8. Ὅτι δὲ αἱ τοιαῦται σύμπασαι κρίσεις, ἃς
9. ἐξηριθμησάμεθα, πασῶν εἰσιν ἄρισται, τουτέστιν ἀκίνδυνοί
10. τε καὶ τέλειαι καὶ ἀσφαλεῖς, εἰ τοῖς ἐξ ἀρχῆς εἰρημένοις ἅπασαν
11. ἠκολούθησέ τις, οὐδεμιᾶς ἀποδείξεως ἔτι προσδεῖται.
12. ὅταν γὰρ ἐπί τε σημείων ἀγαθῶν γίγνωνται καὶ πέψεως ἀκριβοῦς,
13. ἀρίστας ἀναγκαῖον ὑπάρχειν αὐτὰς, ὅπου γε καὶ ὁ πεπασμὸς
14. μόνος ταχύτητι κρίσεως καὶ ἀσφάλειαν ὑγιείας σημαίνει.
15. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἐπ’ ἀκριβεῖ πέψει νοσήματος
16. ἀπαντῆσαί ποτε κρίσιν οὐκ ἀγαθὴν, ἀκριβὴς δὲ πέψις
17. ἐν ταῖς ἀκμαῖς γίνεται, καὶ διὰ τοῦτο ἀπ’ ἀρχῆς εὐθὺς ὑφ’
1. ἡμῶν παρῄνητο μηδὲν οὕτως ἀσκεῖν προγινώσκειν ὡς τὴν
2. ἀκμὴν τοῦ νοσήματος. εἰ γὰρ καὶ τὸ σχῆμα τῆς διαίτης ὡς
3. πρὸς ἐκείνην συντάττεται, καὶ κρίσις ἀρίστη κατ’ ἐκείνην γίνεται,
4. καὶ πασῶν ἐστι τῶν κρίσεων αὕτη κανών. εἰ γὰρ ἡ
5. ἐγγυτέρω ταύτης ἀεὶ τῆς ποῤῥωτέρω βελτίων, οὐδὲν οὕτως
6. ἀσκεῖν χρὴ τὸν ἰατρὸν ὡς προγινώσκειν ἀκμήν. ἔστω γὰρ ἐπὶ
7. τῆς ιδ΄ ἡμέρας ἐλπίζεσθαί σοι τὴν ἀκμὴν, ἤτοι δὲ διὰ μέγεθος
8. τοῦ νοσήματος ἢ διὰ τὸ τῆς κινήσεως τάχος, ἢ καὶ
9. δι’ ἄλλόν τινα ἔξωθεν ἐρεθισμὸν, ἐπὶ τὴν ια΄ εἰσβάλλειν τὴν
10. κρίσιν, οὐκέτ’ οὐδὲ τελείαν αὐτὴν, οὐδ’ ὅλως ἀγαθὴν ἐλπίσαι
11. δυνατὸν, ἀλλ’ ἐν παντὶ δέει κατὰ τοῦτον τὸν καιρὸν
12. ἀνάγκη εἶναι, καὶ μάλιστα, εἰ καὶ μὴ παντάπασιν ἀκίνδυνον
13. ὑπάρχει τὸ νόσημα. σωτηρίου μέντοι φαινομένου, τὸ γοῦν
14. ἤτοι μετὰ χαλεπῶν γενέσθαι συμπτωμάτων τὴν κρίσιν, ἢ μὴ
15. τελείαν, ἢ πάντως ὑποτροπιάσειν ἀναγκαῖον ὑποπτεύειν.
