1. Εἰ δὲ καὶ πόθεν εὕροιμεν αὐτὰς ἐπιχειρούντων
2. ἡμῶν διδάσκειν, ἠσκηκώς τις ἀντιλογικὴν ἕξιν, οἵαν καὶ
3. ὁ θαυμάσιος Ἀσκληπιάδης ἤσκησεν, ἐμποδίζοι τε καὶ διακόπτοι
4. τὸν λόγον, ἀναμιμνήσκειν χρὴ τοῦτον ὡς οὐ τὸ
5. πρᾶγμα αὐτὸ διαβάλλει τοῦτο πράττων, ἀλλὰ τὸν ὑπὲρ αὐτοῦ
6. λόγον. οὔτε γὰρ ὡς οὐ γίνονταί τινες ἐξαιφνίδιοι ταραχαὶ
7. περὶ τὸ τοῦ κάμνοντος σῶμα δύναιτ’ ἂν εἰπεῖν Ἀσκληπιάδης,
8. οὔθ’ ὡς οὐκ ἀκολουθοῦσιν αὐταῖς ἐκκρίσεις ἀξιόλογοι
9. πολλάκις, οὔθ’ ὡς οὐκ ἐγένετο μεγάλη μεταβολὴ τοῖς κάμνουσιν
10. ἐπ’ αὐταῖς, οὔθ’ ὡς οὐ καλεῖται τὸ τοιοῦτον κρίσις· ἀλλ’
11. ὅτι διαγωνιζομένης τῆς φύσεως τοῖς νοσεροῖς αἰτίοις οὐ γίνεται
12. ταῦτα, τοῦτο πειράσεται δεικνύναι, ληρῶν μὲν κᾀν τούτοις
13. μακρὰ, καὶ διὰ τοὺς θαυμαστοὺς ὄγκους, καὶ πόρους
14. οὓς ὑπέθετο, δι’ οὓς οὔτε τὰς διοικούσας δυνάμεις ἔγνω τοῦ
15. ζώου οὔθ’ ὡς ἐπὶ σωτηρίᾳ πάντα ποιοῦσιν αἵδε, καὶ ὑγιαινόντων
16. τε καὶ νοσούντων, οὔθ’ ὡς αὗται κρίνουσι τὰς νόσους.
17. ἀλλ’ ὅμως ἔχων γέ τι φλυαρεῖν ἐν ἀδήλοις αἰσθήσει
1. πράγμασιν, οὐδὲν μέντοι τῆς ἰατρικῆς αὐτῆς ὁ τοιοῦτος ἅπτεται
2. λῆρος. οὔτε γὰρ διαγινώσκειν ἡμᾶς τοὺς τρόπους τῶν
3. κρίσεων οὔτε προγινώσκειν τὰ σοφίσματα ταῦτα κωλύει.
4. ληρήσει μὲν οὖν πολλὰ πολλάκις καὶ Ἀσκληπιάδης, καὶ πάντες
5. ὅσοι μὴ γινώσκουσιν ὡς αἱ φύσιες τῶν νούσων ἰητροί.
6. προγνῶναι δὲ θανάτου τρόπον, ἢ σωτηρίας οὐδέποτε δυνήσονται.
7. καίτοι πῶς οὐκ αἰσχρὸν ὁμοίως τοῖς ἰδιώταις ἐκπεπλῆχθαι
8. τὸν ἰατρὸν ἐνεστώσης κρίσεως, ὃν ἐχρῆν οὐ μόνον
9. ὑπηργμένην ἤδη γνωρίζεσθαι, ἐς ὅ τι τελευτήσειν μέλλει, ἀλλὰ
10. καὶ προγινώσκειν ἐσομένην κρίσιν; καὶ μὴν οὐκ ἐξ ἄλλων ἀρχῶν
11. ἐγὼ ταῦτα σύμπαντα περὶ τῆς κρίσεως οὔτε μέλλοντα
12. προγινώσκειν οὔτ’ ἤδη παρόντα διαγινώσκειν ἐξεῦρον ἢ ὧν
13. Ἱπποκράτης ὑπέθετο. καὶ γὰρ καὶ τὸ πέττεσθαι τὰ κατὰ τὸ
14. σῶμα, καὶ τὸ μὴ πέττεσθαι τοῖς Ἱπποκρατείοις δόγμασιν, οὐ
15. τοῖς Ἀσκληπιαδείοις προσήκει, καὶ τὸ τὴν φύσιν ἔχειν δυνάμεις
