1. Πλειόνων δὲ ὄντων πραγμάτων, ἵνα ὁ λόγος
2. ᾖ σαφὴς, συγχωρησάτωσαν ἡμῖν οἱ σοφισταὶ καθ’ ἕκαστον
3. αὐτῶν ἴδιον ὄνομα θέσθαι, κᾂν εἰ μὴ συγχωροῖεν δὲ
4. μακρὰν χαίρειν αὐτοῖς εἰπόντες, οὐ γὰρ ἐκείνοις, ἀλλὰ τοῖς
5. τὴν ἀλήθειαν ἀσκοῦσιν ὁ λόγος ὅδε σύγκειται, σκοπῶμεν οὕτως.
6. εἰ μὲν δή τις ἀθρόως ἀπηλλάγη τῆς νόσου, πάντως μὲν
7. τούτῳ κένωσις ἀξιόλογος ἀπήντησε δι’ ἐμέτων ἢ γαστρὸς ἢ
8. ἱδρώτων ἢ οὔρων ἢ αἱμοῤῥαγίας ἐκ ῥινῶν, ἢ αἱμοῤῥοΐδων ἐξ
9. ἕδρας, ἢ καταμηνίων φορᾶς ἐπὶ γυναικῶν, ἀλλὰ καὶ
10. παρωτίδες ἀπήλλαξαν οὐκ ὀλίγους, ἐν καιρῷ τῷ δέοντι φανεῖσαι
11. καὶ εἰς γόνατα καὶ εἰς πόδας καὶ εἰς ἄλλο τι καὶ ἄλλο
12. τῶν ἀκύρων μορίων ἀπόσκημμα. καὶ μὲν δὴ καὶ προηγεῖταί
13. τε καὶ συνεδρεύει τούτοις ἅπασιν οὐ σμικρὰ ταραχὴ κατὰ τὸ
14. σῶμα τοῦ κάμνοντος, παραπαίουσί τε καὶ δυσπνοοῦσι καὶ
15. ἀσώδεις εἰσὶ, καὶ τὰ ἄλλα ὅσα ἔμπροσθεν εἴρηται πάσχουσιν.
16. εἷς μὲν δὴ τρόπος ὅδε λύσεως νοσημάτων, ὃν οὐχ ἡμεῖς μόνοι
17. νῦν ἀξιοῦμεν ἕνεκα σαφοῦς διδασκαλίας ὀνομάζεσθαι κρίσιν,
1. ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες οὕτως ἐκάλουν. ἕτερος δὲ τὰ μὲν
2. ἄλλα τῷδε σύμπαντ’ ἔχων τὰ αὐτὰ, μόνῳ δὲ διαφέρων τῷ μὴ
3. τελέως ἀπαλλάττειν τῆς νόσου. ὀνομάζεται δὲ καὶ οὗτος ἐνίοτε
4. μὲν ἁπλῶς κρίσις, ὥσπερ καὶ ὁ πρότερος, ἐνίοτε δὲ μετὰ
5. προσθήκης ἀτελὴς κρίσις, ἢ ἐλλιπὴς κρίσις. ὅσα δὲ κατὰ
6. βραχὺ παύεται νοσήματα, λύεσθαι μὲν ἐν τῷ παρόντι λεγέσθω,
7. κρίνεσθαι δὲ μὴ λεγέσθω, καίτοι τοῦτο ἔφαμεν ὀνομάζεσθαί
8. ποτε καταχρωμένων κρίσιν, ἀλλὰ νῦν ἐπὶ τρισὶ τοῖς
9. εἰρημένοις ἴδιον ἑκάστῳ σαφηνείας ἕνεκεν ὄνομα κείσθω·
10. κρίσις μὲν ἁπλῶς ἡ ὀξύῤῥοπος τῆς νόσου λύσις, ἐλλιπὴς δὲ
11. κρίσις ἡ ὀξύῤῥοπος μείωσις· ἁπλῶς δὲ λύσις ἡ ἐν χρόνῳ τε
12. πλείονι καὶ κατὰ μικρὸν γινομένη. ὥσπερ δὲ ταῖς κρίσεσιν
13. ἐξ ἀνάγκης ἤτοι κένωσις ἀξιόλογος, ἢ πάντως γ’ ἀπόσκημμα
14. μετά τινος ὀξείας γίνεται ταραχῆς, οὕτως ταῖς λύσεσιν
15. οὔτε σάλος οὐδεὶς οὔτε κένωσις οὔτε ἀπόσκημμα συμπίπτει.
