11. Οὕτω μὲν χρὴ διαγινώσκειν ἐνεστῶσαν ἀρίστην
12. κρίσιν, ἔσεσθαι δὲ μέλλουσαν ὧδε. τὴν τοῦ νοσήματος
13. ἐπισκέπτεσθαι φύσιν, εἴτε πικρόχολός ἐστιν, εἴτε φλεγματώδης,
14. εἴτε μελαγχολικὴ, εἴτε μικτή τις. γέγραπται δ’ ἐν
15. τῷ πρὸ τούτου λόγῳ τὰ γνωρίσματα. δεύτερον δ’ ἐπὶ τούτοις
16. τήν τε ὥραν τοῦ ἔτους καὶ τὴν τοῦ κάμνοντος ἡλικίαν
17. καὶ τὴν κρᾶσιν, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἔχεται συστοιχίας,
1. ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἴρηται. καὶ χρὴ κᾂν ἕν ἐξ αὐτῶν
2. ποτε ῥηθῇ, καὶ τῶν μὴ ῥηθέντων ἀναμιμνήσκεσθαι. μακρὸν
3. γὰρ ἂν εἴη διέρχεσθαι σύμπαντα. μετὰ δὲ ταῦτα σκοπεῖσθαι
4. τὰς περιόδους τῶν παροξυσμῶν, εἴτε διὰ τρίτης, εἴτε διὰ τετάρτης,
5. εἴτε καθ’ ἑκάστην ἡμέραν, εἴτε μηδ’ ὅλως γίνονται,
6. καθάπερ ἐπὶ τῶν συνόχων ἰδίως ὀνομαζομένων ἔστιν ἰδεῖν. εἰ
7. μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆς συνήθους
8. ὥρας, καὶ σφοδρότεροι γίνοιντο πολλῷ, καὶ διὰ τρίτης ἀπαντῷεν,
9. ἐν τάχει κριθήσεσθαι δηλοῦσι· εἰ δ’ ἀργῶς κινοῖντο
10. καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐφ’ ἑκάστῃ τε γίγνοιντο
11. ἡμέρᾳ, μετὰ πλείονα χρόνον ἔσεσθαι σημαίνουσι τὴν κρίσιν.
12. ἐπὶ δὲ τούτοις ἑξῆς, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τοὺς πεπασμοὺς
13. ὁρᾷν, καὶ τούτων μάλιστα ταῖς ἀξιολόγοις μεταβολαῖς
14. προσέχειν τὸν νοῦν. εἰ γὰρ ἐν ἐπιδήλοις ἡμέραις γίγνοιντο,
15. τὰς ἐφεξῆς αὐτῶν κρισίμους ἀπαλλάξειν τῆς νόσου τὸν
16. ἄνθρωπον ἐπαγγέλλονται. καθόλου γὰρ, ὡς κἀν τοῖς ἔμπροσθεν
17. εἴρηται λόγοις, ἡ σύμπασα κατάστασις τῶν νοσημάτων
18. διὰ τῶν εἰρημένων τεττάρων γενῶν γνωρίζεται, περὶ ὧν ἔφαμεν
1. ἐν ἀφορισμοῖς διειλέχθαι τὸν Ἱπποκράτην τόνδε τὸν τρόπον.
2. τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν
3. αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς
4. ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν
5. τε καὶ διὰ πλείονος χρόνου γίνωνται. εἶτ’ ἐφεξῆς φησι· ἀτὰρ
6. καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσι πτύελον,
7. αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον
8. ἐπιφαίνηται, μηκύνει. διηγησάμεθα δ’ ἐπὶ πλεῖστον ἐν τῷ
9. πρώτῳ γράμματι περί τε τῶν ἐπιφαινομένων τούτων σημείων,
10. ἃ δὴ τὴν πέψιν ἐνδείκνυται τῆς νόσου, καὶ ὅπῃ διαφέρει
11. τῶν κρισίμων ὀνομαζομένων σημείων τε καὶ συμπτωμάτων.
