Galenus. De crisibus (De cris.) [n° 067 Fichtner] [GalLat]

Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).

De crisibus, 3.6, ed. Kühn, 1825, vol. 9, p. 730-730. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.6

1. Νυνὶ δ’ ὅπερ ἔμπροσθεν ἐλέγομεν ἀναληπτέον,
2. ὡς ἐκ τοῦ γνῶναι μέγεθος τοῦ νοσήματος καὶ ἰσχὺν
3. δυνάμεως καὶ ἀκμῆς καιρὸν, εἴτε σωθήσεται προγνόντες ὁ
4. κάμνων, εἴτε μὴ, δυναίμεθ’ ἂν συλλογίζεσθαί τι περὶ τοῦ
5. χρόνου καὶ τοῦ τρόπου τῆς κρίσεως. εἰ μὲν γὰρ ἀκίνδυνον
6. εὑρίσκοιτο τὸ νόσημα πάντῃ, καὶ μήτ’ ὀξύτης αὐτοῦ κατεπείγοι
7. μήτε μέγεθος, ἀλλὰ μηδὲ πλημμεληθείη τι περὶ τὸν κάμνοντα,
8. τὸν τῆς ἀκμῆς καιρὸν ἡ κρίσις ἀναμένει, καὶ αὕτη μέν
9. ἐστιν ἡ ἀρίστη κρίσις, ἤδη γὰρ πεπεμμένου τοῦ νοσήματος
10. γίνεται. εἰ δέ γε ἤτοι διὰ τὸ μέγεθος, ἢ τὸ τῆς κινήσεως τάχος,
11. ἢ διά τινα ἄλλον ἐρεθισμὸν, ἐντὸς τῆς ἀκμῆς ἀναγκασθείη
12. τὸ νόσημα κριθῆναι, τοσοῦτον τῆς ἀρίστης κρίσεως ἡ
13. νῦν ἔσται χείρων ὅσον ἔφθασε τὴν ἀκμήν. εἰ δὲ μηδ’ ἐξαρκέσαι
14. δύναιτο μέχρι τῆς ἀκμῆς, ἀνάγκη μὲν ἀποθανεῖν ἐν τῷ
15. τοιούτῳ νοσήματι τὸν ἄῤῥωστον, ἀλλ’ οὐ πάντως ἐγγὺς τῆς
16. ἀκμῆς· ἐνδέχεται γὰρ καὶ πολὺ θᾶττον αὐτῆς καὶ κατ’ ἀρχὰς
17. εὐθὺς ὅλης τῆς νόσου. κρίσις μὲν γὰρ ἤτοι κατὰ τὴν ἀκμὴν
18. ἢ μικρὸν πρὸ αὐτῆς γίνεται, θάνατος δὲ ἐν τοῖς τρισὶ καιροῖς,
19. ἀρχῇ καὶ ἀναβάσει καὶ ἀκμῇ.

Cliquer un n° de page pour en afficher l’image