16. τρεῖς μὲν δὴ τρόποι μεταβολῆς νοσημάτων οἵδε, μέλλοντος
17. σωθήσεσθαι τοῦ κάμνοντος· τρεῖς δὲ ἄλλοι τούτοις
1. ἀντίστροφοι μέλλοντος τεθνήξεσθαι. ἢ γὰρ ἀθρόως ἀποθνήσκει
2. τις ἅμα ταραχῇ καὶ σάλῳ καί τισιν ἐκκρίσεσιν, ἢ
3. ἀποσκήμμασιν ἀξιολόγοις, ἢ οὐκ ἀπέθανε μὲν ἐπὶ τοῖσδε, χείρων
4. δ’ ἀπεδείχθη μακρῷ. καλείσθω δὴ ταῦτα κοινῇ μὲν ἄμφω
5. κρίσεις οὐκ ἀγαθαὶ, μηδὲν διαφέροντος εἴθ’ οὕτως, εἴτε
6. κακὰς κρίσεις ὀνομάζομεν αὐτὰς, ἰδίᾳ δ’ ἑκατέρα τελεία μὲν
7. ἡ προτέρα, ἐλλιπὴς δὲ ἡ δευτέρα. τὸ δὲ τρίτον εἶδος τῆς κακῆς
8. μεταβολῆς, τὸ κατὰ βραχὺ γινόμενον ἄχρι θανάτου, μαρασμὸς
9. ὀνομαζέσθω. ταυτὶ μὲν οὖν τρία τρισὶν ἀντίκειται.
10. τέταρτος δὲ τρόπος ἐστὶν ὀξυῤῥόπου μεταβολῆς ἐπὶ τὸ χεῖρον,
11. ἄνευ μεγάλων ἐκκρίσεων, ἢ ἀποσκημμάτων, ὃν οὐδὲ
12. κρίσιν ὀνομάζω. ὅτι μὲν οὖν ἕτερον εἴπομεν εἶναι τόνδε τὸν
13. τὸν τρόπον ἐκείνων, οὓς ἅμα σάλῳ τέ τινι καὶ ταραχῇ καὶ
14. σὺν ἐκκρίσεσιν ἀξιολόγοις, ἢ ἀποσκήμμασιν ἐλέγομεν γίνεσθαι,
15. πρόδηλον παντί. καὶ γὰρ καὶ τὸ χωρὶς ἐκείνων τῶν συμπτωμάτων,
16. ἃ πρόσθεν ὠνομάσαμεν κρίσιμα καὶ τὸ χωρὶς ἐκκρίσεως,
17. ἢ ἀποσκήμματος, ἕτερόν ἐστι τοῦ σὺν ἐκείνοις. εἰ δὲ
18. ὀρθῶς, ἢ μὴ, τῷδε τῷ τρόπῳ τοῦ θανάτου τὸ τῆς κρίσεως
1. οὐκ ἐπιφέρομεν ὄνομα, τοῦτ’ ἤδη περὶ ὀνόματός ἐστιν, οὐ
2. περὶ πράγματος ἀμφισβητεῖν. ἐγὼ μὲν γὰρ ἐδίδαξα τρόπους
3. τέτταρας ἀλλήλων διαφέροντας, καὶ τοὔνομά γε ἑκάστῳ σαφοῦς
4. ἕνεκα διδασκαλίας ἠξίωσα θέσθαι διάφορον. εἰ δέ τις
5. ἔχει βέλτιον, ἢ σαφέστερον ὀνομάζειν, οὐκ ἀμφισβητήσαιμι
6. ἂν αὐτῷ τῆς κλήσεως. ἔστι δὲ οὐκ ἐν τούτῳ τὸ διδάξαι τι
7. χρηστὸν, ἀλλ’ ἐν τῷ καὶ διαγινώσκειν ἕκαστον τῶν τρόπων
8. παρόντα καὶ προγινώσκειν ἐσόμενον. οὐ μὴν οὐδ’ εἰ τὰς αἰτίας
9. ἐγχειρήσαιμι λέγειν ἐφεξῆς ἑκάστου τῶν τρόπων, εἶτά τις
10. ἀντειπὼν αὐταῖς ὡς οὐκ ὀρθῶς ἐχούσαις οἴοιτο τοῖς τρόποις
11. αὐτοῖς ἀντειρηκέναι, δεόντως ὑπολαμβάνει. τὸ
12. μὲν γὰρ καὶ τοσούτους εἶναι τοὺς τρόπους καθ’ οὓς ὑγιάζονταί
13. τε καὶ ἀποθνήσκουσιν οἱ νοσοῦντες, καὶ ὀνομάζεσθαι
14. τοῖς εἰρημένοις ὀνόμασι καὶ διαγινώσκεσθαι παρόντας ἢ καὶ
15. μέλλοντας ἔσεσθαι προγινώσκεσθαι, τὸ χρήσιμόν ἐστιν αὐτὸ
16. πρὸς τὰς ἰάσεις, καὶ προσήκει τοῖς μὲν ὀνόμασι συγχωρεῖν,
17. τὰς διαγνώσεις δὲ καὶ τὰς προγνώσεις τῇ πείρᾳ
18. βασανίζειν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.7, ed. Kühn, 1825, vol. 9, p. 731-734. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