12. εἴπερ οὖν ἐκείνων μνημονεύεις, ἐλπίζω σε ῥᾳδίως
13. ποιήσειν ἐν τῷδε τῷ λόγῳ προγνωστικόν τε καὶ διαγνωστικὸν
14. ἀρίστης κρίσεως. αἱ μὲν γὰρ ἄλλαι στοχασμῷ τινι τεχνικῷ
15. προγινώσκονται, τὴν δ’ ἀρίστην κρίσιν, ἣν δὴ καὶ μόνην
16. ἁπλῶς ὀνομάζεσθαι κρίσιν ἔφαμεν, οὐδὲ στοχαστικῶς ἄν
17. τις, ἀλλὰ βεβαίως προγινώσκοι. πάντα γὰρ ἐπὶ τῶν τοιούτων
18. νοσημάτων ἐξ ἀρχῆς εὐθὺς ἀκίνδυνα φαίνεται τὰ σημεῖα.
1. τελέως μὲν οὖν ὄντα τοιαῦτα κατὰ τὴν πρώτην τετράδα
2. τὴν κρίσιν ἐπαγγέλλεται, καθότι καὶ Ἱπποκράτης ἐδίδαξεν ἐν
3. τῷ προγνωστικῷ λέγων ᾧδε· οἵ τε εὐηθέστατοι τῶν πυρετῶν
4. καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται,
5. ἢ πρόσθεν. οὐ γὰρ ἐνδέχεται πυρετὸν οὔτε τὸν ἀσφαλέστατα
6. πάντα κεκτημένον οὔτε τὸν ὀλεθριώτατα μὴ οὐ
7. κατὰ τὴν πρώτην τετράδα τὸν μὲν λυθῆναι, τὸν δὲ ἀποκτεῖναι,
8. καθάπερ εἰ καὶ μικρὸν ἀποχωρήσειεν ὁ μὲν ἀπὸ τῶν
9. ἐσχάτως ὀλεθρίων, ὁ δ’ ἀπὸ τῶν ἄκρως σωτηρίων, οὐκ ἐνδέχεται
10. τοὺς πυρετοὺς τούτους ἐξωτέρω προβῆναι τῆς ἑβδόμης
11. ἡμέρας. τὸ δὲ εἴτε σφοδρὰ καὶ ἀγωνιστικὴ γενήσεται κρίσις,
12. εἴτε μετρία, εἴτ’ οὐδ’ ὅλως κρίσις, ἀλλὰ λύσις ἁπλῶς,
13. οὐκέτ’ ἐκ τῶν ὀλεθρίων τε καὶ σωτηρίων σημείων, ἀλλ’ ἐξ
14. ἄλλων προγινώσκεται. δύο δ’ ἐστὶ καὶ τούτων τὰ γένη, μέγεθός
15. τε καὶ κίνησις νοσήματος. ἐν οἷς πρώτοις εὐθὺς ἀκριβῶς
16. χρὴ γεγυμνάσθαι καὶ διακρίνειν αὐτὰ δύνασθαι ῥᾳδίως
17. ἤθους τε καὶ ἰδέας νοσήματος. ἀλλὰ τὴν μὲν ἰδέαν ὡς χρὴ
18. διαγινώσκειν ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται.
1. τριταῖος γὰρ καὶ ἀμφημερινὸς καὶ τεταρταῖος καὶ ἡμιτριταῖος
2. καὶ πλευρῖτις καὶ περιπνευμονία καὶ φρενῖτις εἴδη νοσημάτων
3. εἰσίν. εἰ δ’ εὔηθες, ἢ κακόηθες, ἐκ τῶν ἑπομένων αὐτοῖς
4. συμπτωμάτων ἡ διάγνωσις, ἃ διεξῆλθεν ἅπαντα σχεδὸν Ἱπποκράτης
5. ἐν τῷ προγνωστικῷ. τούτοις δὲ συγκαταριθμεῖν χρὴ
6. καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. μέγεθος
7. δὲ καὶ κίνησις νοσήματος ἕτερα τούτων ἐστίν. βληχροὶ γοῦν
8. ἐνίοτε καὶ μικροὶ πυρετοὶ κακοήθεις εἰσὶ σφόδρα καὶ ἄλλοι
9. θερμοὶ καὶ περικαεῖς, ὡς ἄσην τε ἅμα καὶ καῦμα καὶ δίψος
10. ἀφόρητον ἐπιφέρειν, ὅμως οὐδὲν ἔχουσιν ἐνίοτε κινδυνῶδες.