16. πολλὰς, αἷς διοικεῖται τὸ ζῶον, ἕν τι τῶν Ἱπποκράτους
17. δογμάτων ἐστὶν, καὶ τούτου χωρὶς οὐχ οἷόν τε τὴν
18. ἐνεστῶσαν ἡμῖν θεωρίαν ἐπιστήμῃ περιλαβεῖν. οὐ γὰρ εἰς
1. ἀπείρους τὸν ἀριθμὸν ἀποβλέπειν χρὴ σημείων συνδρομὰς, ὡς
2. ἐφ’ ἑκάστης αὐτῶν ἰδίας εὐπορήσοντα τηρήσεως, ἀλλὰ τὰ
3. κατὰ μέρος πάντα πρὸς ἕνα τοῦτον ἀνάγειν σκοπὸν, ὑπὲρ οὗ
4. τὸν λόγον ποιούμενος ἠναγκάσθην ἐπιμνησθῆναι τῶν σοφιστῶν,
5. ὅσοι σπουδάζουσιν οὐ μόνον οὐδὲν ἐξευρεῖν χρηστὸν,
6. ἀλλὰ καὶ τοῖς καλῶς εὑρημένοις λυμαίνεσθαι. καὶ μὴν ἄμεινόν
7. γε ἦν, ὅταν ἡμᾶς θεάσωνται, καὶ τὴν ἡμέραν ἐν ᾗ κριθήσεται
8. τὸ νόσημα προγινώσκοντας, καὶ τὸν τρόπον τῆς κρίσεως
9. προλέγοντας, καὶ παροῦσαν ἤδη διαγινώσκοντας, ἐς
10. ὅ τι τελευτήσει, σπουδάσαι μαθεῖν θεωρίαν, ἐξ ἧς τὰ τοιαῦτα
11. εὑρίσκεται, καὶ μὴ τοῖς ἰδιώταις ὁμοίως ἐκπεπλῆχθαι, ποῖ
12. ποτ’ ἀποβήσεται τὸ παρὸν ἀγνοῦντας. ἐγὼ γοῦν καὶ τῶν
13. τοιούτων ἰατρῶν ἐπειράθην οὐκ ὀλιγάκις, καὶ οἷον θαυμαζόντων
14. μὲν τὴν πρόγνωσιν ἡμῶν, ὅταν ἐπὶ τῶν ἀῤῥώστων
15. εὐδοκιμοῦσαν θεάσωνται καὶ σπουδαζόντων μαθεῖν, ἐπειδὰν
16. δέ τις ἀρξάμενος αὐτοὺς διδάσκειν περὶ πέψεώς τι διεξέρχηται
17. τῶν νοσημάτων, ἢ περὶ ῥώμης φύσεως, ἢ τῶν ἄλλων τινὸς
18. ὧν χωρὶς οὐχ οἷόν τε τὴν περὶ τὰς κρίσεις θεωρίαν
1. συστῆναι, καὶ, πῶς μὲν πείσεις, φασκόντων, ὡς ἔστι τις
2. φύσις, ἢ ὡς ἐπὶ σωτηρίᾳ πάντα πράττει τῶν ζώων, ἢ ὡς
3. ἐκείνης ἐκκρινούσης τὰ περιττώματα τῶν νόσων, ἀπαλλάττονταί
4. τινες, ἢ ὡς τὸ θερμόν ἐστιν ἐν τοῖς ζώοις τὸ δραστικώτατον,
5. ἢ ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κέκραται
6. τὰ σώματα; πρὸς οὓς αὖθις εἴωθα λέγειν, ἤρξω μὲν
7. ὦ οὗτος ὡς μαθητὴς, ἀκούεις δὲ ὡς ἀντιλογικός. οὐ γὰρ
8. ἀπόχρη σοι τῶν ἔργων τῆς τέχνης ὧν ἐθαύμασας αὐτὸς ἐκμαθεῖν
9. τὴν μέθοδον, ἀλλὰ τὰς ἀρχὰς κρίνειν ἐπιχειρεῖς αὐτῆς,
10. οὐκέθ’ ὡς ἰατρὸς μόνον, ἀλλ’ ἤδη καὶ ὡς φυσικός. καίτοι γε
11. ἄμεινον ἦν σοι καὶ περὶ τῶν ἀρχῶν αὐτῶν ἔμπαλιν κρίνειν.
