1. Ὥσπερ γὰρ ὁ πάντα ἔχων ἀγαθὰ σημεῖα
2. τῇ πρώτῃ τετράδι τελέως ὑγιασθήσεται, κατὰ τὸν αὐτὸν, οἶμαι,
3. τρόπον ᾧ πάντα ἐστὶ μοχθηρὰ, τεθνήξεται πάντως
4. καὶ οὗτος ἐντὸς τῆς πρώτης τετράδος. ἀλλ’ ὁ μὲν σωζόμενος
5. ἅπαντας διέξεισι τῆς νόσου τοὺς καθόλου καιροὺς, ἀρχὴν καὶ
6. ἀνάβασιν καὶ ἀκμὴν καὶ παρακμὴν, εἰ καί τισιν μὴ δοκεῖ γίγνεσθαι
7. παρακμὴν κατὰ τὰς αἰφνιδίους κρίσεις. εἰρήσεται
8. γὰρ ὀλίγον ὕστερον ὑπὲρ τούτων. τῷ τεθνηξομένῳ δὲ εἰς μὲν
9. τὸν τῆς παρακμῆς καιρὸν ἀδύνατον ἐξικέσθαι, οὐ μὴν οὐδ’
10. ἐξ ἀνάγκης εἰς τὸν τῆς ἀκμῆς. ἐνδέχεται γὰρ αὐτὸν καὶ κατὰ
11. τὸν τῆς ἀναβάσεως καὶ κατὰ τὸν τῆς ἀρχῆς χρόνον ἀπολέσθαι,
12. κριθῆναι δὲ οὐκ ἀναγκαῖον αὐτῷ, καὶ μάλιστα εἰ κατὰ τὴν
13. ἀρχὴν ἀποθνήσκει τῆς νόσου. γίνεται δὲ τοῦτο μεγάλως τῆς
14. φύσεως ὑπὸ τοῦ νοσήματος κρατηθείσης. τηνικαῦτα γὰρ οὐδ’
15. ἐπιχειρεῖ διαγωνίζεσθαι πρὸς αὐτὸ, χωρὶς δὲ τοῦ διαγωνίζεσθαι
16. κρίσις οὐ γίνεται. τέταρτος οὖν οὗτός ἐστιν ὁ τρόπος
17. τοῦ θανάτου μηδενὶ τῶν τῆς σωτηρίας ἐοικώς. οὐδεὶς μὲν γὰρ
18. ἀθρόως ἀπηλλάγη τοῦ νοσήματος ἄνευ κρίσεως, ἀθρόως δ’
1. ἀποθνήσκουσιν οὐκ ὀλίγοι, μὴ κριθέντες, ἐν μὲν ταῖς ἀρχαῖς
2. τῶν παροξυσμῶν οἱ πλεῖστοι, καὶ μάλιστα δ’ ὅσοι διὰ πλῆθος,
3. ἢ πάχος ὕλης, ἢ μέγεθος φλεγμονῶν ὀλεθρίως ἔχουσιν.