11. εἴρηται δὲ καὶ πρόσθεν ὡς εἴτε σφοδρότητά τις, εἴτε μέγεθος
12. ὀνομάζει νοσήματος, οὐ διοίσει. τούτων δὲ ἁπάντων ἡ κίνησις
13. διαφέρει, καὶ διαγινώσκεται τῷ χρόνῳ τῶν μερῶν τοῦ
14. παροξυσμοῦ. τεττάρων γὰρ ἐν ἑκάστῳ παροξυσμῷ μορίων
15. ὑπαρχόντων, ἀρχῆς τε καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς,
16. ἤτοι ταχέως τις ἅπαντα ταῦτα διεξέρχεται πυρετὸς, ἢ
17. βραδέως, ἢ τινὰ μὲν αὐτῶν θᾶττον, τινὰ δὲ βραδύτερον.
1. εἰ μὲν οὖν ἅπαντα ταχέως διανύοι, πρόδηλον ὡς ἐπὶ τὴν
2. κρίσιν ἐπείγεται, καὶ πάντως ἐστὶ διαλείπων οὗτος. οὐ γὰρ
3. ἐνδέχεται τὸν πάντα ταχὺ διεξιόντα μένειν ἔτι συνεχῆ, καθάπερ
4. οὐδὲ εἰ μηκύνει, κατὰ πάντα τὰ μόρια διαλείπειν ἄν ἔτι
5. δύναιτο. δῆλον δὲ ὡς τὸν μὲν εἰς ἀπυρεξίαν παυόμενον ὀνομάζω
6. διαλείποντα, τοῦ δὲ συνεχοῦς πυρετοῦ πάντως μὲν ἕν
7. γέ τι μεμήκυσται μόριον, ἔστι δ’ ὅτε καὶ δύο καὶ τρία καὶ
8. σύμπαντα. τοῦ μὲν ἰδίως ὀνομαζομένου πυρετοῦ συνόχου
9. πολυχρόνιος ἡ ἀκμὴ, μᾶλλον δ’ ἀκμὴ πᾶς ἐστιν ὁ τοιοῦτος
10. πυρετός· τοῦ δὲ μὴ συνόχου μὲν, οὐ μὴν εἰς ἀπυρεξίαν γε
11. παυομένου πολυχρονιωτέρας μὲν τῶν ἄλλων μερῶν τῆς ἀκμῆς
12. γινομένης ὀξεῖα ἡ κίνησις, ὀλιγοχρονιωτέρας δὲ βραδεῖα.
