τὰς καθ’ ὑποχόνδρια φλεγμονὰς τὰς
9. θερμὰς καὶ ὀξείας. ἥπατος δὴ τὰ μὲν κυρτὰ φλεγμαίνοντα
10. τρισὶν ὑπακούει μάλιστα τρόποις ἐκκρίσεως, αἱμοῤῥαγίαις ἐκ
11. μυκτῆρος δεξιοῦ καὶ ἱδρῶσι χρηστοῖς καὶ οὔροις πολλοῖς, τὰ
12. δὲ σιμὰ διαχωρήμασί τε χολώδεσι καὶ ἱδρῶσιν, ἔστιν ὅτε δὲ
13. καὶ ἐμέτοις. ἐκκαθαίρεσθαι δὲ δι’ οὔρων ἐθέλει πολὺ δὴ
14. μᾶλλον ἔτι τῶν κυρτῶν τοῦ ἥπατος ἅπανθ’ ὅσα κατὰ νεφροὺς
15. καὶ κύστιν ἐπόνησαν, ὥσπερ γε τὰ κατὰ θώρακα καὶ
16. πνεύμονα πτύσμασιν. οἱ δὲ ἱδρῶτες ἅπασί τε πυρετοῖς οἰκεῖοι
17. καὶ μᾶλλον τοῖς περικαέσιν. ἐπωφελοῦσι δ’ οὐ σμικρὰ
1. καὶ τὰς ζεούσας φλεγμονὰς, ὅτε, ὡς εἴρηται καὶ πρόσθεν,
2. ἅμα πεπασμοῖς γίνονται. ἤδη δὲ καὶ τοὺς ἀμφημερινοὺς κρίνουσι
3. σὺν ἐμέτοις τε καὶ διαχωρήμασι φλεγματώδεσι, καὶ
4. τοὺς τεταρταίους, εἰ μέλανα σὺν αὐτοῖς ἐκκενοῖτο καὶ ποικίλα,
5. καὶ τοὺς ἡμιτριταίους, εἰ χολώδη τε ἅμα καὶ φλεγματώδη.
6. κρίνουσι δὲ καὶ παρωτίδες ληθάργους τε καὶ τὰ περὶ
7. τὴν κεφαλὴν ἅπαντα· καὶ τἄλλα ἀποσκήμματα τοὺς χρονίζοντας
8. ἅπαντας πυρετοὺς κρίνειν ἀσφαλῶς εἴωθεν· ἀλλ’ οὔπω
9. περὶ τῶν χρονιζόντων πρόκειται λέγειν. αἱ γὰρ ἐξαιφνίδιοι
10. μεταβολαὶ, τῶν ὀξέων εἰσὶν, ὧν τὴν ἀρίστην ἐξηγοῦμαι νῦν
11. ὁποία τίς ἐστιν, ὅτι γε πάντως οὐκ ἄνευ πεπασμοῦ, ὅτι
12. τε κατά τινα τῶν κρισίμων ἡμερῶν γινομένη, καὶ προσέτι διὰ
13. τῆς ἐπιδήλου προδεδηλωμένη, καὶ μέντοι καὶ τὸ τῆς κρίσεως
14. εἶδος οἰκεῖον τῷ νοσήματι ποιουμένη. προσεπιβλέπειν δ’ ἐνταῦθα
15. κελεύω σε καὶ τὴν ἡλικίαν τοῦ κάμνοντος καὶ τὴν φύσιν
16. καὶ τὴν προγεγενημένην δίαιταν καὶ τὸ χωρίον ἐν ᾧ
17. νοσεῖ καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὴν ἐνεστῶσαν κατάστασιν.
18. εἰ μὲν γὰρ ὥσπερ τὸ νόσημα χολῶδες εἰ τύχοι, καὶ τούτων
19. ἕκαστον ὁμοίως εἴη χολῶδες, ἐκκαθαίρεσθαι χρὴ χολὴν ἐν ταῖς
1. κρίσεσι, ὥσπερ εἰ καὶ φλέγμα πλεονεκτεῖ, ἐκκενοῦσθαι προσήκει
2. φλέγμα. ποικίλων δὲ ἐπικρατούντων χυμῶν ποικίλην
3. εἶναι χρὴ καὶ τὴν κένωσιν. ἐπειδὰν δέ σοι ταῦτα σύμπαντα
4. καλῶς ᾖ διηκριβωμένα, παρακολουθεῖν ἤδη σε χρὴ τοῖς ἀποβαίνουσι.
5. εἰ μὲν γὰρ ὅ τε πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι
6. καὶ τῶν ἄλλων ἀπαλλάττοιτο συμπτωμάτων, εὐχρούστερός
7. τε γίγνοιτο πρὸς λόγον τῆς κενώσεως, εὐσφυκτότερός
8. τε καὶ ἰσχυρότερος ἐν ταῖς ἐξαναστάσεσιν, αὕτη μὲν ἡ ἀρίστη
9. κρίσις ἐστίν· εἰ δέ τι τούτων λείποι, τοσοῦτον ἀποδεῖ τῆς
10. ἀρίστης ἡλίκη τοῦ λείποντος ἡ δύναμις.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.3, ed. Kühn, 1825, vol. 9, p. 705-710. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