4. ἐν δὲ ταῖς παρακμαῖς, ἐφ’ ὧν ἄῤῥωστος ἡ δύναμις· χρὴ γὰρ
5. καὶ τοῦτο γινώσκειν, ἅπαντος μᾶλλον ἀληθέστατον ὑπάρχον,
6. ὡς κᾀν ταῖς παρακμαῖς τῶν κατὰ μέρος παροξυσμῶν ἀπόλλυνται
7. πάμπολλοι, καὶ τοῦτο θεασάμενοί τινες οἴονται ὡς
8. καὶ ἐν τῷ καθόλου καιρῷ τῆς παρακμῆς ἐνδέχεταί τινα. τελευτῆσαι,
9. τὸ δ’ οὐχ οὕτως ἔχει. παρελθούσης μὲν γὰρ τῆς
10. ἀκμῆς τοῦ νοσήματος ἡ μὲν φύσις ἤδη κεκράτηκεν, οὐδὲ γὰρ
11. ἂν ἄλλως παρήκμασε τὸ νόσημα. τρόπος δὲ οὐδ’ εἷς οὐδ’
12. ἐπινοηθῆναι θανάτου δύναται τηνικαῦτα, πλὴν ἐξ ἁμαρτήματος,
13. οὐ μὴν τοῦτό γε πρόκειται νῦν σκοπεῖν, ἀλλ’ εἰ τῷ
14. λόγῳ τοῦ νοσήματος. οὔτ’ οὖν εἶδόν ποτε τοῦτο γινόμενον
15. οὔθ’ ὁ λόγος ἐξευρίσκει. τῶν μέντοι κατὰ μέρος παροξυσμῶν
16. ἐν ταῖς παρακμαῖς ἐθεασάμεθά τε παμπόλλους πολλάκις ἀποθνήσκοντας,
17. ὅ τε λόγος οὐδὲν εἶναι θαυμαστόν φησιν ἄῤῥωστον
18. δύναμιν ἐν μὲν τῷ χρόνῳ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ
1. καὶ ἀναβάσεώς τε καὶ ἀκμῆς ἐξαρκέσαι, συνεχομένης ἔτι τηνικαῦτα
2. καὶ οἷον ἐσφιγμένης τῆς ἕξεως, ἐν δὲ τῷ τῆς παρακμῆς,
3. ἀνάπαλιν κινουμένης τῆς θερμασίας, ἐκ μὲν τῶν μέσων
4. νῦν ἐπὶ τὰ πέρατα διαφορεῖσθαί τε καὶ διαλύεσθαι τὴν
5. ἕξιν. ἔνιοι μὲν οὖν τῶν τοιούτων ἐξαιφνίδιον ἀποθνήσκουσιν,
6. ὡς δοκεῖν τοῖς παροῦσιν λειποψυχεῖν μᾶλλον αὐτοὺς ἢ
7. ἀπόλλυσθαι, τινὲς δὲ κατὰ βραχὺ καὶ οὐκ ἐξαίφνης ἀπέθανον,
8. ἀρξάμενοι μὲν πάντες ἐπὶ τῆς ἀκμῆς τοῦ παροξυσμοῦ,
9. λανθάνοντες δὲ τοὺς πολλοὺς οὕτως ὥστε καὶ πάνυ ταχέως
10. αὐτοῖς καὶ θᾶττον ἢ κατὰ τὴν ἐλπίδα δοκοῦσιν οἱ τοιοῦτοι
11. μεταπίπτειν ἐκ τῆς ἀκμῆς εἰς τὴν παρακμήν· ἀλλ’ ἥ γε γνώρισις
12. σαφεστάτη διὰ τῶν σφυγμῶν. οὐ γάρ τί που βραχὺ
13. τοὐν μέσῳ τῶν τε θανάτου λόγῳ θᾶττον τῆς ἐλπίδος
14. εἰς φαντασίαν ἡκόντων παρακμῆς καὶ τῶν ὄντως παρακμαζόντων.
15. ἐπ’ ἀμφοτέρων μὲν γὰρ ἀθροώτερον ἡ πυρεκτικὴ
16. θερμασία διαφορεῖται. γίνεται δ’ ὑπὸ τῶν ἐναντιωτάτων
17. αἰτίων, εἴ γε δὴ ῥώμῃ φύσεως ἐναντιωτάτη ἐστὶν ἀῤῥωστία.