13. διωρισμένης οὖν ἰδέας νοσήματος καὶ μεγέθους καὶ κινήσεως
14. καὶ ἤθους, καὶ τῆς μὲν ἰδέας ἐκ τῶν οἰκείων συμπτωμάτων
15. γνωριζομένης, τοῦ δὲ μεγέθους ἐκ τοῦ κατὰ ταῦτα πηλίκου,
16. τῆς δὲ κινήσεως ἐκ τοῦ χρόνου τῶν τοῦ παροξυσμοῦ μορίων,
17. τοῦ δὲ ἤθους ἐκ τῶν ἐπιγινομένων συμπτωμάτων,
18. προσλαμβανομένων δὲ τούτοις ὥρας τε καὶ χώρας καὶ φύσεως
1. καὶ τῶν ὁμοίων. ὅτι μὲν σωθήσεταί τις, ἢ τεθνήξεται, πρὸς
2. τρία ταῦτα ἀποβλέπων ἐξευρήσεις, ἰδέαν, ἦθος καὶ μέγεθος·
3. μάλιστα δ’ ἐν τούτοις προσέχειν τῷ ἤθει τὸν νοῦν. ὅτι δὲ
4. κριθήσεται, ἢ μὴ, πρῶτον μὲν ἐκ τῆς κινήσεώς τε καὶ τοῦ
5. μεγέθους, ἔπειτα δ’ ἐκ τῆς ἰδέας, εἶτ’ ἐκ τῆς κατὰ τὰς ὥρας
6. τε καὶ τὰς τοιαύτας συστοιχίας. ἐκ μέντοι τῶν ἐπιγινομένων
7. οὐχ ἁπάντων, ἀλλ’ ὅσα μικρῷ πρόσθεν εἶπον, ἀρχομέναις
8. ἤδη ταῖς κρίσεσι συνεισβάλλειν, ἢ βραχύ τι φθάνειν αὐταῖς,
9. ἅπερ δὴ καὶ κρίσιμα σημεῖα καλοῦμεν ἰδίως. τριχῇ γὰρ τῶν
10. ἐπιγινομένων νενεμημένων, εἴς τε τὰ δηλοῦν τὸ ἦθος πεφυκότα
11. καὶ τὰ τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ὑπόγυον, ἔτι τε
12. πρὸς τούτοις ὅσα μὴ μόνον ὡς σημεῖα κρίσεως, ἀλλὰ καὶ ὡς
13. αἴτια τιθέμεθα. τὸ μὲν πρῶτον ἐκ τῶν εἰρημένων γένος
14. ἁπλοῦν ἐστιν. τὰ μὲν γὰρ αὐτῶν ἐστι μοχθηρὰ, τὰ δὲ χρηστὰ
15. τετύχηκεν ὄντα διὰ παντός. τὸ δὲ δεύτερόν τε καὶ τρίτον
16. οὐκ ἀεὶ ταὐτὸν οὔτε δηλοῦν οὔτε ποιεῖν πέφυκεν, ἀλλὰ τοῖς
17. τῆς νόσου καιροῖς ὑπαλλάττεται. λέλεκται δ’ ἐπὶ πλεῖστον
1. ὑπὲρ ἁπάντων τούτων ἐν τῷ πρώτῳ γράμματι. σαφηνείας
2. γοῦν ἕνεκα προκεχειρίσθω τις ἄῤῥωστος ἐν τῇ πρώτῃ τῶν
3. ἡμερῶν ἐναργέστατα σωτηρίας ἔχων σημεῖα. πάντως μὲν
4. γὰρ τούτῳ κατὰ τὴν πρώτην τετράδα λυθήσεται τὸ νόσημα.
5. πότερον δὲ κριθὲν, ἢ λυθὲν, μεγέθει τε καὶ σμικρότητι
6. διορίζεται. τὰ μὲν γὰρ μεγάλα κρίνεται πάντως· ὅσα δὲ
7. σμικρὰ, λύεται μόνον. ἡ δ’ ἡμέρα τῆς κρίσεως ἐκ τῆς
8. κινήσεως εὑρεθήσεται. συνόχου μὲν γὰρ ὄντος τοῦ πυρετοῦ
9. καὶ μηδενὸς πλημμεληθέντος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι,
10. κατὰ τὴν τετάρτην ἡμέραν ἐλπίζειν ἔσεσθαι τὴν κρίσιν.
11. εἰ δὲ συνεχὴς εἴη, τό τε μέγεθος ὁρᾷν χρὴ καὶ τὴν κίνησιν. ἐνδέχεται
12. γὰρ κατὰ τὴν τρίτην ἢ πέμπτην ἡμέραν γενέσθαι
13. τὴν κρίσιν, κατὰ μὲν τὴν τρίτην μεγάλου τε τοῦ νοσήματος
14. ὄντος καὶ ταχέως κινουμένου, κατὰ δὲ τὴν πέμπτην, εἰ μὴ
15. πάνυ μέγα μηδὲ ταχέως κινοῖτο. χρὴ γὰρ τὴν κρίσιν συνδραμεῖν
16. τῷ παροξυσμῷ, καὶ οὕτω σπάνιόν ἐστι τὸ κατὰ τὴν
17. τετάρτην κριθῆναι ὥστε Ἀρχιγένης μὲν δὶς ἔοικεν αὐτὸ παρ’
18. ὅλον αὐτοῦ τὸν βίον ἑωρακέναι, ἐγὼ δὲ μέχρι τοῦ νῦν ἅπαξ.