12. πολὺ γάρ ἐστιν, οἶμαι, βέλτιον, ἔργα θαυμαστὰ ταῖς ἀρχαῖς
13. ἐκείναις ἑπόμενα θεασάμενον ἔχειν τινὰ πίστιν ἐκ τούτων
14. ἤδη καὶ περὶ τῶν ἀρχῶν αὐτῶν. ἀνάπαλιν γὰρ αἱ πίστεις
15. τῶν τεχνῶν ἔχουσι ταῖς εὑρέσεσι. πιστεύονται μὲν γὰρ ἐκ
16. τῶν ἔργων, εὑρίσκονται δ’ ἐκ τῶν ἀρχῶν. ἐμοὶ μὲν οὖν ἐξευρεῖν
17. ἔργον τι τεχνικὸν ἀμήχανόν ἐστι μὴ χρησαμένῳ ἀρχαῖς
1. ἀληθέσιν, ὥστ’ ἀναγκαῖόν μοι τὴν φυσικὴν θεωρίαν ἐκμαθεῖν
2. ἀκριβῶς. σοὶ δ’ ἤδη τῶν ἔργων εὑρημένων τῆς τέχνης, ἀπόχρη
3. μαθεῖν τὴν ὁδὸν, ὥστ’ εἴπερ οὐκ ἔχεις χρόνον ὡς φυσικὸς
4. ἐκμαθεῖν ἅπαντα, τοσοῦτον γοῦν σοι παραστήτω
5. λογίσασθαι, διότι μήτ’ ἄλλη τίς ἐστιν ὁδὸς παρὰ ταύτην ἡ
6. τοῦ μέλλοντός σε προγνωστικὸν ἐργασαμένη, μήτ’ ἀναγκαῖον
7. ἔτι σοι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαβεῖν, ἀπολαύειν ἤδη δυναμένῳ
8. τῶν ἐκ τῆς ἐπιστήμης. τῷ μὲν γὰρ πρῶτον τὰ τοιαῦτα
9. ἐξευρεῖν ἐπιχειροῦντι κίνδυνος ἦν οὐ σμικρὸς ἀπολέσαι ματαίως
10. τὸν χρόνον. οὐδὲ γὰρ ἂν ἐξευρεῖν ἀληθὲς οὐδὲν ἐπὶ
11. διεψευσμέναις ἀρχαῖς, σοὶ δὲ τοῦ μὲν ζητεῖν ἀπηλλαγμένῳ, τὰ
12. δ’ ἤδη καλῶς εὑρημένα μαθεῖν ὀρεγομένῳ, περιττόν ἐστι τὰς
13. ἀρχὰς ἐπιστήμῃ περιλαμβάνειν, καὶ μάλιστα, εἰ μηδὲ χρόνον
14. ἔχοις ἱκανὸν εἰς τοῦτο μήτε προσεξευρεῖν τι τῶν λειπόντων
15. ἐπιθυμεῖς, ἀλλ’ ἀρκεῖ σοι μόνον ὀρθῶς χρῆσθαι τοῖς εὑρημένοις.
16. ὑποθέμενος οὖν τινα ζωτικὴν εἶναι δύναμιν, ἄσκησον
17. αὐτῆς γνωρίζειν τὴν ἐν ἀῤῥωστίᾳ τε καὶ ῥώμῃ διάθεσιν.
1. ἐπειδὰν δὲ ταῦτ’ ἀσκήσῃς, αὖθις ἄσκησόν μοι σαυτὸν, ἑτοίμως
2. διαγινώσκειν τὰς κατὰ τὸ μέγεθός τε καὶ τὸ ἦθος ἁπάντων
3. τῶν νοσημάτων διαφορὰς, εἶθ’ ἑξῆς τούτων ἀκμῆς μελλούσης
4. πρόγνωσιν. ὅταν δ’ ἤδη ταῦτα σύμπαντα ἐκμάθῃς,
5. ἄσκησόν μοι σαυτὸν ἀκριβῶς στοχάζεσθαι πηλίκον νόσημα,
6. πηλίκη ῥώμη δυνάμεως, ἐν πόσῳ χρόνῳ διενεγκεῖν ἱκανή.
7. πολὺ δ’ εἰς τοῦτο συντελέσει καὶ ἡ ἐπὶ τῶν ἔργων τριβή.
8. πρὶν δ’ ἕκαστον ὧν εἶπον ἀκριβῶς ἐκμαθεῖν, οὐδὲν ἂν εἴη σοι
9. πλεῖον ἀνθρώπους νοσοῦντας θεωμένῳ. πῶς οὖν ἕκαστον
10. αὐτῶν ἄρχεσθαι ἀκριβῶς χρὴ μανθάνειν; οὐκ ἄλλως ἢ ὡς
11. ἔμπροσθεν εἴρηται. καὶ γὰρ ὡς χρὴ μέγεθος ἐξευρίσκειν νόσου
12. καὶ ὡς ἦθος, ἔτι τε πρὸς τούτοις τὴν ἀκμὴν, ἀκριβῶς διελήλυθα.
13. τὴν δὲ καθ’ ἑκάστην δύναμιν ἀῤῥωστίαν, ἢ ῥώμην,
14. ἐν ἑτέρῳ φθάνω διῃρῆσθαι λόγῳ, τῷ περὶ πλήθους ἐπισκεπτομένῳ
15. μανθάνειν μὲν οὖν ἐκεῖθεν αὐτῶν τὰς διαγνώσεις
16. ἀκριβῶς, χρῆσθαι δὲ πρὸς τὰς ἰάσεις, ὡς ἐν ἑτέροις διῄρηται
17. καὶ νῦν οὐχ ἧττον εἰς τὴν περὶ τὰς κρίσεις θεωρίαν.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.8, ed. Kühn, 1825, vol. 9, p. 735-740. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