18. σφοδρότερος μὲν οὖν ἀεὶ καὶ μᾶλλον ὁ σφυγμὸς, εὐτακτότερός
1. τε καὶ ὁμαλώτερος ἐπὶ χρησταῖς γίνεται παρακμαῖς. ἀπωθεῖται
2. γὰρ ἡ φύσις εὐρωστότερον ἅπασαν ἀθρόως ἔξω τὴν
3. πυρεκτικὴν θερμασίαν. ἀμυδρότερος δὲ καὶ ἀτακτότερος καὶ
4. ἀνώμαλος ἐν ταῖς ὀλεθρίοις παρακμαῖς. διαῤῥεῖ γὰρ ἅμα τοῖς
5. ἄλλοις καὶ ἡ πυρεκτικὴ θερμασία, κᾀντεῦθεν ἡ φαντασία
6. τοῦ βελτίονος, εἶτ’ ὀλίγον ὕστερον ἢ ἀποπατῆσαι διαναστάντες
7. ἐλειποψύχησάν τε καὶ μικρὸν ἔνιοι καὶ γλίσχρον ἐφιδρώσαντες
8. ἀπέθανον, ἢ καὶ χωρὶς τοῦ διαναστῆναι, κατὰ
9. μὲν τὰς παρακμὰς τῶν παροξυσμῶν οὕτως ἀποθνήσκουσιν
10. ἄνευ κρίσεως, κατὰ δὲ τὰς ἀρχὰς ὑπὸ τῆς ἀθροωτέρας ἔσω
11. τῶν χυμῶν ῥοπῆς, οἷον καταπνιγείσης καὶ ἀποσβεσθείσης
12. τῆς φύσεως, ὡς εἰ καὶ πλῆθός τις χλωρῶν ξύλων ἀθρόως ἐπισωρεύσειε
13. φλογί. λοιπὸς δὲ ἐστιν ἄνευ κρίσεως ἐν τοῖς ὀλεθρίοις
14. νοσήμασιν ὁ κατὰ τὰς ἀκμὰς θάνατος, τῇ σφοδρότητι
15. τοῦ παροξυσμοῦ νικηθείσης τῆς φύσεως. οὕτω δὲ κᾀν
16. ταῖς ἀναβάσεσιν αὐτῶν ἀπόλλυνται πολλάκις, οὐ κατ’ ἄλλον
17. τινὰ τρόπον ἢ λόγῳ τῆς ἀκμῆς. ὅλως γὰρ ὅταν ὑπὸ σφοδρότητος
18. νοσήματος ἡ δύναμις νικηθῇ, λόγῳ μὲν ἀκμῆς ἀπόλλυνται,
1. συμβαίνει δὲ ἐνίοτε καὶ κατὰ τὰς ἀναβάσεις τῶν παροξυσμῶν,
2. ἀλλὰ καὶ σπανιώτερον τοῦτ’ ἔστι καὶ ὁ τρόπος
3. ὁ αὐτὸς τῷ κατὰ τὴν ἀκμήν. τρεῖς οὖν οἱ πάντες τρόποι θανάτου
4. τοῖς χωρὶς τοῦ κριθῆναι θνήσκουσι. πρῶτος μὲν ὁ
5. κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἐν ταῖς φλεγμοναῖς τοὐπίπαν
6. μεγάλαις, ἐν κυρίοις μορίοις γινομέναις, ἢ πλήθει καὶ
7. πάχει καὶ γλισχρότητι τῶν χυμῶν, ἀθρόως εἴσω ῥυέντων, ὡς
8. ἀποφράξαι τελέως τὰς διεξόδους τοῦ πνεύματος. ἕτερος δὲ
9. ὁ κατὰ τὰς ἀκμὰς, τῇ βίᾳ τοῦ νοσήματος ἡττηθείσης
10. τῆς φύσεως. ἄλλος δὲ καὶ λοιπὸς ἐν ταῖς παρακμαῖς σπανιώτατος,
11. τοῦ τόνου τοῦ ζωτικοῦ λυθέντος, τούτων οὐδεὶς ἅμα
12. κρίσει γίνεται. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπεχείρησεν ἀποτρίψασθαι
13. τὸ νόσημα κατὰ τοὺς τοιούτους θανάτους ἡ φύσις, ἡνίκα
14. δ’ ἐπιχειροίη μὲν, ἡττᾶται δὲ, κρίσιν ἤδη κακὴν ὀνομάζω τὸ
15. τοιοῦτον καὶ γίνεται πάντως. ἢ σὺν ἐκκρίσεσιν, ἢ σὺν ἀποστήμασιν
16. ἀξιολόγοις ἅμα τῇ λοιπῇ πάσῃ ταραχῇ τῇ πρόσθεν
17. εἰρημένῃ.
⟨
(De cris.) [n° 067 Fichtner] [GalLat]
De crisibus
Περὶ κρίσεων
Crises
Crises (Cris.)
Alexanderson Bengt, 1967.
De crisibus, 1825, vol. 9, p. 550-768. urn:cts:greekLit:tlg0057.tlg064.verbatim-lat1
Rodríguez Alfageme, 2003 (spa).
De crisibus, 3.9, ed. Kühn, 1825, vol. 9, p. 741-745. urn:cts:greekLit:tlg0057.tlg064.1st1K-grc1:3.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