1. καὶ τοῦτο αἴτιόν ἐστιν, ὡς κᾀν τοῖς περὶ κρισίμων ἡμερῶν εἴρηται,
2. τοῦ τὴν κρίσιν πολλάκις ἐκ τῆς τετάρτης εἰς τὴν τρίτην
3. τε καὶ εἰς τὴν πέμπτην μεθίστασθαι. τὸ μὲν γὰρ οὕτως
4. ταχέως κρινόμενον νόσημα πάντως κάτοξυ· τοῖς κατόξεσι δὲ
5. πᾶσιν ἤτοι συνόχους ἔχειν πάντως ἀνάγκη τοὺς πυρετοὺς, ἢ
6. συνεχεῖς μὲν, ἀλλὰ διὰ τρίτης παροξυνομένους. οἱ μὲν δὴ σύνοχοι
7. σπανιώτεροί τέ εἰσι καὶ μηδενὸς πλημμεληθέντος ἐν τῇ
8. τετάρτῃ κρίνονται, τῆς φύσεως ταῖς οἰκείαις περιόδοις ἐπὶ
9. τὴν κρίσιν ἀφικνουμένης. ἔστι δὲ καὶ αὐτὸ τοῦτο τὸ μηδὲν
10. πλημμεληθῆναι σπάνιον. οἱ δὲ συνεχεῖς ἐν τοῖς παροξυσμοῖς
11. κρινόμενοι τῇ τρίτῃ τῶν ἡμερῶν εὐλόγως, ἢ τῇ πέμπτῃ
12. λύονται. εἰ γὰρ καὶ τῇ τετάρτῃ κριθεῖέν ποτε, τῷ λόγῳ
13. τοῦ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμοῦ τοῦτο πάσχουσιν.
14. ὁ γὰρ περὶ τὴν ἑνδεκάτην ὥραν, εἰ τύχοι, τῆς τρίτης ἡμέρας
15. εἰσβαλὼν παροξυσμὸς, ἤτοι διὰ τρίτης νυκτὸς, ἢ διὰ τετάρτης
16. ἡμέρας ἐπιφέρει τὴν κρίσιν. ὅταν οὖν ἐν τῇ πρώτῃ τῶν
17. ἡμερῶν, αὖθις γὰρ ῥητέον ταὐτὰ, θεασάμενός τι πέψεως
18. ἐναργὲς γνώρισμα, πάντων δὲ δηλονότι τῶν ἄλλων σημείων
1. ἀκινδύνων ὑπαρχόντων, εἰδείης μὲν ἤδη βεβαίως ὅτι περὶ
2. τὴν πρώτην τετράδα τὴν λύσιν ἀνάγκη γενέσθαι τῷ νοσήματι,
3. θεασάμενος δὲ τὸ μέγεθος αὐτοῦ προσεπιμάθοις ὅτι καὶ μετὰ
4. κρίσεως. ἐκ γοῦν τῆς κινήσεως χρή σε τοῦ νοσήματος
5. ἢ τὴν τρίτην, ἢ τὴν τετάρτην ἢ τὴν πέμπτην ἐλπίζειν·
6. εἰ μὲν πάνυ ταχέως κινοῖτο, τὴν τρίτην, εἰ δὲ βραδύτερόν
7. πως, τὴν πέμπτην, εἰ δὲ σύνοχος ὁ πυρετὸς εἴη, τὴν τετάρτην.
