Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 1.10, ed. Kühn, 1825, vol. 9, p. 815-817. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.10

17. Τίνες μὲν οὖν αἱ μετὰ τὴν εἰκοστὴν ἡμέραν
18. κρίσιμοι; τοῦτο γὰρ καὶ ἔτι πρόκειται διελθεῖν. τὴν μὲν εἰκοστὴν
1. πρώτην οἱ περὶ τὸν Ἀρχιγένην τε καὶ Διοκλέα πρώτην
2. πασῶν μάλιστα προσίενται· καὶ γὰρ ὁ Ἀρχιγένης καὶ τῆς εἰκοστῆς
3. αὐτὴν προκρίνει. ἐμοὶ δ’ οὐχ οὕτως ἐφάνη, καθάπερ
4. οὐδ’ Ἱπποκράτει. δεδείξεται δὲ τοῦτο διὰ τῶν ἐφεξῆς. ὡσαύτως
5. δὲ καὶ περὶ τῆς κζ΄ ἔχει. καὶ γὰρ ἐγὼ μὲν καὶ ταύτην προτάττω
6. τῆς κη΄, ἐκεῖνοι δ’ ὑποτάττουσιν. ἔχει δὲ καὶ ἡ λδ΄ δύναμιν
7. ἀξιόλογον καὶ ταύτης ἔτι μᾶλλον ἡ τεσσαρακοστή. τούτων
8. δ’ ἧττον κρίνουσιν ἥ τε κδ΄ καὶ ἡ λα΄ καὶ πολὺ τούτων
9. ἔθ’ ἧττον ἡ λζ΄, ὡς ἐν μεθορίῳ τετάχθαι δοκεῖν τῶν κρινουσῶν
10. ἡμερῶν τε καὶ μὴ καὶ μᾶλλον ἐκ τῶν μὴ κρινουσῶν εἶναι.
11. τὸ δ’ ἄλλο πᾶν πλῆθος τῶν ἡμερῶν τὸ μεταξὺ τῆς εἰκοστῆς
12. καὶ τῆς τεσσαρακοστῆς ἄκριτον ἅπαν ἐστίν. ἄκουσον δ’ αὐτὰς
13. ἤδη λεγομένας ἐφεξῆς, εἰκοστῆς δευτέρας καὶ εἰκοστῆς τρίτης
14. καὶ εἰκοστῆς πέμπτης καὶ εἰκοστῆς ἕκτης καὶ εἰκοστῆς ἐννάτης
15. καὶ τριακοστῆς καὶ τριακοστῆς δευτέρας καὶ τριακοστῆς
16. τρίτης καὶ τριακοστῆς πέμπτης καὶ τριακοστῆς ἕκτης καὶ
17. τριακοστῆς ὀγδόης καὶ τριακοστῆς ἐννάτης. αἱ σύμπασαι δώδεκα.
18. φέρουσι δὲ μεγάλους μὲν σάλους αἱ μέχρι τῆς τεσσαρεσκαιδεκάτης·
1. ἔγγιστα δὲ αὐτῶν εἰσιν αἱ μέχρι τῆς εἰκοστῆς, αἱ
2. δὲ ἀπὸ τῆσδε σύμπασαι αἱ μέχρι τῆς τεσσαρακοστῆς ἐκλύουσι
3. κατὰ βραχὺ τὸ ἀγωνιστικόν. ὡς αἵ γε μετὰ τὴν τεσσαρακοστὴν
4. ἅπασαι τελέως εἰσὶν ἔκλυτοι, πέψεσι μᾶλλον καὶ ἀποστάσεσι
5. τὰς λύσεις τῶν νοσημάτων ἢ ἐκκρίσεσι ποιούμεναι. γίνονται
6. μὴν κᾀν ταύταις ἐνίοτε δι’ ἐκκρίσεων αἱ κρίσεις, ἀλλὰ σπάνιοί
7. εἰσι καὶ οὐ μέγαν ἔχουσι τὸν ἀγῶνα. καὶ τὰ πολλὰ πλείοσιν
8. ἡμέραις αἱ κρίσεις συμπληροῦνται, καὶ μάλισθ’ ὅταν εἰς ἀπόσκημμα
9. τρέπωνται. τῶν μὲν οὖν ἄλλων τῶν μετὰ τὴν τεσσαρακοστὴν
10. ἡμέραν τελέως ἔοικεν ὁ Ἱπποκράτης καταφρονεῖν·
11. ἑξηκοστὴν δὲ καὶ ὀγδοηκοστὴν καὶ ἑκατοστὴν εἰκοστὴν ἐν
12. λόγῳ τίθεται. μετὰ δὲ ταύτας τὰς μὲν ἐν ἑπτὰ μησὶ, τὰς δ’
13. ἐν ἑπτὰ ἔτεσι κρίνεσθαί φησι, τὰς δ’, ὡς ἔοικεν, ἐν διτταῖς
14. ἐτῶν ἑβδομάσι καὶ τριτταῖς. εἰσὶ δ’ οἳ καὶ τῆς τεσσαρακοστῆς
15. δευτέρας καὶ τῆς τεσσαρακοστῆς πέμπτης, καὶ προσέτι τῆς
16. τεσσαρακοστῆς ὀγδόης καί τινων ἑτέρων μνημονεύουσιν, ὑπὲρ
17. ὧν ἁπασῶν ὁ λόγος ἡμῖν ἐφεξῆς ἔσται.

Cliquer un n° de page pour en afficher l’image