16. οὕτως ἄρα μεγίστη τις δύναμις ἐν τοῖς πεπασμοῖς ἐστι, καὶ
17. διὰ τοῦτο καὶ ἐν ταῖς ἀκμαῖς. καὶ γὰρ οὖν καὶ εἴ τινα κατὰ
18. ταύτας οὐκ ἐκρίθη νοσήματα, κριθῆναι τούτοις ἐπὶ τῶν
1. παρακμῶν ἀμήχανον. ὅσα γὰρ ἂν ἅπαξ ὑπερβῇ τὸν τῆς ἀκμῆς
2. καιρὸν, ἄκριτα μείναντα, κατὰ βραχὺ ταῦτα λύεται, καὶ
3. μὲν δὴ καὶ κίνδυνος ἔτι θανάτου μετὰ τὸν τῆς ἀκμῆς καιρὸν
4. οὐδείς ἐστιν. ἐμοὶ γοῦν κριτῇ, καίτοι δοκοῦσί τινες ἑωρᾶσθαι
5. τεθνεῶτας ἐν ταῖς παρακμαῖς. ἀλλ’ εἴτε τῇ πείρᾳ χρὴ κρίνειν,
6. εἴτε τῷ λόγῳ, κατ’ ἄλλο τι τούτους ἀποθανόντας οἶδα, καὶ
7. οὐ κατ’ αὐτὸ τὸ νόσημα· πάντες γοῦν ἐφ’ ἁμαρτήμασιν ἀπώλοντο,
8. μάλιστα μὲν τοῖς ἑαυτῶν, ἐνίοτε δὲ καὶ τοῖς τῶν
9. ἰατρῶν. οὕτω μὲν ἡ πεῖρα μαρτυρεῖ τὸ μηδένα κατὰ
10. τὰς παρακμὰς ἀποθανεῖν δι’ αὐτὸ τὸ νόσημα, ταύτης δ’
11. ἔτι πολὺ μᾶλλον ὁ λόγος. οὐ γὰρ ἐγχωρεῖ πεφθέντων τῶν
12. νοσερῶν αἰτίων, οὐδὲ τῆς φύσεως ἐπικρατούσης ἔτι, ἀπολέσθαι
13. τὸν ἄνθρωπον, ἄν γε θεραπεύηται καλῶς ὑπὸ τῶν ἰατρῶν.
14. ὅπου γὰρ διήνεγκέ τε καὶ ἀπεμαχέσατο, καὶ ἀντήρκεσε
15. τῷ σφοδροτάτῳ τῆς νόσου, καὶ κατηγωνίσατο τὰ λυποῦντα,
16. τοῦτο γάρ ἐστιν ὁ πεπασμὸς, οὐκ ἐνδέχεται ταύτην οὐκέτι νικηθῆναι.
17. καὶ μὴν εἴπερ ἀήττητος ἡ φύσις τοῦ νοσήματος εἴη,
18. κατ’ οὐδένα τρόπον ἐγχωρεῖ θάνατον ἀπαντῆσαι, εἴ γε δὴ
1. μηδ’ ἄλλό τι θάνατός ἐστι παρὰ τὴν παντελῆ τῆς φύσεως ἧτταν,
2. διαρκούσης δὲ καὶ κρατούσης καὶ νικώσης ἀνάγκη σώζεσθαι
3. τὸ ζῶον. ἐκ πάντων οὖν ὁ λόγος ἀναγκάζει τοῦτ’
4. ἀσκεῖν μάλιστα, τῆς νόσου προγινώσκειν τὸ μέρος, ὃ καλοῦσιν
5. ἀκμήν. καὶ γὰρ δὴ καὶ ἡ τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον,
6. ἢ μὴ τεθνήξεσθαι πρόγνωσις, ἄνευ τοῦ προγνῶναι τὸν
7. καιρὸν τῆς ἀκμῆς οὐκ ἄν ποτε γένοιτο. τότε γὰρ πρῶτον
8. ἀποθανεῖν ἀναγκαῖον, ὅταν ἡ δύναμις ὑπὸ τοῦ νοσήματος
9. ἡττηθῇ. χρὴ δὲ, εἴτε δύναμιν, εἴτε φύσιν εἴποιμι, ταὐτὸν
10. ἀκούειν σε νῦν, καὶ μὴν οὐκ ἐγχωρεῖ σε γνῶναί ποτε, πότερον
11. πρῶτον ἡττηθήσεται, τοῦ μέλλοντος ἀδήλου παντάπασιν
12. ὑπάρχοντος. εἰ μὲν γὰρ ἐντὸς ἡμέρας μιᾶς ἡ κρίσις ἔσεσθαι
13. μέλλει, φθάσει δηλονότι σωθεὶς ὁ νοσῶν, πρὶν τὴν δύναμιν
14. ὑπὸ τοῦ νοσήματος νικηθῆναι. εἰ δ’ οὐκ ἐνδέχεται πρὸ τῶν
15. κ΄ ἡμερῶν, εἰ τύχοι, γενέσθαι τὴν ἀκμὴν, ἐνδέχεται φθάσαι
16. καμεῖν ἐν τῷ χρόνῳ τὴν δύναμιν, ὥστε τῶν ὁμοίων πάντων
17. φαινομένων ἀῤῥώστων ἐγχωρεῖ τὸν μὲν σωθῆναι, τὸν δ’ ἀπολέσθαι
18. διὰ τὸν καιρὸν τῆς μελλούσης ἀκμῆς. εἰ μὲν οὖν εἶχέ τις
1. ἄλλον ἡμᾶς διδάξαι διορισμὸν εἰς τὸ διακρίνειν δύνασθαι
2. τούς τ’ ἀπολεσθησομένους καὶ σωθησομένους, οὐδὲν ἂν ἴσως
3. εἰς τοῦτο δεοίμεθα διαγινώσκειν ἀκμὴν μέλλουσαν, εἰ οὐκ ἐνδέχεται
4. τῶν ὡσαύτως φαινομένων νόσων ὅστις ἐστὶν ὁ σωθησόμενος,
5. ἢ τεθνηξόμενος, ἑτέρως ἢ ὡς ἐγὼ νῦν εἴρηκα,
6. μεγίστη καὶ κατὰ τοῦτο χρεία τοῦ προγνῶναι τὴν ἀκμήν.