8. συνεπιλαμβάνεται δὲ τῷ μὲν τάχει τῆς κινήσεως τό τε
9. μέγεθος τοῦ νοσήματος καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ ἡλικία
10. καὶ ἡ χώρα καὶ τὰ ἄλλα ὅσα πολλάκις εἴρηται πικρόχολα
11. τὴν φύσιν ὑπάρχειν, τῇ δὲ βραδύτητι τἀναντία. θέρους μὲν
12. γὰρ νεανίσκος φύσει θερμότερος ἐξ ἐνδείας καὶ πόνου ἐδεσμάτων
13. τε καὶ ποτῶν χολωδῶν συνεπιλήψεται τῇ τρίτῃ κρίσει,
14. καὶ μᾶλλον εἰ αὐχμώδης ἱκανῶς ἥ τε προγεγενημένη κατάστασις
15. εἴη καὶ ἡ νῦν ἐνεστῶσα καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ φύσει
16. θερμόν. εἰ δὲ καὶ τριταῖαι κρίσεις ἐπιδεδημηκυῖαι τηνικαῦτα
17. εἶεν, ἐστὶ βεβαιότερος ὁ στοχασμός. εἰ μέντοι τἀναντία πάντα
18. συνέλθοι, βραδυτέρα μὲν ἡ κίνησις τοῦ νοσήματος, οὐ πάνυ
1. δέ τι τὸ μέγεθος ἀξιόλογον, ἡ δὲ ὥρα χειμὼν, ὁ δὲ νοσῶν
2. ἤτοι φύσει φλεγματωδέστερος, ἢ παρακμάζων, εἰς τὸν τῆς
3. πέμπτης ἡμέρας παροξυσμὸν ἐλπίζειν ἀφίξεσθαι τὴν κρίσιν,
4. ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ χωρίον ὑγρὸν εἴη καὶ ψυχρὸν, ἥ τε
5. παροῦσα κατάστασις ὁμοία καὶ αἱ κρίσεις ἐπιδεδημηκυῖαι
6. πεμπταῖαι, καὶ τἄλλα δὲ τὰ τούτοις ἀνάλογα, ἀργία
7. τε καὶ πλησμονὴ, καὶ φλεγματώδη τὰ προεδηδεσμένα σιτία
8. χρόνῳ πλείονι. πάλιν οὖν ἕτερος ἄῤῥωστος ὑποκείσθω, μήπω
9. μὲν μηδὲν ἔχων ἐναργὲς πέψεως σημεῖον μήτ’ ἐν τῇ πρώτῃ
10. τῶν ἡμερῶν μήτ’ ἐν τῇ δευτέρᾳ, μὴ μέντοι κινδυνῶδες,
11. ἀλλὰ παντοίως ἀκίνδυνα πάντως. σωθήσεται μὲν δηλονότι
12. καὶ οὗτος, ἀλλ’ οὐκ ἐν τῇ πρώτῃ τετράδι τελέως ἀπαλλαγήσεται.
13. προσέχειν οὖν αὖ δεῖ σε τὸν νοῦν ἐπιμελῶς, εἴ τι
14. πέψεως ἐναργοῦς ἐπιδείξει σημεῖον. εἰ γὰρ τοῦτο γένοιτο,
15. κατὰ τὴν ἑβδόμην ἡμέραν ἀνάγκη λυθῆναι τὸ νόσημα, μηδενὸς
16. ἐν τῷ μεταξὺ πλημμεληθέντος. εἰ δὲ μετὰ κρίσεως, ἢ μὴ,
17. τῷ μεγέθει τοῦ νοσήματος διορίζεσθαι. πρόδηλον γὰρ ὡς
1. περ μέγα, πάντως μετὰ κρίσεως· εἰ δὲ καὶ κινούμενον ὀξέως,
2. ἔτι δὴ καὶ μᾶλλον, ὥστε κᾂν ἁμαρτηθῇ τι μὴ πάνυ μέγα
3. περὶ τὸν κάμνοντα, πάντως μετὰ κρίσεως, καὶ οὕτως ἐλπίζειν
4. ἑβδομαίαν ἀπαντήσεσθαι κρίσιν. εἰ μέντοι μὴ πάνυ ταχέως
5. κινοῖτο, πλημμεληθείη δέ τι μεταξὺ περὶ τὸν ἄνθρωπον, εἰς
6. τὴν ἐννάτην ἡμέραν ἡ κρίσις μεταπίπτειν ὀφείλει. πάλιν οὖν
7. ἕτερος ἄῤῥωστος ὑποκείσθω τῶν ἀκινδύνως ἐχόντων ἐπὶ
8. τῆς ἑβδόμης ἡμέρας πρῶτον ἐναργὲς ἴσχων τι πέψεως σημεῖον.
9. οὗτος, εἰ μὲν μέγα τὸ νόσημα καὶ ταχέως εἴη κινούμενον,
10. ἑνδεκαταῖος μᾶλλον ἢ τεσσαρεσκαιδεκαταῖος κριθήσεται·
11. μικροτέρου δὲ ὄντος, ἢ μὴ πάνυ ταχέως κινουμένου,
12. τεσσαρεσκαιδεκαταῖος μᾶλλον ἢ ἑνδεκαταῖος. ἐπιδιορίζεσθαι
13. δὲ δεῖ τοῖς ἄλλοις, εἰ μὲν καὶ νέος εἴη καὶ φύσει χολώδης καὶ
14. θέρος καὶ ἐν χωρίῳ φύσει θερμῷ καὶ τά τε τοῦ πρόσθεν
15. βίου καὶ τὰ τῆς παρούσης καταστάσεως ἐπὶ τὸ θερμότερον
16. ἅπαντα ῥέποι, πάντως ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας
17. κριθήσεται οὗτος, καθάπερ εἰ καὶ τἀναντία τῶν εἰρημένων
18. ἅπανθ’ ὑπάρχει τῷ νοσοῦντι, κατὰ τὴν τεσσαρεσκαιδεκάτην.
1. εἰ δὲ τινὰ μὲν εἴη, τινὰ δὲ μὴ, πλημμεληθέντος δέ τινος ἐν
2. τῷ μεταξὺ, κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ ἐνδέχεται κριθῆναι
3. τὸ νόσημα. πολλάκις δὲ οὐδὲ κατὰ τὴν ιδ΄, ὅταν ᾖ μεῖζον
4. τὸ ἁμαρτηθέν. εἰ μέντοι μηδὲν ἁμαρτηθείη, μικτὰ δ’ εἴη
5. τὰ συμπτώματα, γεγυμνασμένου τε καὶ ὀξέος ἐν τῷδε χρεία
6. τοῦ ἰατροῦ πρὸς τὸ διακρίνειν τὰ μείζονα τὴν δύναμιν ἔχοντα
7. σημεῖα, καὶ τῇ κατ’ αὐτὰ προδηλουμένῃ κρίσει πιστεῦσαι
8. μᾶλλον ἐπὶ τῶν οὕτως ἀμφιβόλων προγνώσεων. εἰ δὲ
9. καὶ μὴ κατὰ τὴν ζ΄ αὐτὴν, ἀλλὰ κατὰ τὰς ἄλλας γε τὰς μεταξὺ
10. τῆς ἑβδόμης τε καὶ τῆς ια΄ ἔνεστιν ἀκριβῶς ἐξευρεῖν τὸ
11. γενησόμενον. εἰ γὰρ ἤτοι τὸ μέγεθος ἢ τὸ τάχος τῆς τοῦ νοσήματος
12. κινήσεως ἐπιταθείη κατὰ ταύτας τὰς ἡμέρας, ἀξιόλογός
13. τε προσθήκη γίγνοιτο τοῖς τῆς πέψεως σημείοις, ἑνδεκαταῖος
14. ὁ τοιοῦτος ἄῤῥωστος κριθήσεται, καθάπερ εἰ καὶ
15. τἀναντία, τεσσαρεσκαιδεκαταῖος. ὑποκείσθω τοίνυν πάλιν
16. ἄῤῥωστος ἐν ἀκινδύνῳ νοσήματι κατὰ τὰς προτέρας ἡμέρας,
17. ἀργοτέραν τε τὴν κίνησιν ἔχων τοῦ πυρετοῦ καὶ μηδὲ περικαῶς
18. πάνυ πυρέττων, ἀλλὰ καὶ σὺν τοῖς τῆς ἀπεψίας σημείοις·