7. Ἱπποκράτης μὲν οὖν συντεκμαίρεσθαί φησι χρῆναι τὸν νοσέοντα,
8. εἰ ἐξαρκέσει πρὸς τὴν ἀκμὴν τῆς νόσου, καὶ πότερον
9. ἐκεῖνος ἀπαυδήσει πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ
10. ἡ νοῦσος ἀπαυδήσει πρότερον καὶ ἀμβλυνεῖται. φαίνεται δὲ
11. καὶ Διοκλῆς καὶ Πλειστόνικος καὶ Πραξαγόρας καὶ Φιλότιμος
12. καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ δοκιμώτατοι τῶν ἰατρῶν οὐδὲν
13. ἐξευρίσκοντες ἄλλο βέλτιον εἰς διάγνωσιν τοῦ τεθνήξεσθαι
14. τὸν ἄνθρωπον, ἢ σωθήσεσθαι. τοῖς δὲ πάντῃ τὰ καλὰ
15. τῆς τέχνης λυμηναμένοις οὔτ’ ἄλλό τι σοφώτερον ἐξεύρηται,
16. καὶ τοῦτ’ ἐσχάτως ἠμέληται. τίς γὰρ αὐτῶν ἢ μέγεθος νοσήματος,
17. ἢ ῥώμην δυνάμεως ἀσκεῖ διαγινώσκειν, ἢ τὴν μέλλουσαν
18. ἀκμὴν προγινώσκειν; καὶ μὴν ἄνευ τῆς τῶν τριῶν
1. τούτων ἀκριβοῦς διαγνώσεως οὐκ ἐνδέχεται περὶ σωτηρίας
2. οὐδὲν ἐξευρεῖν, οὐ μᾶλλον ἢ εἰ φορτίον τις ἱκανὸς κομίζειν
3. ἔσοιτο, χωρὶς τοῦ καὶ τὴν ῥώμην εἰδέναι τοῦ ἀνθρώπου καὶ
4. τὸ μέγεθος τοῦ φορτίου καὶ τὸ μῆκος τῆς ὁδοῦ. ἀνάλογον
5. γάρ ἐστιν ἡ μὲν δύναμις τῷ βαστάζοντι, τὸ δὲ νόσημα τῷ
6. φορτίῳ, τὸ δὲ μῆκος τοῦ χρόνου τὸ μέχρι τῆς ἀκμῆς τῷ μήκει
7. τῆς ὁδοῦ. πῶς οὖν οἷόν τέ ἐστι γνῶναι περὶ τοῦ κάμνοντος,
8. εἰ ἐξαρκέσει, μηδεμίαν ἔχοντα πρόγνωσιν περὶ τῆς ἀκμῆς;
9. ἐξ ἁπάντων οὖν ὁ λόγος ἀναγκάζει μηδὲν οὕτως ἀσκεῖν ὡς
10. τῆς μελλούσης ἀκμῆς τὴν πρόγνωσιν. εἰ γὰρ καὶ διαιτῆσαι καλῶς
11. οὐκ ἐγχωρεῖ χωρὶς τοῦ ταύτην προγνῶναι, καὶ περὶ
12. σωτηρίας τοῦ νοσοῦντος, ἢ περὶ θανάτου, καθ’ ἕτερον τρόπον
13. οὐχ οἷόν τε σαφῶς ἐξευρεῖν. ἀλλ’ οὐδὲ περὶ κρίσεως, εἴτε
14. ὅλως, εἴτε μηδ’ ὅλως ἔσται καὶ γινομένη πηνίκα καὶ ὁποία
15. τις ἔσται, χωρὶς τῆς κατὰ τὴν ἀκμὴν προγνώσεως ἀδύνατον
16. εἰδέναι. μέγιστον ἂν εἴη καὶ πρῶτον ἁπάντων τῶν κατὰ τὴν
17. τέχνην ἀκμῆς μελλούσης ἀσκῆσαι πρόγνωσιν. ὅπως μὲν οὖν
18. χρὴ τοῦτο ποιεῖν, ἔμπροσθεν εἴρηται.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.5, ed. Kühn, 1825, vol. 9, p. 724-729. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