1. ὅτι μὲν ἐντὸς τῆς ιδ΄ ὁ τοιοῦτος οὐκ ἂν ἀπαλλαγείη τοῦ νοσήματος
2. ἤδη δῆλον. εἴτε δὲ κατ’ αὐτὴν ἐκείνην, εἴτε καὶ
3. ποῤῥωτέρω, τοῖς καιροῖς τῆς ὅλης νόσου διορίζεσθαι. τὰ
4. μὲν γὰρ τῆς ἀρχῆς σημεῖα μέχρι πολλοῦ παραμένοντα χρόνιον
5. εἶναι δηλώσουσι τὸ νόσημα, τὰ δὲ τῆς ἀναβάσεως, εἰ
6. κατὰ τὴν δ΄ ἢ τὴν ζ΄ φανείη, περὶ τὴν ιδ΄ ἐλπίζειν τι, διορισθήσεται
7. δὲ ἐπὶ τῆς ια΄. εἰ γὰρ ἅμα τὰ τρία τάδε συνδράμοι
8. κατὰ ταύτην τὴν ἡμέραν, ἥ τε τῆς κινήσεως ὀξύτης ἱκανὴν
9. αὔξησιν εἰληφυῖα καὶ τὸ μέγεθος τοῦ πυρετοῦ, καὶ προσέτι
10. πέψεως ἐναργὲς γνώρισμα, κατὰ τὴν ιδ΄ ἡ κρίσις· ἔτι δὲ δὴ
11. μᾶλλον, εἰ καὶ τὰ τῆς ὥρας τε καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ
12. τῆς φύσεως τοῦ νοσοῦντος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογον εἰς
13. τάχος κρίσεως συντελεῖ. μόνου δὲ τοῦ τῆς πέψεως ἐναργῶς
14. σημείου κατὰ τὴν ἑνδεκάτην ἡμέραν γινομένου, μὴ μέντοι
15. μήτε τοῦ μεγέθους τοῦ νοσήματος μήτε τοῦ τάχους τῆς κινήσεως
16. κατεπείγοντος, οὐκ ἂν ἐν τῇ ιδ΄ κριθείη. ἀλλ’ εἰ μὲν
17. καὶ τὰ τῆς ὥρας καὶ τὰ τῆς ἡλικίας τοῦ κάμνοντος, ὅσα
18. τ’ ἄλλα τούτοις ἐστὶ σύστοιχα, πρὸς τὸ ψυχρότερον ῥέποι, μὴ
1. πρὸ τῆς κ΄ ἐλπίζειν ἔσεσθαι τὴν λύσιν τοῦ νοσήματος. εἰ δὲ
2. μικτά πως εἴη καὶ ἡ ιδ΄ τὰ σημεῖα τῆς πέψεως ἀξιολόγως αὐξήσειε,
3. κατὰ τὴν ἑπτακαιδεκάτην ἡ κρίσις ἀπαντήσεται. εἰ δὲ
4. μηδ’ ἐπὶ τῆς ιδ΄ νεωτερισθείη μηδὲν, ἀκριβῶς πάνυ προσέχειν
5. τὸν νοῦν τοῖς ἐπὶ τῆς ἑπτακαιδεκάτης ἐσομένοις. πιστότατον
6. γὰρ ἔσται τὸ κατ’ αὐτὴν φανὲν σημεῖον, εἰ καὶ πάνυ σμικρὸν
7. εἴη, καὶ προδηλώσει τὴν ἐπὶ τῆς κ΄ ἡμέρας ἐσομένην κρίσιν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.4, ed. Kühn, 1825, vol. 9, p. 710-724. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